Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΡΒ΄ - ΡΜΣΤ΄: Οργάνωση αδελφότητας, διακονήματα και εγκράτεια

Η στάση απέναντι σε όσους αποχωρούν, η ορθή εκτέλεση των διακονημάτων, η ευταξία κατά τα γεύματα, το μέτρο της εγκράτειας και η φροντίδα των σκευών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 10

ΕΡΩΤΗΣΙΣ ΡΒʹ. Εἰ χρὴ τὸν ἐξερχόμενον ἀπὸ ἀδελφότητος καθ᾽ οἱονδήποτε λόγον παρακλήσει κατέχεσθαι, ἢ οὔ· καὶ εἰ χρὴ, ἐπὶ τίσιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος· Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβαλῶ ἔξω· καὶ πάλιν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· καὶ ἀλλαχοῦ· Τίς ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον, ἕως ὅτου εὕρῃ; παντὶ τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπουδάζειν τὸ ἐξηρθρωμένον, ἵνα οὕτως εἴπω, μέλος ἐναρθροῦν. Ἐὰν δὲ ἐπιμένῃ τῇ κακίᾳ οἱᾳδηποτοῦν, ἀφιέναι ὡς ἀλλότριον. Γέγραπται γάρ, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν.

ΕΡΩΤΗΣΙΣ ΡΓʹ. Ὅτι μὲν χρὴ τοῖς πρεσβυτέροις ἕως θανάτου ὑποτάσσεσθαι, τοῦτο ἤδη ἐδιδάχθημεν· ἐπειδὴ δὲ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαίνειν τὸν πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι, καὶ πῶς, καὶ παρὰ τίνων, διδαχθῆναι δεόμεθα· εἰ δὲ μὴ καταδέχοιτο, τί χρὴ γενέσθαι. ΑΠΟΚΡΙΣΙΣ Περὶ τούτων εἴρηται σαφῶς ἐν τῇ πλατυτέρᾳ ἀποκρίσει.

ΕΡΩΤΗΣΙΣ ΡΔʹ. Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελφοῖς· μόνου τοῦ προεστῶτος τὴν δοκιμασίαν ποιουμένου, ἢ καὶ τῶν ἀδελφῶν ψηφιζομένων· ὁμοίως δὲ καὶ ἐν ταῖς ἀδελφαῖς. ΑΠΟΚΡΙΣΙΣ. Εἰ περὶ ὧν φρονεῖ ἕκαστος, ἀνατίθεσθαι ἑτέροις ἐδιδάχθη, πόσῳ μᾶλλον τὰ τοιαῦτα μετὰ δοκιμασίας τῶν εἰς τοῦτο ἐπιτηδείων γίνεσθαι χρή; ὡς Θεοῦ οἰκονομίας κατὰ Θεὸν ὀφειλούσης ἐγχειρίζεσθαι τοῖς ἤδη ἀπόδειξιν δεδωκόσι τοῦ δύνασθαι εὐαρέστως τῷ Κυρίῳ τὸ ἐγχειρισθὲν οἰκονομεῖν. Καὶ καθόλου ἐν παντὶ πράγματι τὸν προεστῶτα μνημονεύειν ἀναγκαῖον τῆς ἁγίας Γραφῆς λεγούσης· Μετὰ βουλῆς πάντα ποίει.

ΕΡΩΤΗΣΙΣ ΡΕʹ. Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐθέως τέχνας διδάσκειν. ΑΠΟΚΡΙΣΙΣ Οἱ προεστῶτες δοκιμάσουσιν.

ΕΡΩΤΗΣΙΣ Ρϛʹ. Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι πρὸς τὴν τῶν ἁμαρτανόντων ἐπιστροφήν. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τῇ τῶν προεστώτων δοκιμασίᾳ γνωριζέσθω ὁ καιρὸς καὶ ὁ τρόπος κατά τε τὴν ἡλικίαν τοῦ σώματος καὶ ἕξιν ψυχῆς, καὶ ἁμαρτήματος διαφοράν.

ΕΡΩΤΗΣΙΣ ΡΖʹ. Ἐάν τις ἐπιθυμίαν ἔχειν λέγῃ τοῦ συζῇν ἀδελφότητι, διὰ δὲ τὴν πρὸς τοὺς οἰκείους κατὰ σάρκα θεραπείαν, ἢ καὶ διὰ τελέσματα πολλάκις ἐμποδίζηται, ἅπαξ ἑαυτὸν ἀποδοῦναι τῷ τοιούτῳ βίῳ, εἰ χρὴ συγχωρεῖν αὐτῷ τὴν πρὸς ἀδελφοὺς εἴσοδον. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν τοῦ καλοῦ ἐπιθυμίαν ἐγκόπτειν οὐκ ἀκίνδυνον· οὐ μὴν οὐδὲ τῷ εἰσίοντι καιρὸν διδόναι τὰ ἔξωθεν καὶ ἀλλότρια τοῦ κατὰ Θεὸν βίου λογοποιεῖν ἀσφαλές. Εἰ δὲ εἰσιὼν ἑαυτὸν ἀποδίδωσι τοῖς ἔσωθεν μηδὲν τῶν ἔξωθεν ἐπεισφέρων, ἐλπίδα ἔχει χρηστοτέραν

