Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις Α΄ - ΛΕ΄: Μετάνοια, έλεγχος και αντιμετώπιση αμαρτημάτων

Η μαρτυρία των Γραφών, ο ορθός τρόπος μετανοίας, η συγχώρηση των αδελφών, καθώς και η θεραπεία παθών όπως η οργή, η καταλαλιά και η υπερηφάνεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 10

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΕΡΩΤΗΣΙΣ Αʹ. Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν, καὶ ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς μαρτυρίας τῶν θεοπνεύστων Γραφῶν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος περὶ μὲν τοῦ ἁγίου Πνεύματος· Οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ, ταῦτα λαλήσει· περὶ δὲ ἑαυτοῦ· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν· καὶ πάλιν· Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω· καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· τίς ἂν εἰς τοσαύτην ἐξέλθῃ μανίαν, ὥστε ἀφ᾽ ἑαυτοῦ τολμῆσαί τι καὶ μέχρις ἐννοίας λαβεῖν, ὃς ὁδηγοῦ μὲν τοῦ ἁγίου καὶ ἀγαθοῦ Πνεύματος χρείαν ἔχει, ἵνα κατευθυνθῇ εἰς τὴν ὁδὸν τῆς ἀληθείας κατά τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν, τυφλὸς δὲ καὶ ἐν σκότει διάγει, ἄνευ τοῦ ἡλίου τῆς δικαιοσύνης αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ φωτίζοντος, ὥσπερ ἀκτῖσι, ταῖς ἑαυτοῦ ἐντολαῖς; Ἡ γὰρ ἐντολὴ Κυρίου, φησὶ, τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.

Ἐπειδὴ δὲ τῶν ἐν ἡμῖν στρεφομένων πραγμάτων ἢ ῥημάτων τὰ μέν ἐστιν ὑπὸ τῆς ἐντολῆς τοῦ Θεοῦ ἐν τῇ ἁγίᾳ Γραφῇ διεσταλμένα, τὰ δὲ σεσιωπημένα· περὶ μὲν τῶν γεγραμμένων οὐδεμία ἐξουσία δέδοται καθόλου οὐδενὶ, οὔτε ποιῆσαί τι τῶν κεκωλυμένων, οὔτε παραλεῖψαί τι τῶν προστεταγμένων, τοῦ Κυρίου ἅπαξ παραγγείλαντος, καὶ εἰπόντος· Καὶ φυλάξῃ τὸ ῥῆμα ὃ ἐντέλλομαί σοι σήμερον· οὐ προσθήσεις ἐπ᾽ αὐτῷ, καὶ οὐκ ἀφελεῖς ἀπ᾽ αὐτοῦ. Φοβερὰ γάρ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς τοιοῦτόν τι τολμῶντας· περὶ δὲ τῶν σεσιωπημένων κανόνα ἡμῖν ἐξέθετο ὁ ἀπόστολος Παῦλος εἰπών· Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὥστε παντὶ λόγῳ ἐπάναγκες ᾖ ἢ τῷ Θεῷ ὑποτάσσεσθαι κατὰ τὴν ἐντολὴν αὐτοῦ, ἢ ἄλλοις διὰ τὴν ἐντολὴν αὐτοῦ.

Γέγραπται γάρ· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Καὶ ὁ Κύριός φησιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάντων δοῦλος· ἀπηλλοτριωμένος δηλονότι τῶν ἰδίων θελημάτων κατὰ μίμησιν αὐτοῦ τοῦ Κυρίου λέγοντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

ΕΡΩΤΗΣΙΣ Βʹ. Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ᾽ ἀλλήλων τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους. ΑΠΟΚΡΙΣΙΣ. Τὴν ὑπὸ τοῦ Κυρίου παντὶ τῷ προσερχομένῳ προταθεῖσαν, εἰπόντος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τούτων δὲ ἕκαστον οἵαν ἔχει δύναμιν εἴρηται ἐν τῷ περὶ αὐτοῦ ἐρωτήματι.

ΕΡΩΤΗΣΙΣ Γʹ. Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπιστρέφοντα πῶς ἔχειν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ὡς προστετάγμεθα ὑπὸ τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ Ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

Ἐὰν ἄρα γένηται τοῦτο, Ἀρκετὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, τοῦ Ἀποστόλου γράψαντος· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ, καὶ διδαχῇ· καὶ πάλιν· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε· καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.

ΕΡΩΤΗΣΙΣ Δʹ. Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στενοχωρῇ τοὺς ἀδελφοὺς, λέγων, ὅτι Ὀφείλετε μετανοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ τὴν ἀγάπην καταλύει. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου διαβεβαιωσαμένου μὲν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται, ἀποφηναμένου δὲ, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· οὐδενὸς δεῖ καταφρονεῖν ὡς μικροῦ. Ὁ γὰρ καταφρονῶν πράγματος. φησὶ, καταφρονηθήσεται ὑπ᾽ αὐτοῦ.