ΕΡΩΤΗΣΙΣ ΡΗʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς πίστεως. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τούτοις οὐ σώζεται τὸ τοῦ Ἀποστόλου παράγγελμα, εἰπόντος· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

ΕΡΩΤΗΣΙΣ ΡΘʹ. Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης συνεχῶς διαλέγεσθαι, καὶ μάλιστα ἐάν τινες τῶν ἀδελφῶν ἐπὶ τούτῳ βλάπτωνται. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καλὸν μιμήσασθαι αὐτὸν λέγοντα, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· καὶ ὅση δύναμις ἐπὶ τὸ σπανιώτερον καὶ εὐαπαλλακτότερον συντέμνειν τὰς συντυχίας.

ΕΡΩΤΗΣΙΣ ΡΙʹ. Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυτέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι. ΑΠΟΚΡΙΣΙΣ Εὐσχημονέστερον καὶ εὐλαβέστερον μετὰ τῆς πρεσβυτέρας πρὸς τὸν πρεσβύτερον ἡ ἐξαγόρευσις γενήσεται, τὸν δυνάμενον ἐπιστημόνως τὸν τρόπον τῆς μετανοίας καὶ τῆς διορθώσεως ὑποθέσθαι.

ΕΡΩΤΗΣΙΣ ΡΙΑʹ. Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαντος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυτέρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα. ΑΠΟΚΡΙΣΙΣ. Καὶ σφόδρα.

ΕΡΩΤΗΣΙΣ ΡΙΒʹ. Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκόλουθόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι, ἢ δεῖ καὶ αὐτοῖς πρότερον ἀνατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἐπὶ τοῦ μετανοοῦντος συγκαλεῖσθαι τοὺς φίλους καὶ τοὺς γείτονας διδάσκει. Ὥστε ἀναγκαῖον πολὺ μᾶλλον ἐν γνώσει πάντων τῶν ἀδελφῶν προσδεχθῆναι τὸν προσερχόμενον, ἵνα καὶ συγχαρῶσιν ἀλλήλοις, καὶ συνεύξωνται.

ΕΡΩΤΗΣΙΣ ΡΙΓʹ. Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος φυλάξαι τὸ, »Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία·» ἐπειδὴ πρὸς πολλὰ καὶ διάφορα πρόσωπα ἔχει. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ σοφωτάτου Σολομῶντος εἰπόντος, Καιρὸς τῷ παντὶ πράγματι, εἰδέναι χρὴ, ὅτι καὶ ταπεινοφροσύνης, καὶ ἐξουσίας, καὶ ἐλέγχου, καὶ παρακλήσεως, καὶ φειδοῦς, καὶ παῤῥησίας, καὶ χρηστότητος, καὶ ἀποτομίας, καὶ ἁπαξαπλῶς παντὸς πράγματος καιρός ἐστιν ἴδιος. Ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινοφροσύνης δεικνύειν, καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία, καὶ μάλιστα ὅτε καιρός ἐστι τῶν εἰς ἀλλήλους τιμῶν καὶ καθηκόντων, καὶ τῆς περὶ τὸ σῶμα ὑπηρεσίας ἢ θεραπείας, ὡς ὁ Κύριος ἐδίδαξε· ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν.

Καὶ, ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐπιδείκνυσθαι, καὶ ἐφ᾽ ἑκάστου τῶν ἄλλων ὁμοίως.

ΕΡΩΤΗΣΙΣ ΡΙΔʹ. Τοῦ Κυρίου προστάσσοντος, «Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾽ αὐτοῦ δύο·» καὶ τοῦ Ἀποστόλου διδάσκοντος, ὑποτάσσεσθαι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, εἰ δεῖ παντὶ καὶ ὅ τι δήποτε ἐπιτάσσοντι ὑπακούειν. ΑΠΟΚΡΙΣΙΣ. Γῶν μὲν ἐπιτασσόντων ἡ διαφορὰ οὐδὲν ὀφείλει παραβλάπτειν τὴν ὑπακοὴν τῶν ἐπιτασσομένων· οὔτε γὰρ Μωσῆς παρήκουσε τοῦ Ἰοθὸρ ἀγαθὰ συμβουλεύσαντος· τῶν δὲ ἐπιτεταγμένων διαφορᾶς οὐκ ὀλίγης οὔσης (τὰ μὲν γὰρ ἐναντίως ἔχει πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου, ἤτοι παραφθείροντα αὐτὴν, ἢ μολύνοντα πολλαχῶς ἐπιμιξίᾳ τοῦ κεκωλυμένου· τὰ δὲ συνεμπίπτει τῇ ἐντολῇ· τὰ δὲ, κἂν μὴ συνεμπίπτῃ κατὰ τὸ προφανὲς, ἀλλὰ συμβάλλεται, καὶ οἱονεὶ βοήθειά τίς ἐστι τῆς ἐντολῆς), ἀναγκαῖον μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόντος· Προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε· καὶ πάλιν· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

Ὥστε ἂν μέν τι συνεμπῖπτον τῇ ἐντολῇ τοῦ Κυρίου, ἢ συμβαλλόμενον ἐπιταχθῶμεν, ὡς τοῦ Θεοῦ θέλημα σπουδαιότερον καὶ ἐπιμελέστερον καταδέχεσθαι χρὴ, πληροῦντας τὸ εἰρημένον· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ Χριστοῦ· ὅταν δέ τι ἐναντίον τῇ τοῦ Κυρίου ἐντολῇ, παραφθεῖρον ἢ μολῦνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· μνημονεύοντας τοῦ Κυρίου λέγοντος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου τολμήσαντος ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐτῶν καθάψασθαι τῶν ἀγγέλων δι᾽ ὧν φησι· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ἐξ ὧν παιδευόμεθα, ὅτι, κἂν πολὺ γνήσιός τις ᾖ, κἂν ὑπερβαλλόντως ἔνδοξος ὁ κωλύων τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, ἢ προτρέπων ποιεῖν τὸ ὑπ᾽ αὐτοῦ κεκωλυμένον, φευκτὸς ἢ καὶ βδελυκτὸς ὀφείλει εἶναι ἑκάστῳ τῶν ἀγαπώντων τὸν Κύριον.

ΕΡΩΤΗΣΙΣ ΡΙΕʹ. Πῶς ὑπακούειν ἀλλήλοις χρή. ΑΠΟΚΡΙΣΙΣ Ὡς δούλους δεσπόταις, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, ὅτι Ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας ἔστω πάντων ἔσχατος, καὶ πάντων δοῦλος. Οἷς ἐπιφέρει δυσωπητικώτερον· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Διὰ τῆς ἀγάπης τοῦ Πνεύματος δουλεύετε ἀλλήλοις.

ΕΡΩΤΗΣΙΣ ΡΙϛʹ. Μέχρι πόσου ὑπακούειν δεῖ ἐν τῷ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Ἀπόστολος ἔδειξε, προθεὶς ἡμῖν τὴν τοῦ Κυρίου ὑπακοήν, ὃς Ἐγένετο ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ προειπών· Τοῦτο φρονείσθω ἐν ὑμῖν. ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ.

ΕΡΩΤΗΣΙΣ ΡΙΖʹ. Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ᾽ ἡμέραν πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέχνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, καὶ εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος καὶ αὐθάδης, καὶ αὐτάρεσκός ἐστι, καὶ ἄπιστος· ὅτι οὐκ ἐφοβήθη τὸ κρῖμα τοῦ Κυρίου εἰπόντος· Γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Εἰ γὰρ καθ᾽ ἡμέραν καὶ καθ᾽ ὥραν προσδοκᾷ τις τὸν Κύριον, ἀγωνιᾷ πῶς τὴν σήμερον ἀργὸς μὴ παρέλθῃ, καὶ πλέον οὐδὲν περιεργάζεται. Εἰ δὲ ἐπιταχθείη μαθεῖν τέχνην, ἐν τῇ ὑπακοῇ ἐχέτω τὸ κέρδος τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ μὴ ἐν τῇ ὑπερθέσει τὸ κρῖμα.

ΕΡΩΤΗΣΙΣ ΡΙΗʹ. Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος οὐχ ὃ ἐπιτάσσεται, ἀλλ᾽ ὃ αὐτὸς θέλει, ποῖον μισθὸν ἔχει. ΑΠΟΚΡΙΣΙΣ. Αὐταρεσκείας. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομὴν, καὶ περισσοτέρως δυσωποῦντος ἐν τῷ ἐπενεγκεῖν, Καὶ γὰρ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε, γνωρίζειν ὀφείλει τὸν ἑαυτοῦ κίνδυνον ὁ αὐτάρεσκος· ἐλέγχεται δὲ ὁ αὐτὸς καὶ ἀνυπότακτος.

ΕΡΩΤΗΣΙΣ ΡΙΘʹ. Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν ἔργον, καὶ ἄλλο ἐπιζητεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς ὑπακοῆς, καθὼς προείρηται. μέχρι θανάτου ἐχούσης τὸ μέτρον, ὁ τὸ ἐγχειρισθὲν παραιτούμενος, καὶ ἄλλο ἐπιζητῶν, πρῶτον μὲν τὴν ὑπακοὴν διαφθείρει, καὶ φανερός ἐστι μὴ ἀρνησάμενος ἑαυτόν· ἔπειτα καὶ ἑτέρων κακῶν πλειόνων ἑαυτῷ τε καὶ τοῖς λοιποῖς αἴτιος γίνεται. Καὶ γὰρ θύραν ἀντιλογίας τοῖς πολλοῖς ἀνοίγει, καὶ ἑαυτὸν πρὸς ταύτην ἐθίζει. Καὶ ἐπεὶ μὴ δύναται ἕκαστος δοκιμάζειν τὸ συμφέρον, ἐκλέγεται πολλάκις τὸ βλαβερὸν ἑαυτῷ ἔργον. Καὶ ὑπονοίας δὲ πονηρὰς ἐμποιεῖ τοῖς ἀδελφοῖς, ὡς προπεπονθὼς ᾖ τῷ ἔργῳ ὅπερ ἐπιζητεῖ, ἢ οἷς συνεργάζεσθαι ἀνάγκη.