Ἄλλως τε ποῖον ἁμάρτημα μικρὸν τολμήσει τις εἰπεῖν, τοῦ Ἀποστόλου ἀποφηναμένου, ὅτι Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Εἰ δὲ τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, οὐχ ἥδε ἢ ἥδε, ἀλλὰ τῷ ἀδιορίστῳ δηλονότι πᾶσα ἁμαρτία, ἄσπλαγχνός ἐστιν ὁ ἐφησυχάζων, οὐχ ὁ ἐλέγχων· ὥσπερ ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ ἰοβόλου, οὐχ ὁ ἐξαίρων. Καὶ τὴν ἀγάπην δὲ οὗτος καταλύει.

Γέγραπται γάρ· Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.

ΕΡΩΤΗΣΙΣ Εʹ. Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ᾽ ἑκάστῳ ἁμαρτήματι, καὶ ποίους ἐπιδείξασθαι καρποὺς ἀξίους τῆς μετανοίας. ΑΠΟΚΡΙΣΙΣ. Τὴν διάθεσιν ἀναλαβὼν τοῦ εἰπόντος, Ἀδικίαν ἐμίσησα, καὶ ἐβδελυξάμην. Καὶ ποιήσας τὰ ἐν τῷ ἕκτῳ ψαλμῷ, καὶ ἐν πολλοῖς ἄλλοις εἰρημένα, καὶ τὰ ὑπὸ τοῦ Ἀποστόλου ὑπὲρ ἄλλου ἡμαρτηκότος μεμαρτυρημένα τοῖς κατὰ Θεὸν λυπηθεῖσιν. Ἰδοὺ γὰρ, φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην κατειργάσατο ὑμῖν σπουδὴν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ἐκδίκησιν, ἀλλὰ ζῆλον. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ πολυπλασιάσας τὸ ἀντίθετον κατόρθωμα, ὡς ὁ Ζακχαῖος.

ΕΡΩΤΗΣΙΣ ϛʹ. Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ διορθούμενος, τίς ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τοῦ τοιούτου γεγράφθαι λογίζομαι· Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ· καὶ ἀλλαχοῦ· Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἐμετὸν, καὶ μισητὸς γένηται, οὕτως ἄνθρωπος τῇ ἰδίᾳ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.

ΕΡΩΤΗΣΙΣ Ζ. Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτάνοντας. ΑΠΟΚΡΙΣΙΣ. Βαρύτερον ἐκείνου οἶμαι, περὶ οὗ εἴρηται, ὅτι Συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.

Οὐκέτι γὰρ τὴν ἐπιτίμησιν εἰς διόρθωσιν, ἀλλὰ τὴν ἐκδίκησιν εἰς βεβαίωσιν τοῦ ἁμαρτήματος ὁ ἁμαρτήσας λαμβάνει, καὶ ἄλλους εἰς τὰ ὅμοια πάθη προτρέπει, ὡς ἐφαρμόσαι τῷ ἐκδικοῦντι, εἰ μὴ ἐπιδείξηται καρποὺς ἀξίους τῆς μετανοίας, τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν.

ΕΡΩΤΗΣΙΣ Ηʹ. Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπὼν, ὅτι Συγκαλεῖται τοὺς φίλους καὶ τοὺς γείτονας λέγων· Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου, τὸ ἀπολωλός.

ΕΡΩΤΗΣΙΣ Θʹ. Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατεθῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος προσέταξεν, εἰπών· Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· καὶ ὡς ὁ Ἀπόστολος ἐδίδαξε, γράψας· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν.

ΕΡΩΤΗΣΙΣ Ιʹ. Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων· καὶ μετὰ ποίας ἐλπίδος καὶ διαθέσεως προσελθεῖν τῷ Θεῷ. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὀφείλει μισῆσαι τὸν κατεγνωσμένον ἑαυτῆς πρότερον βίον, καὶ τὴν μνήμην αὐτὴν σικχαίνουσα καὶ βδελυσσομένη· γέγραπται γάρ· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἔπειτα δὲ φόβου μὲν διδάσκαλον λαμβάνειν τὴν ἀπειλὴν τῆς αἰωνίου κρίσεως καὶ κολάσεως, δακρύων δὲ καιρὸν γνωρίζειν τὸν καιρὸν τῆς μετανοίας, ὡς ἐδίδαξεν ὁ Δαβὶδ ἐν τῷ ἕκτῳ ψαλμῷ· πληροφορηθεῖσα τὸν καθαρισμὸν τῶν ἁμαρτημάτων διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἐν τῷ μεγέθει τοῦ ἐλέους καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τοῦ εἰπόντος, ὅτι Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Τότε τὴν ἐξουσίαν καὶ τὴν δύναμιν λαβοῦσα τῆς πρὸς Θεὸν εὐαρεστήσεως, λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.

Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Καὶ οὕτω προσελθοῦσα, ψάλλει τῷ Θεῷ, λέγουσα· Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμέ.

ΕΡΩΤΗΣΙΣ ΙΑʹ. Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα. ΑΠΟΚΡΙΣΙΣ Ἀεὶ ἐκ τοῦ ἀηδοῦς καὶ λυπηροῦ ἀποτελέσματος τὸ μῖσος πρὸς τοὺς αἰτίους τῶν τοιούτων ἐγγίνεται. Ἐὰν οὖν τις πληροφορηθῇ ὅσων καὶ ἡλίκων κακῶν γίνεται αἴτια τὰ ἁμαρτήματα, αὐτομάτως καὶ ἐνδιαθέτως πάσχει τὸ πρὸς αὐτὰ μῖσος, οἷον ἔδειξεν ὁ εἰπών· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην.

ΕΡΩΤΗΣΙΣ ΙΒʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ Θεὸς τὰ ἁμαρτήματα. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν θεωρήσῃ ἑαυτὴν ἐν τῇ διαθέσει τοῦ εἰπόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. Ὁ γὰρ Θεὸς, ὑπὲρ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτημάτων καταπέμψας τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸ ὅσον ἐφ᾽ ἑαυτῷ προλαβὼν πᾶσιν ἀφῆκεν. Ἐπειδὴ δὲ ἔλεον καὶ κρίσιν ᾄδει ὁ ἅγιος Δαβὶδ, καὶ μαρτυρεῖ, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ δίκαιος, ἀνάγκη τὰ εἰρημένα ὑπό τε τῶν προφητῶν καὶ τῶν ἀποστόλων εἰς τοὺς περὶ μετανοίας τόπους παρ᾽ ἡμῶν γίνεσθαι, ἵνα τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ ἀναδειχθῇ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν τελειωθῇ.

ΕΡΩΤΗΣΙΣ ΙΓʹ. Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ διὰ τῆς μετανοίας. ΑΠΟΚΡΙΣΙΣ. Εἰ πλῆθος οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι, καὶ μέγεθος ἐλέους Θεοῦ μετρῆσαι δυνατὸν, ἐν συγκρίσει πλήθους καὶ μεγέθους ἁμαρτημάτων ἡ ἀπόγνωσις γινέσθω. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρῳ ὑποβάλλεσθαι, καὶ ἀριθμητὰ εἶναι συμβαίνει, Θεοῦ δὲ ἔλεος μετρῆσαι καὶ οἰκτιρμοὺς ἀριθμῆσαι ἀδύνατον· οὐκ ἀπογνώσεως καιρὸς, ἀλλ᾽ ἐπιγνώσεως ἐλέους καὶ καταγνώσεως ἁμαρτημάτων, ὧν ἡ ἄφεσις πρόκειται ἐν τῷ αἵματι τοῦ Χριστοῦ, καθὼς γέγραπται. Ὅτι δὲ οὐ χρὴ ἀπογινώσκειν, διδασκόμεθα πολλαχοῦ μὲν καὶ πολυτρόπως, μάλιστα δὲ ἐκ τῆς παραβολῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐπὶ τοῦ υἱοῦ τοῦ λαβόντος τὴν τοῦ πατρὸς οὐσίαν καὶ καταναλώσαντος εἰς ἁμαρτήματα. Οὗ ἡ μετάνοια οἵας καὶ ὅσης ἑορτῆς ἀξία γέγονεν, ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ Κυρίου μανθάνομεν. Καὶ διὰ Ἡσαΐου δέ φησιν ὁ Θεός· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.

Ὅπερ ὀφείλομεν εἰδέναι ἀληθὲς μόνον, ἐὰν ὁ τρόπος τῆς μετανοίας ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν ἀξιόλογος γένηται, καθὼς γέγραπται ἔν τε Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ· καὶ ὁ καρπὸς ἄξιος, καθὼς εἴρηται ἐν τῷ περὶ τούτου ἐπερωτήματι.