Ὥστε καθόλου τὸ μὴ ὑπακούειν πολλῶν καὶ μεγάλων κακῶν ἐστι ῥίζα. Εἰ δέ τινα λόγον ἔχειν νομίζει τῆς παραιτήσεως τοῦ ἔργου, φανερούτω τοῦτον τοῖς προεστῶσι, καὶ καταλιμπανέτω τῇ ἐκείνων δοκιμασίᾳ.

ΕΡΩΤΗΣΙΣ ΡΚʹ. Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ προεστῶτος. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε· πόσῳ μᾶλλον ἕκαστος ἡμῶν ἑαυτῷ ἐπιτρέπειν οὐκ ὀφείλει;

Ὁ γὰρ ἑαυτῷ ἐπιτρέπων δῆλός ἐστιν ὑψηλοφροσύνην νοσῶν, καὶ ὑποκείμενος τῷ κρίματι τοῦ Κυρίου εἰπόντος· Τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. Καὶ καθόλου τὸ ἑαυτῷ ἐπιτρέπειν ὑπαίτιον.

ΕΡΩΤΗΣΙΣ ΡΚΑʹ. Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γνήσιος ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ βέβαιος ἐν πληροφορίᾳ τῆς παρὰ τοῦ Κυρίου μισθαποδοσίας, οὐ τοῖς γινομένοις ἀρκεῖται, ἀεὶ δὲ προσθήκην ἐπιζητεῖ, καὶ τοῦ πλείονος ὀρέγεται. Κἂν ὑπὲρ δύναμιν δόξῃ ποιεῖν τι, οὐκ ἀμεριμνεῖ, ὡς πληρώσας τὸ μέτρον· ἀγωνιᾷ δὲ ἀεὶ, ὡς ἀπολιμπανόμενος τοῦ πρὸς ἀξίαν, τοῦ Κυρίου ἀκούων προστάσσοντος, ὅτι Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα, τότε λέγετε· Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν· τοῦ δὲ Ἀποστόλου, ᾧ ὁ κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ, μὴ ἐπαισχυνθέντος εἰπεῖν, ὅτι Ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὃς, καίτοι ἐξουσίαν ἔχων, τὸ Εὐαγγέλιον καταγγέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν, Ἐν κόπῳ καὶ μόχθῳ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Τίς οὖν οὕτως ἀναίσθητος καὶ ἄπιστος, ὡς ἀρκεσθῆναί ποτε τοῖς ἤδη γενομένοις, ἢ παραιτήσασθαί τι ὡς βαρύτερον, ἢ κοπῶδες;

ΕΡΩΤΗΣΙΣ ΡΚΒʹ. Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέγῃ, ὅτι, «Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω·» εἰ δεῖ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν τοσούτου ἐπιτιμίου ἄξιον τὸ πταῖσμα, ὡς καὶ τοῦ φαγεῖν κωλυθῆναι, ὁ ἐπιτιμήσας δοκιμάσει πάντως· εἰ δὲ μόνης τῆς εὐλογίας ἀνάξιός τις ἐκρίθη, συγχωρηθεὶς δὲ φαγεῖν οὐκ ἀνέχεται, ὡς ἀπειθὴς ἐν τούτῳ, καὶ φιλόνεικος κρινέσθω· ἅμα καὶ ἑαυτὸν γνωρίζων καὶ ἐπιγινώσκων, ὅτι οὐχὶ θεραπεύει ἑαυτὸν τοῦτο ἐπιζητῶν, ἀλλὰ ἁμάρτημα ἁμαρτήματι συνάπτει.

ΕΡΩΤΗΣΙΣ ΡΚΓʹ. Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν, ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τούτου εἴρηται πολλαχοῦ, ὅτι καθόλου τῷ θελήματι τῷ ἰδίῳ κεχρῆσθαι, ἢ ἐπιτρέπειν, παρὰ τὸν ὑγιῆ ἐστι λόγον· καὶ τῇ δοκιμασίᾳ τῶν πλειόνων μὴ ὑποτάσσεσθαι ἀπειθείας καὶ ἀντιλογίας ἔχει τὸν κίνδυνον.

ΕΡΩΤΗΣΙΣ ΡΚΔʹ. Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ Ἑλλήνων κατὰ συντυχίαν εὑρεθέντα που, ἢ συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι αὐτούς. ΑΠΟΚΡΙΣΙΣ. Τὸν μὲν ἀσπασμὸν τοῦτον δηλονότι τὸν κοινὸν ἐπ᾽ οὐδενὸς ὁ Κύριος ἀπηγόρευσεν, εἰπών· Ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ ἐθνικοὶ οὕτω ποιοῦσιν; περὶ δὲ τοῦ συνεσθίειν ἔχομεν παραγγελίαν τοῦ Ἀποστόλου, ἐπὶ τίνων χρὴ παραιτεῖσθαι τοῦτο, εἰπόντος· Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι. Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

ΕΡΩΤΗΣΙΣ ΡΚΕʹ. Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς ὑπομνήσεως παρὰ τὸ διατεταγμένον, ἢ ὑπὲρ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ ἔχειν τὸ ἔργον. ΑΠΟΚΡΙΣΙΣ. Τὸ μὲν ἑαυτῷ λαμβάνειν καθόλου ἀπαρέσκει Θεῷ· καὶ οὔτε πρέπει, οὔτε συμφέρει τοῖς ἐσπουδακόσι τὸν σύνδεσμον τῆς εἰρήνης φυλάσσειν· εἰ δὲ ἐπιμένοι προπετευόμενος, συμφέρει ἀρθῆναι ἀπ᾽ αὐτοῦ τὸ ἔργον. Οὐ γὰρ φυλάσσει τὸ πρόσταγμα τοῦ εἰπόντος· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω· καὶ ἔτι ἐντρεπτικώτερον· Μὴ ὑπερφρονεῖν, παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.

ΕΡΩΤΗΣΙΣ ΡΚϛʹ. Πῶς ἄν τις ἡττηθῇ τῆς ἐν βρώμασι φιληδονίας. ΑΠΟΚΡΙΣΙΣ. Κρίνας τὸν λόγον τοῦ συμφέροντος, ὁδηγὸν καὶ διδάσκαλον ἔχειν ἀεὶ τῶν εἰς τὴν χρῆσιν παραλαμβανομένων, εἴτε ἡδέα εἴτε ἀηδῆ ταῦτα εἴη

ΕΡΩΤΗΣΙΣ ΡΚΖʹ. Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆναι ἄνθρωπον. ΑΠΟΚΡΙΣΙΣ. Εἰ δυνατόν ἐστι τῷ στρατιώτῃ ἐν ὄψεσι βασιλέως ὀργισθῆναι, οὐδὲ οὕτω λόγον ἔχει τὸ λεγόμενον. Εἰ γὰρ ἀνθρώπου ὄψις ἰσοτίμου κατὰ τὴν φύσιν διὰ τὴν ὑπεροχὴν τοῦ ἀξιώματος ἐκώλυσε τὸ πάθος, πόσῳ μᾶλλον, ἐὰν πληροφορηθῇ τις Θεὸν ἔχειν ἐπόπτην τῶν ἰδίων κινημάτων; Πολὺ γὰρ πλέον ὁ Θεὸς, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, βλέπει τὰ κινήματα τῆς ψυχῆς, ἢ ἄνθρωπος τὰ εἰς πρόσωπον.

ΕΡΩΤΗΣΙΣ ΡΚΗʹ. Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε καὶ εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ δεῖ συγχωρεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα οὐ κυρίως φαίνεταί μοι πεποιημένον. Ἡ γὰρ ἐγκράτεια οὐκ ἐν ἀποχῇ ἀλόγων βρωμάτων ἐστὶν, ἐν ᾗ συμβαίνει ἡ ὑπὸ τοῦ Ἀποστόλου κατηγορουμένη ἀφειδία σώματος, ἀλλ᾽ ἐν τελείᾳ ἀναχωρήσει τῶν ἰδίων θελημάτων. Ὅσον δὲ ἔχει κίνδυνον διὰ τὸ ἴδιον θέλημα τῆς ἐντολῆς τοῦ Κυρίου ἐκπεσεῖν, δῆλον ἐκ τῶν ὑπὸ τοῦ Ἀποστόλου εἰρημένων, εἰπόντος· Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς.

ΕΡΩΤΗΣΙΣ ΡΚΘʹ. Ὁ πολλὰ νηστεύων, ἐν δὲ τῇ μεταλήψει μὴ δυνάμενος ἀνέχεσθαι τοῦ βρώματος τοῦ κοινοῦ, τί μᾶλλον ἑλέσθαι ὀφείλει, νηστεύειν μετὰ τῶν ἀδελφῶν, καὶ ἐσθίειν μετ᾽ αὐτῶν, ἢ, διὰ τὸ ἀμέτρως νηστεύειν, ἄλλων βρωμάτων ἔχειν χρείαν ἐν τῇ μεταλήψει. ΑΠΟΚΡΙΣΙΣ. Νηστείας καιρὸς, οὐ τὸ θέλημα ἑκάστου, ἀλλ᾽ ἡ χρεία τῶν εἰς θεοσέβειαν ἡκόντων· καθὼς καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἱστοροῦσι, καὶ παρὰ τοῦ ἐκλεκτοῦ Δαβὶδ μανθάνομεν. Ἐὰν οὖν τις κατὰ λόγον τοιοῦτον νηστεύῃ, καὶ τοῦ δύνασθαι πάντως καταξιοῦται. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.

ΕΡΩΤΗΣΙΣ ΡΛʹ. Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας πρός τι τῶν εἰς θεοσέβειαν ἐπιζητουμένων· ὡς ἀναγκαζόμενον, ἢ μετὰ προθυμίας. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, πᾶν τὸ συντελοῦν εἰς θεοσέβειαν, μὴ μετ᾽ ἐπιθυμίας καὶ σπουδῆς γινόμενον, ἐπικίνδυνον. Ὥστε τὸν μὲν νηστεύοντα μὴ προθύμως τοῦτο ποιεῖν οὐκ ἀκίνδυνον· τὸ δὲ νηστεύειν ἐν καιρῷ χρείας τοιαύτης ἀναγκαῖον, τοῦ Ἀποστόλου μετὰ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων καὶ τοῦτο πρὸς διδασκαλίαν ἡμετέραν διηγησαμένου τὸ, Ἐν νηστείαις πολλάκις.