ΕΡΩΤΗΣΙΣ ΙΔʹ. Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀληθὴς μετάνοια ΑΠΟΚΡΙΣΙΣ. Ὁ τρόπος τῶν μετανοούντων καὶ ἡ διάθεσις τῶν ἀναχωρούντων τοῦ ἁμαρτήματος, καὶ ἡ σπουδὴ τῶν ἀξίων καρπῶν τῆς μετανοίας εἴρηται ἐν τοῖς ἰδίοις τόποις

ΕΡΩΤΗΣΙΣ ΙΕʹ Τί ἐστι τὸ, «Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ;» Καὶ ἐπὶ ποίοις ἐμόν ἐστιν ἀφιέναι. ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἐξουσία τοῦ ἀφιέναι οὐκ ἀπολύτως δέδοται· ἀλλ᾽ ἐν ὑπακοῇ τοῦ μετανοοῦντος, καὶ συμφωνίᾳ πρὸς τὸν ἐπιμελούμενον αὐτοῦ τῆς ψυχῆς. Γέγραπται γὰρ ἐπὶ τῶν τοιούτων, ὅτι Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τὸ δὲ ἐπὶ ποίοις οὐδὲ ἐρωτᾷν ἐστι, τῆς Καινῆς Διαθήκης διαφορὰν ἡμῖν μηδεμίαν δηλωσάσης, πάσης δὲ ἁμαρτίας τὴν ἄφεσιν τοῖς ἀξιολόγως μετανοοῦσιν ἐπαγγελλομένης· καὶ μάλιστα τοῦ Κυρίου ἐξ ἰδίου προσώπου ἐπαγγειλαμένου περὶ παντὸς πράγματος.

ΕΡΩΤΗΣΙΣ Ιϛʹ. Διὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα, αὐτομάτως σχεδὸν ὡς ἐμπεσόντος πόνου, κατανύσσεται· ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζομένη κατανυγῆναι μὴ δύνασθαι ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν τοιαύτη κατάνυξις Θεοῦ ἐστι δῶρον, ἢ εἰς ἐρεθισμὸν τῆς ἐπιθυμίας, ἵνα γευσαμένη ἡ ψυχὴ τῆς γλυκύτητος τοῦ τοιούτου πόνου, σπουδάσῃ τοῦτον ἐξομαλίσαι· ἢ εἰς ἀπόδειξιν τοῦ δύνασθαι τὴν ψυχὴν διὰ σπουδαιοτέρας ἐπιμελείας ἐν κατανύξει εἶναι πάντοτε, πρὸς τὸ ἀναπολόγητον τῶν διὰ ῥᾳθυμίας ταύτην ἀποβαλόντων· τὸ δὲ βιάζεσθαι καὶ μὴ δύνασθαι, ἅμα μὲν ἔλεγχος τῆς ἐν τῷ ἄλλῳ χρόνῳ ἀμελείας ἡμῶν (οὐ γὰρ δυνατὸν ἄνευ μελέτης καὶ συγγυμνασίας πλείονος καὶ συνεχοῦς, ἐξαίφνης ἐπί τι παρελθόντα, περιγενέσθαι αὐτοῦ)· ἅμα δὲ δείκνυσι τὴν ψυχὴν ὑφ᾽ ἑτέρων παθῶν κυριευομένην, καὶ ὑπ᾽ ἐκείνων οὐδὲ πρὸς ἃ βούλεται, ἐλευθεριάζειν ἐπιτρεπομένην, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον θεώρημα, εἰπόντος· Ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.

Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ· καὶ πάλιν· Νῦν δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· τοῦ Θεοῦ καὶ τοῦτο συμβαίνειν ἡμῖν εἰς ἀγαθὸν συγχωρήσαντος, ἐὰν ἄρα δι᾽ ὧν ἀκουσίως πάσχει ἡ ψυχὴ, εἰς αἴσθησιν ἔλθοι τοῦ κρατοῦντος, καὶ γνωρίσασα ἑαυτὴν ἐν οἷς ἀκουσίως δουλεύει τῇ ἁμαρτίᾳ, ἀνανήψῃ ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἕτοιμον εὑρίσκουσα τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀντίληψιν τῶν γνησίως μετανοούντων.

ΕΡΩΤΗΣΙΣ ΙΖʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνήσας ἐγκληθήσεται. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν, τῆς φύσεως μὴ ἐνοχλούσης, πρὸ καιροῦ τῆς πείνης ἡ μνήμη γίνεται, πρόδηλος μὲν ὁ μετεωρισμὸς τῆς ψυχῆς, κατηγορῶν αὐτῆς τήν τε περὶ τὰ παρόντα προσπάθειαν καὶ τὴν περὶ τὰ ἀρέσκοντα Θεῷ ῥᾳθυμίαν· ἕτοιμον δὲ καὶ οὕτως τὸ τοῦ Θεοῦ ἔλεος. Καταγνοὺς γάρ τις ἑαυτοῦ, τῷ λόγῳ τῆς μετανοίας ἀπολέλυται τοῦ ἐγκλήματος, καὶ ἐὰν φυλάξηται τοῦ λοιποῦ τὸν ὄλισθον, μνημονεύων τοῦ Κυρίου εἰπόντος; Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ δὲ, τῆς φύσεως ἀναγκαζούσης, καὶ τῆς πείνης κρατούσης, ἡ μὲν αἴσθησις τὴν μνήμην κινεῖ, νικᾷ δὲ ὁ λογισμὸς τῇ περὶ τὰ κρείττονα σπουδῇ τε καὶ σχολῇ, οὐχ ἡ μνήμη καταγνώσεως ἀξία, ἀλλ᾽ ἡ νίκη ἐπαίνου.