ΕΡΩΤΗΣΙΣ ΡΛΑʹ. Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν, ἀλλ᾽ ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου τὸ ἐπιζητεῖν βρῶμα παρ᾽ ἐντολήν ἐστι, τοῦ Κυρίου εἰπόντος· Μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε· καὶ μὴ μετεωρίζεσθε· καὶ καταπληκτικώτερον ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Τοῦ δὲ ἐπιτεταγμένου ἐστὶ πληροῦν ἐπιμελῶς τὸ, Διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.

ΕΡΩΤΗΣΙΣ ΡΛΒʹ. Ὁ λέγων, ὅτι βλάπτει με τοῦτο, καὶ λυπούμενος, ἐὰν ἄλλο μὴ δοθῇ αὐτῷ, τί ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Φαίνεται, ὅτι οὐκ ἐπληροφορήθη τὴν ἐλπίδα Λαζάρου, οὔτε ἐγνώρισε τὴν ἀγάπην τοῦ πεπιστευμένου τὴν πάντων καὶ αὐτοῦ ἐπιμέλειαν. Καθόλου δὲ οὔτε περὶ τοῦ βλάπτοντος ἢ ὠφελοῦντος ἑαυτῷ ἐπιτρέπειν τὴν δοκιμασίαν ἕκαστος ὀφείλει· ἀλλὰ τῷ ἐπιτεταγμένῳ δοκιμάζειν τὸ ἑκάστῳ χρειῶδες, προηγουμένως τὸ ὄφελος τῆς ψυχῆς ἐπιζητοῦντι, καὶ οὕτω δευτέρῳ λόγῳ τὰ πρὸς τὴν χρείαν τοῦ σώματος οἰκονομοῦντι πρὸς τὸ θέλημα τοῦ Θεοῦ.

ΕΡΩΤΗΣΙΣ ΡΛΓʹ. Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα. ΑΠΟΚΡΙΣΙΣ. Τὸ κρῖμα τῶν ἐν τῇ ἐρήμῳ γογγυσάντων ἔχει. Λέγει γὰρ ὁ Ἀπόστολος· Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

ΕΡΩΤΗΣΙΣ ΡΛΔʹ. Ἐάν τις ὀργισθεὶς παραιτῆται λαβεῖν τι τῶν πρὸς τὴν χρείαν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος ἄξιός ἐστι, κἂν ζητῇ, μὴ λαβεῖν, ἕως ἐὰν δοκιμάσῃ ὁ προεστὼς, ὅτι ἐθεραπεύθη τὸ πάθος, μᾶλλον δὲ τὰ πάθη.

ΕΡΩΤΗΣΙΣ ΡΛΕʹ. Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον τι τῆς συνηθείας. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἕνεκεν τῆς παρὰ τοῦ Θεοῦ μισθαποδοσίας τὸν κάματον ἀναδέχεται, οὐκ ἐντεῦθεν ἐπιζητεῖν ὀφείλει τὴν παραμυθίαν τοῦ κόπου, ἀλλὰ πρὸς τὴν τοῦ Κυρίου μισθαποδοσίαν ἑαυτὸν καταρτίζειν· εἰδὼς, ὅτι, ὡς τῆς ὑπὲρ τοῦ κόπου ἀμοιβῆς, οὕτω καὶ τῆς παρακλήσεως ὑπὲρ τῆς στενοχωρίας παρὰ τοῦ φιλανθρώπου Θεοῦ καταξιωθήσεται. Ὁ μέντοι ἐπιτεταγμένος ποιεῖν τὸ, Διεδίδοτο ἑκάστῳ. καθότι ἄν τις χρείαν εἶχεν, ἀναγκαίως ὀφείλει γνωρίζειν ἕκαστον τῶν κοπιώντων, καὶ θεραπεύειν κατὰ τὸ προσῆκον.

ΕΡΩΤΗΣΙΣ ΡΛϛʹ. Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι τῇ ὥρᾳ τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ τὸ ἄριστον ἐρχόμενον πῶς παρέλθωμεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν κατὰ ἀνάγκην τοῦ τόπου ἢ τοῦ ἔργου ἀπελείφθη, ὡς φυλάσσων τὸ παράγγελμα τοῦ εἰπόντος· Ἕκαστος, ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω· ὁ τῆς κοινῆς εὐταξίας ἔφορος δοκιμάσας συγγνώσεται· εἰ δὲ δυνάμενος συμφθάσαι, οὐκ ἐσπούδασε, γνωρίσας τὸ ἔγκλημα τῆς ἀμελείας, ἄσιτος μεινάτω μέχρι τῆς τετυπωμένης ὥρας ἐν τῇ ἐπιούσῃ.