ΕΡΩΤΗΣΙΣ ΙΗʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκησιν· καὶ εἰ χρὴ, ποίαν ταύτην. ΑΠΟΚΡΙΣΙΣ. Μνημονεύοντες τοῦ Ἀποστόλου λέγοντος, Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, πολλὴν φροντίδα ἔχειν ὀφείλομεν, ὅπως μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, καὶ ὅπως μὴ πρόσκομμα γενώμεθα τοῖς ἀσθενοῦσι, μήτε μὴν οἰκοδομήσωμέν τινας εἰς κακίαν. Διόπερ ἀναγκαῖον καὶ ἐπὶ τῶν τοιούτων σκοπεῖν καὶ δοκιμάζειν τὸ πρὸς οἰκοδομὴν τῆς πίστεως, καὶ προκοπὴν πάσης ἀρετῆς ἐν Χριστῷ.

ΕΡΩΤΗΣΙΣ ΙΘʹ. Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφανῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτῷ ἐπιτηρεῖν ἵνα καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται. ΑΠΟΚΡΙΣΙΣ Αἱ μὲν πονηραὶ ὑπόνοιαι καὶ ἀπὸ προαιρέσεως ἐθελοκάκου γινόμεναι κατηγοροῦνται ὑπὸ τοῦ Ἀποστόλου· ἐπιτηρεῖν δὲ χρὴ τοῖς πᾶσιν ἐν ἀγάπῃ Χριστοῦ, καὶ ἐν ἐπιθυμίᾳ θεραπείας τοῦ ὑποπτευομένου τὸν ἐπιτεταγμένον τὴν πάντων ἐπιμέλειαν, ὅπως γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.

ΕΡΩΤΗΣΙΣ Κʹ. Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς κακῶς ζῶντας διακρίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ᾽ ἡμῶν, καθόλου παντὶ πᾶσα κοινωνία παντὸς ἀπηγορευμένου πράγματος κατά τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν ἐπιβλαβὴς καὶ ἐπικίνδυνος. Τοὺς δὲ ἐν ἁμαρτίαις ἐξετασθέντας καὶ πλέον ἀκριβεύεσθαι χρή.

Πρῶτον μὲν, ὅτι ὀλισθηροτέρα ἡ ψυχὴ πρὸς τὴν ἁμαρτίαν ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἡ ἐν συνηθείᾳ ταύτης γενομένη· ἔπειτα δὲ, ὅτι, καθάπερ ἐπὶ τῶν τὰ σώματα ἀσθενούντων ἡ ἐπιμέλεια τὴν ἐπιτήρησιν ἀκριβεστέραν ἔχει, ὡς καὶ τὰ ὠφελοῦντα τοὺς ὑγιαίνοντας παραιτεῖσθαι πολλάκις· οὕτω καὶ ἐπὶ τῶν τὴν ψυχὴν ἀῤῥωστησάντων πολὺ πλείονος χρεία τῆς παραφυλακῆς καὶ τῆς ἐπιμελείας. Ὅση δέ ἐστιν ἐκ τῆς πρὸς τοὺς ἁμαρτάνοντας κοινωνίας ἡ βλάβη, παρίστησιν ὁ αὐτὸς Ἀπόστολος ἐπὶ τοιαύτης ὑποθέσεως εἰπών· Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Εἰ δὲ ἐπὶ τῶν ἐν τοῖς ἠθικοῖς σφαλλομένων τοσαύτη ἐστὶν ἡ βλάβη, τί χρὴ λέγειν περὶ τῶν περὶ Θεοῦ κακοδοξούντων, οὓς ἡ κακοδοξία οὐδὲ ἐν τοῖς ἄλλοις ὑγιαίνειν ἐᾷ, παραδιδομένους ἅπαξ δι᾽ αὐτὴν τοῖς τῆς ἀτιμίας πάθεσιν;

ὡς πολλαχόθεν δείκνυται καὶ ἐκ τῶν ἐν τῇ πρὸς Ῥωμαίους εἰρημένων περί τινων οὕτως· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἓν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, οὐκ ἐνόησαν ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον δὲ αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν.

ΕΡΩΤΗΣΙΣ ΚΑʹ. Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς αὐτοὺς διορθωσόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Γίνεται ὁ μετεωρισμὸς ἀπὸ ἀργίας τοῦ νοῦ μὴ ἀσχολουμένου περὶ τὰ ἀναγκαῖα. Ἀργεῖ δὲ ὁ νοῦς καὶ ἀμεριμνεῖ ἐξ ἀπιστίας τοῦ παρεῖναι τὸν Θεὸν, ἐτάζοντα καρδίας καὶ νεφρούς. Εἰ γὰρ τοῦτο ἐπίστευε, πάντως ἐποίει τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Ὁ δὲ τοῦτο καὶ τὰ ὅμοια τούτῳ κατορθῶν οὔτε τολμήσει ποτὲ, οὔτε ἕξει σχολὴν διαλογίσασθαί τι τῶν μὴ πρὸς οἰκοδομὴν τῆς πίστεως οἰκονομουμένων, κἂν ἀγαθὸν εἶναι δοκῇ, οὐχ ὅτι γε τῶν ἀπηγορευμένων, καὶ μὴ ἀρεσκόντων Θεῷ.

ΕΡΩΤΗΣΙΣ ΚΒʹ. Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γίνονται. ΑΠΟΚΡΙΣΙΣ. Γίνονται μὲν ἐκ τῶν μετὰ ἡμέραν ἀλλοκότων τῆς ψυχῆς κινημάτων. Ἐὰν δὲ ἐν τῇ σχολῇ τῶν τοῦ Θεοῦ κριμάτων καθαρεύσῃ ἡ ἐκείνων ψυχὴ, καὶ ἐν μελέτῃ γένηται διηνεκεῖ τῶν καλῶν καὶ ἀρεσκόντων Θεῷ, τοιαῦτα ἕξει καὶ τὰ ἐνύπνια.

ΕΡΩΤΗΣΙΣ ΚΓʹ. Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου πᾶν ῥῆμα, τὸ μὴ συντελοῦν πρὸς τὴν προκειμένην ἐν Κυρίῳ χρείαν, ἀργόν ἐστι. Καὶ τοσοῦτός ἐστι τοῦ τοιούτου ῥήματος ὁ κίνδυνος, ὅτι, κἂν ἀγαθὸν ᾖ τὸ λεγόμενον, μὴ πρὸς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῆται, οὐκ ἐν τῇ ἀγαθότητι τοῦ ῥήματος ὁ λαλήσας ἔχει τὸ ἀκίνδυνον, ἀλλ᾽ ἐν τῷ μὴ πρὸς οἰκοδομὴν οἰκονομῆσαι τὸ ῥηθὲν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Τοῦτο γὰρ σαφῶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ τοῦτο ἐπαγαγών· Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε. Τὸ δὲ λυπῆσαι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ὅσον ἐστὶ κακὸν, τί δεῖ καὶ λέγειν;

ΕΡΩΤΗΣΙΣ ΚΔʹ. Τί ἐστι λοιδορία. ΑΠΟΚΡΙΣΙΣ. Πᾶν ῥῆμα ἐκ διαθέσεως τοῦ ἀτιμᾶσαι λεγόμενον λοιδορία ἐστὶ, κἂν αὐτὸ τὸ ῥῆμα μὴ δόξῃ εἶναι ὑβριστικόν. Καὶ τοῦτο δῆλον ἐκ τοῦ Εὐαγγελίου λέγοντος περὶ τῶν Ἰουδαίων, ὅτι Ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον αὐτῷ Σὺ εἶ μαθητὴς ἐκείνου.

ΕΡΩΤΗΣΙΣ ΚΕʹ. Τί ἐστι καταλαλιά. ΑΠΟΚΡΙΣΙΣ. Δύο καιροὺς εἶναι ἡγοῦμαι, καθ᾽ οὓς ἔξεστιν εἰπεῖν τι περί τινος φαῦλον· ὅτε ἀνάγκην ἔχει τις βουλεύσασθαι μετὰ καὶ ἑτέρων τῶν εἰς τοῦτο δεδοκιμασμένων πῶς διορθωθῇ ὁ ἡμαρτηκώς· καὶ πάλιν ὅταν χρεία γένηται ἀσφαλίσασθαί τινας τοὺς ἐξ ἀγνοίας δυναμένους πολλάκις συναναμιγῆναι τῷ κακῷ ὡς καλῷ, τοῦ Ἀποστόλου παραγγέλλοντος, μὴ συναναμίγνυσθαι τοῖς τοιούτοις, μή ποτε λάβῃ τις βρόχους τῇ ἑαυτοῦ ψυχῇ. Ὅπερ εὑρίσκομεν τὸν αὐτὸν Ἀπόστολον πεποιηκότα δι᾽ ὧν γράφει Τιμοθέῳ, ὅτι Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο, ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Ἐκτὸς δὲ τῆς τοιαύτης ἀνάγκης ὁ λέγων τι κατά τινος, ἵνα αὐτὸ τοῦτο διαβάλῃ, ἢ διασύρῃ, κατάλαλός ἐστι, κἂν ἀληθὲς ᾖ τὸ λεγόμενον.