ΕΡΩΤΗΣΙΣ ΡΛΖʹ. Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι, χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ τοῦ πόματος. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, πᾶσα κρίσις ἰδίου θελήματος ἐπισφαλής. Ὅπερ εἰδὼς ὁ Δαβὶδ ἔλεγεν· Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου, οὐ τὰ ἐμὰ θελήματα.

ΕΡΩΤΗΣΙΣ ΡΛΗʹ. Εἰ χρὴ ἐπιτρέπεσθαι ἐν ἀδελφότητί τινα πλέον τῶν ἄλλων νηστεύειν ἢ ἀγρυπνεῖν, κατὰ τὸ ἴδιον θέλημα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, πᾶν ὅπερ ἄν τις κατὰ τὸ ἴδιον θέλημα ποιῇ, τοῦτο τοῦ μὲν ποιοῦντός ἐστιν ἴδιον, τῆς δὲ θεοσεβείας ἀλλότριον· καὶ φόβος μήποτε ἀκούσῃ παρὰ τοῦ Θεοῦ περὶ οὗ δοκεῖ ποιεῖν, Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Καὶ τὸ ἐν συγκρίσει δὲ τῶν ἄλλων τὸ πλέον θέλειν, καὶ ἐν αὐτοῖς τοῖς καλοῖς, φιλονεικίας πάθος ἐστὶν ἀπὸ κενοδοξίας συμβαῖνον· ὅπερ ὁ Ἀπόστολος ἀπηγορευμένον δεικνύς φησιν· Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων. Διόπερ ἀφεμένους τῶν ἰδίων θελημάτων, καὶ τοῦ θέλειν δοκεῖν ὑπὲρ τοὺς λοιποὺς ποιεῖν τι, πείθεσθαι τῷ Ἀποστόλῳ χρὴ παραινοῦντι καὶ λέγοντι· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.

Φιλονεικία γὰρ, καὶ κενοδοξία, καὶ αὐταρέσκεια, παντελῶς ἀλλότρια τῶν τὸν καλὸν ἀγῶνα νομίμως ἀγωνιζομένων. Διό φησι ποτὲ μὲν, Μὴ γενώμεθα κενόδοξοι· ποτὲ δὲ, Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· καὶ ἄλλοτε, Ὀφείλομεν ἡμεῖς μὴ ἑαυτοῖς ἀρέσκειν· οἷς ἐπιφέρει ἐντρεπτικώτερον· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν.

Εἰ δέ τις οἴεται χρῄζειν τοῦ πλείονος εἴτε ἐν νηστείᾳ, εἴτε ἐν ἀγρυπνίᾳ, εἴτε ἐν ᾡδήποτε ἄλλῳ, ἀποκαλυπτέτω τοῖς τὴν κοινὴν ἐπιμέλειαν πεπιστευμένοις τὴν ὑπόθεσιν αὐτὴν, δι᾽ ἣν νομίζει τοῦ πλείονος χρῄζειν· καὶ τὸ παρ᾽ αὐτῶν δοκιμασθὲν παραφυλαττέτω. Πολλάκις γὰρ ἑτέρῳ μᾶλλον τρόπῳ τὸ ἱκανὸν τῇ χρείᾳ γενέσθαι δεήσει.

ΕΡΩΤΗΣΙΣ ΡΛΘʹ. Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινόμεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον· ἐμποδίζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρορᾷν ἐκείνην διὰ τὸ ἔργον. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὴν νηστείαν, καὶ τὸ φαγεῖν μετὰ λόγου τοῦ οἰκείου τῆς θεοσεβείας παραλαμβάνεσθαι χρή· ἵνα, ὅταν μὲν ἐντολὴν Θεοῦ διὰ νηστείας κατορθωθῆναι δέοι, νηστεύσωμεν· ὅταν δὲ πάλιν ἡ ἐντολὴ τοῦ Θεοῦ βρῶσιν ἐπιζητοῖ ἐνδυναμοῦσαν τὸ σῶμα, φάγωμεν, οὐχ ὡς γαστρίμαργοι, ἀλλ᾽ ὡς ἐργάται Θεοῦ. Φυλάσσειν γὰρ χρὴ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.

ΕΡΩΤΗΣΙΣ ΡΜʹ. Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς, κακώσει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν ἀκρασία πρόδηλον ἔχει τὴν κακίαν· καὶ τούτου τοῦ πάθους προηγουμένως φροντίζειν ἀναγκαῖον, ὅπως θεραπευθῇ. Βουληθεὶς γὰρ δεῖξαι ὁ φιλάνθρωπος Θεὸς, ἡλίκον κακόν ἐστι τὸ μὴ ἐγκρατεύεσθαι, ἀφῆκε πολλάκις τὴν ψυχὴν καὶ ἐπὶ τῶν τὸ σῶμα βλαπτόντων κεχρῆσθαι τῷ πάθει τῆς ἀκρασίας, ἐὰν ἄρα δυνηθῇ διὰ τῆς κακώσεως τῆς σωματικῆς, ἣν ἐκ τῆς ἀκρασίας ὑπομένει, εἰς αἴσθησιν ἐλθεῖν τῆς ἰδίας βλάβης, καὶ ὁδηγηθῆναι πρὸς τὴν ἐν πᾶσιν ἐγκράτειαν. Τὴν δὲ ἐπιμέλειαν τοῦ σώματος ἐπὶ τῶν ἐξ ἀκρασίας βλαπτομένων ποιεῖσθαι μὲν τάχα εὔλογον καὶ χρηστότητι πρέπον, οὐκ ἀδοκιμάστως δὲ, ἀλλὰ πεφροντικότας, μήπως ἐν τῇ τοῦ σώματος θεραπείᾳ τὴν ψυχὴν ἀθεράπευτον καταλίπωμεν.