ΕΡΩΤΗΣΙΣ Κϛʹ. Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦντος καὶ ἀνεχόμενος, τίνος, ἐστὶν ἄξιος. ΑΠΟΚΡΙΣΙΣ. Ἀφορισμοῦ καὶ ἀμφότεροι. Τὸν γὰρ καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ἀλλαχοῦ εἴρηται· Μὴ ἡδέως ἄκουε καταλαλοῦντος, ἵνα μὴ ἐξαρθῇς.

ΕΡΩΤΗΣΙΣ ΚΖʹ. Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ προσέξομεν. ΑΠΟΚΡΙΣΙΣ. Φανερὸν τοῦτο τὸ κρῖμα ἐκ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς ἐπὶ Μαριὰμ, ἡνίκα κατελάλησε Μωϋσέως, ἧς τὸ ἁμάρτημα, οὐδὲ αὐτοῦ Μωϋσέως δεομένου, ἀνεκδίκητον ἀφῆκεν ὁ Θεός.

ΕΡΩΤΗΣΙΣ ΚΗʹ. Ἐάν τις θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν ἀποκρίνηταί τινι, καὶ ὑπομνησθεὶς λέγῃ, ὅτι οὐδὲν πονηρὸν ἔχω ἐν τῇ καρδίᾳ, εἰ δεῖ αὐτῷ πιστεῦσαι. ΑΠΟΚΡΙΣΙΣ. Οὐ πάντα τὰ πάθη τῆς ψυχῆς φανερά ἐστι τοῖς πᾶσιν, οὔτε αὐτῷ τῷ πάσχοντι, ὡς οὐδὲ τὰ τοῦ σώματος.

Ὥσπερ οὖν ἐπὶ τοῦ σώματος οἱ ἐπιστήμονες σημεῖα ἔχουσί τινα τῶν κεκρυμμένων παθῶν, καὶ φευγόντων τὴν αἴσθησιν τοῦ πάσχοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, κἂν μὴ αἰσθάνηται τοῦ ἰδίου πάθους ὁ ἁμαρτάνων, πιστεύειν δεῖ τῷ Κυρίῳ, καὶ αὐτὸν καὶ τοὺς μετ᾽ αὐτοῦ διαβεβαιωσαμένῳ, ὅτι ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά. Ὁ μὲν γὰρ κακὸς ἀγαθόν τι ῥῆμα ἢ πρᾶγμα πολλάκις καὶ σχηματίζεται· τὸν δὲ ἀγαθὸν σχηματίσασθαί τι κακὸν ἀμήχανον. Προνοούμενοι γὰρ καλὰ, φησὶν, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.

ΕΡΩΤΗΣΙΣ ΚΘʹ. Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν Θεὸν ἐπόπτην, καὶ τὸν Κύριον παρόντα ἐνοπτρίζεσθαι ἡγῆται ἀεί. Τίς γὰρ ὑπήκοος ἐν ὀφθαλμοῖς ἄρχοντός ποτε κατατολμᾷ τινος τῶν μὴ ἀρεσκόντων αὐτῷ; Καὶ ἐὰν μὴ ἐκδέχηται τὴν παρ᾽ ἑτέρων ὑπακοὴν, ἀλλ᾽ αὐτὸς πρὸς ὑπακοὴν παρασκευάζηται, πάντας ἡγούμενος ὑπερέχοντας ἑαυτοῦ.

Εἰ μὲν γὰρ πρὸς τὴν ἑαυτοῦ χρείαν τὴν ὑπακοὴν ἐπιζητεῖ, γινωσκέτω, ὅτι ὁ λόγος τοῦ Κυρίου αὐτὸν ἕκαστον τοῖς ἄλλοις ὑπηρετεῖν διδάσκει· εἰ δὲ τῆς τοῦ Κυρίου ἐντολῆς παρακοὴν ἐκδικεῖ, οὐκ ὀργῆς χρεία, ἀλλ᾽ οἴκτου καὶ συμπαθείας κατὰ τὸν εἰπόντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;

ΕΡΩΤΗΣΙΣ Λʹ. Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς κακῆς. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιθυμίᾳ διαπύρῳ τῶν θελημάτων τοῦ Θεοῦ, καὶ τοιαύτῃ, οἵαν ἔδειξεν ἔχειν ὁ εἰπών· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.

Ἀεὶ γὰρ ἡ τῶν κρειττόνων ἐπιθυμία ἐν ἐξουσίᾳ καὶ δυνάμει ἔχουσα τὴν ἀπόλαυσιν τῶν ἐπιθυμουμένων, καταφρονεῖν καὶ ἀποστρέφεσθαι ἀναγκάζει τὰ ἐλάττονα, ὡς ἐδίδαξαν οἱ ἅγιοι πάντες· πόσῳ δὲ μᾶλλον τὰ φαῦλα, καὶ αἰσχύνης ἄξια;

ΕΡΩΤΗΣΙΣ ΛΑʹ. Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου τοὺς νῦν γελῶντας κατακρίνοντος, εὔδηλον, ὅτι οὐδέποτε καιρὸς γέλωτός ἐστι τῷ πιστῷ, καὶ μάλιστα ἐν τοσούτῳ πλήθει τῶν διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμαζόντων καὶ θανατουμένων ἐν τῇ ἁμαρτίᾳ, ὑπὲρ ὧν ἀθυμεῖν καὶ στένειν χρή.

ΕΡΩΤΗΣΙΣ ΛΒʹ. Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, πῶς αὐτὸν ἀποθώμεθα. ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν τοιοῦτος νυσταγμὸς γίνεται, ὅταν νωθροτέρα γένηται ἡ ψυχὴ περὶ τὰς περὶ Θεοῦ ἐννοίας, καὶ τῶν κριμάτων τοῦ Θεοῦ καταφρονῶμεν· ἀποτιθέμεθα δὲ αὐτὸν, ὅταν γνησίαν καὶ ἀξιόλογον ἀναλάβωμεν τῆς μεγαλειότητος τοῦ Θεοῦ τὴν ἔννοιαν, καὶ τῶν θελημάτων αὐτοῦ τὴν ἐπιθυμίαν, κατὰ τὸν εἰπόντα· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου· ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.

ΕΡΩΤΗΣΙΣ ΛΓ. Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἐπὶ μὲν τῶν ἐπαινούντων σπουδὴν ἐπιδείξηται, ἐπὶ δὲ τῶν ψεγόντων ὀκνηρὸς γένηται. Εἰ γὰρ τῷ Κυρίῳ ἀρέσκειν βούλεται, πάντοτε καὶ πανταχοῦ ὁ αὐτὸς ἔσται, πληρῶν τὸ εἰρημένον· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτιμίας· διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι, καὶ ἀληθεῖς.

ΕΡΩΤΗΣΙΣ ΛΔʹ. Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας, καὶ τὸ περιβλέπεσθαι τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους. ΑΠΟΚΡΙΣΙΣ Πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, καὶ ἀπερισπάστῳ φροντίδι τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ διαπύρῳ ἐπιθυμίᾳ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν. Οὐδεὶς γὰρ ἐν ὄψεσι δεσπότου πρὸς ἀρέσκειαν συνδούλου ἐπὶ ἀτιμίᾳ τοῦ δεσπότου καὶ κατακρίσει ἑαυτοῦ μετεωρίζεται.

ΕΡΩΤΗΣΙΣ ΛΕʹ. Πῶς γνωρίζεται ὁ ὑπερήφανος, καὶ πῶς θεραπεύεται. ΑΠΟΚΡΙΣΙΣ. Γνωρίζεται μὲν ἐκ τοῦ τὰ τῆς ὑπεροχῆς ἐπιζητεῖν· θεραπεύεται δὲ, ἐὰν πιστεύσῃ τῷ κρίματι τοῦ εἰπόντος· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι, ὅπως ἄν τις φοβηθῇ τὸ κρῖμα τῆς ὑπερηφανίας, οὐ δύναται θεραπευθῆναι τὸ πάθος, ἐὰν μὴ ἀναχωρήσῃ τῶν τῆς ὑπεροχῆς ἐπιτηδευμάτων ἁπάντων· ὡς οὐ δύναται ἀπομαθεῖν διάλεκτον ἢ οἵαν δήποτε τέχνην, μὴ τελείως ἀναχωρήσας οὐ μόνον τοῦ ποιεῖν, ἢ λαλεῖν τι κατ᾽ ἐκείνην τὴν τέχνην, ἀλλὰ καὶ τοῦ ἀκούειν τῶν λαλούντων, καὶ βλέπειν τοὺς ποιοῦντας· ὅπερ παρατηρητέον καὶ ἐπὶ πάσης κακίας.