Ὥστε, ἐὰν μὲν ἐπίδῃ τις τὸν τοιοῦτον ἐκ τῆς τοῦ σώματος θεραπείας παιδευόμενον εὐγνωμόνως, καὶ τῆς ψυχῆς ἐν τοῖς ἰδίοις πάθεσιν ἐπιμελεῖσθαι, προσάγειν αὐτῷ τὴν σωματικὴν ἐπιμέλειαν· ἐὰν δὲ, τὴν τοῦ σώματος θεραπείαν δεχόμενος, ἐλέγχηται τῆς ψυχῆς καταφρονῶν, βέλτιόν ἐστι τὸν τοιοῦτον ἐναφεθῆναι ταῖς ὀδύναις, ἃς ἐκ τῆς ἰδίας ἀκρασίας ὑφίσταται, ἐὰν ἄρα δυνηθῇ τῷ χρόνῳ εἰς συναίσθησιν ἐλθὼν ἑαυτοῦ καὶ τῆς αἰωνίου κολάσεως, φροντίδα ἀναλαβεῖν τῆς κατὰ ψυχὴν ὑγείας. Κρινόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

ΕΡΩΤΗΣΙΣ ΡΜΑʹ. Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστηρίοις, ἢ καὶ τῶν ἐνταῦθά τινας καταλιπόντας τὸν ἴδιον τόπον. ΑΠΟΚΡΙΣΙΣ. Παρεκτὸς τοῦ πεπιστευμένου τὴν ἐπίσκεψιν τῶν ἐργαζομένων, ἢ τὴν οἰκονομίαν τῶν ἔργων, ὃς ἂν εὑρεθῇ τοῦτο ποιῶν, ὡς διαλύων τὴν εὐταξίαν τῆς τῶν μελῶν ἁρμονίας, κωλυέσθω καὶ τῆς συγκεχωρημένης προόδου· καθεζόμενος δὲ ἐν τόπῳ ἑνὶ τῷ δοκιμασθέντι πρὸς παιδείαν ἐπιτηδείῳ, ἀμετεωρίστως καὶ ἐπιπονώτερον τῆς συνηθείας ἀποδιδότω τὸ ἔργον, ἕως ἂν μάθῃ φυλάσσειν τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω.

ΕΡΩΤΗΣΙΣ ΡΜΒʹ. Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔργον ἄνευ γνώμης τοῦ ἐπιτεταγμένου τὴν φροντίδα τούτων. ΑΠΟΚΡΙΣΙΣ. Τῷ κρίματι τοῦ κλέπτου, ἢ τοῦ συντρέχοντος τῷ κλέπτῃ ὑποκείσθω ἑκάτερος, ὅ τε διδοὺς καὶ ὁ δεχόμενος.

ΕΡΩΤΗΣΙΣ ΡΜΓʹ. Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι τῶν πεπιστευμένων αὐτοῖς σκευῶν. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὡς Θεῷ ἐπονομασθέντων καὶ ἀνατεθέντων· ἔπειτα ὡς ἄνευ αὐτῶν μὴ δυνάμενοι τὴν ὀφειλομένην ἄοκνον σπουδὴν ἐπιδείξασθαι.

ΕΡΩΤΗΣΙΣ ΡΜΔʹ. Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ καταφρονήσεως παραχρήσηται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν παραχρησάμενος ὡς ἱερόσυλος, ὁ δὲ ἀπολέσας ὡς αἴτιος ἱεροσυλίας κρινέσθω, πάντων τῷ Κυρίῳ ἐπονομασθέντων, καὶ τῷ Θεῷ ἀνακειμένων.

ΕΡΩΤΗΣΙΣ ΡΜΕʹ. Ἐὰν δὲ ἀφ᾽ ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ.

ΑΠΟΚΡΙΣΙΣ. Ὡς θρασὺς καὶ αὐθάδης κρινέσθω. Ταῦτα γὰρ τοῦ ἐπιτεταγμένου τὴν φροντίδα, καὶ οἰκονομοῦντός ἐστιν ἴδια.

ΕΡΩΤΗΣΙΣ ΡΜϛʹ. Ἐὰν δὲ καὶ συνεχούσης χρείας ὁ προεστὼς ἐπιζητήσῃ παρ᾽ αὐτοῦ σκεῦος, καὶ ἀντείπῃ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ μέλη ἀποδεδωκὼς τῇ ἄλλων χρείᾳ ἐν ἀγάπῃ Χριστοῦ πῶς περὶ τῶν σκευῶν ἀντειπεῖν δυνήσεται τῷ προεστῶτι, ᾧ καὶ τῶν σκευῶν ἡ φροντὶς ἀνῆκεν;