Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΣΙΑ΄ - ΣΜΘ΄: Αγάπη προς τον Θεό, ανεξικακία και πνευματική σύνεση

Η τέλεια αγάπη προς τον Θεό, η ευγνωμοσύνη, η αποφυγή σκανδάλων, η λογική λατρεία, καθώς και η υπομονή απέναντι σε ύβρεις και αδικίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 10

ΕΡΩΤΗΣΙΣ ΣΙΑʹ. Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτείνεσθαι πρὸς τὸ τοῦ Θεοῦ θέλημα, κατὰ σκοπὸν καὶ ἐπιθυμίαν τῆς αὐτοῦ δόξης.

ΕΡΩΤΗΣΙΣ ΣΙΒʹ. Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη. ΑΠΟΚΡΙΣΙΣ Ἐὰν εὐσυνειδήτως καὶ εὐγνωμόνως διατεθῶμεν ἐπὶ ταῖς παρ᾽ αὐτοῦ εὐεργεσίαις· ὅπερ καὶ τοῖς ἀλόγοις ὑπάρχει. Ὁρῶμεν γὰρ τοὺς κύνας τὸν διδόντα ἄρτον μόνον ἀγαπῶντας· μανθάνομεν δὲ τοῦτο καὶ ἐκ τῶν διὰ Ἡσαΐου τοῦ προφήτου ἐγκληματικῶς εἰρημένων οὕτως· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Ὥσπερ γὰρ τῷ βοῒ καὶ τῷ ὄνῳ ἐκ τῆς παρὰ τοῦ τρέφοντος εὐεργεσίας ἡ πρὸς αὐτὸν ἀγάπη αὐτομάτως ἐγγίνεται· οὕτω καὶ ἡμεῖς, ἐὰν εὐαισθήτως καὶ εὐγνωμόνως τὰς εὐεργεσίας δεξώμεθα, πῶς οὐκ ἀγαπήσομεν τὸν τοσούτων καὶ τηλικούτων εὐεργέτην Θεὸν, κατὰ φύσιν, ἵνα οὕτως εἴπω, καὶ ἀδιδάκτως τῆς τοιαύτης διαθέσεως τῇ ὑγιαινούσῃ ψυχῇ ἐγγινομένης;

ΕΡΩΤΗΣΙΣ ΣΙΓʹ. Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγάπης. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἡμᾶς, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.

ΕΡΩΤΗΣΙΣ ΣΙΔʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν ἀλλήλων. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Δαβὶδ εἰπόντος ποτὲ μέν· Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· ποτὲ δὲ, Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς· καὶ τοῦ Ἱερεμίου, Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, πλατυτέραν οἶμαι εἶναι τὴν χρηστότητα, εἰς εὐεργεσίαν τῶν ὁπωσδηποτοῦν ἐπιδεομένων ταύτης· συνηγμένην δὲ μᾶλλον τὴν ἀγαθωσύνην, καὶ τοῖς τῆς δικαιοσύνης λόγοις ἐν ταῖς εὐεργεσίαις συγχρωμένην.

ΕΡΩΤΗΣΙΣ ΣΙΕʹ. Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρηνοποιός. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τῷ Κυρίῳ συνεργῶν, κατὰ τὸν Ἀπόστολον εἰπόντα· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· καὶ πάλιν· Δικαιωθέντες ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν. Ἡ γὰρ ἄλλως ἔχουσα εἰρήνη ἠρνήθη ὑπὸ τοῦ Κυρίου εἰπόντος· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν.

ΕΡΩΤΗΣΙΣ ΣΙϛʹ. Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ νήπια. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὴ ἡ περικοπὴ τοῦ Εὐαγγελίου διδάσκει ἡμᾶς, τὴν ὑπόθεσιν δηλοῦσα πρὸς ἣν εἴρηται τοῦτο· ὥστε μὴ ζητεῖν ὑπεροχὴν, τὴν δὲ ἰσοτιμίαν τῆς φύσεως γνωρίζειν, καὶ ἀγαπᾷν τὸ ἰσότιμον πρὸς τοὺς ἐλαττοῦσθαι δοκοῦντας ἔν τισι. Τοιαῦτα γάρ ἐστι καὶ τὰ παιδία πρὸς ἄλληλα, τά γε μήπω προσεθισθέντα τῇ τῶν ἀναστρεφομένων κακίᾳ.

ΕΡΩΤΗΣΙΣ ΣΙΖʹ. Πῶς δεξόμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τοιοῦτοι γενώμεθα πρὸς τὴν διδασκαλίαν τοῦ Κυρίου, οἷόν ἐστι τὸ παιδίον ἐν τοῖς μαθήμασι· μὴ ἀντιλέγον, μήτε δικαιολογούμενον πρὸς τοὺς διδασκάλους, πιστῶς δὲ καὶ εὐπειθῶς δεχόμενον τὰ διδάγματα.

ΕΡΩΤΗΣΙΣ ΣΙΗʹ. Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ Θεοῦ ὀφείλομεν, ἢ πῶς αὐτῆς καταξιωθῆναι δυνάμεθα. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν σύνεσιν παρ᾽ αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ προφήτου μανθάνομεν, λέγοντος· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον· καὶ διὰ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ συνιέντες, τί τὸ θέλημα τοῦ Κυρίου. Δυνάμεθα δὲ ταύτης καταξιωθῆναι, ἐὰν ποιήσωμεν τὸ γεγραμμένον· Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· καὶ ἐὰν πιστεύσωμεν ἀληθὲς εἶναι πᾶν ῥῆμα Θεοῦ· Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδὲ μὴ συνῆτε.

ΕΡΩΤΗΣΙΣ ΣΙΘʹ. Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνηθῶμεν καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχαριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι, καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶσαι, μήτε ἐλλείποντες, μήτε ὑπερβαίνοντες τὸ μέτρον. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τὸν μὲν Θεὸν ἀρχηγὸν καὶ τελειωτὴν παντὸς ἀγαθοῦ εἶναι πληροφορηθῶμεν· τὸν δὲ διάκονον ὡς ὑπηρέτην τῆς τοῦ Θεοῦ εὐεργεσίας γνωρίσωμεν.

ΕΡΩΤΗΣΙΣ ΣΚʹ. Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν ἐπιτρέπειν χρή· ἢ τίς, καὶ πότε, καὶ πῶς ἀδελφαῖς συντεύξεται. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τούτων εἴρηται ἐν τοῖς κατὰ πλάτος, ὅτι οὔτε ἀνδρὶ ἀνὴρ κατ᾽ ἐξουσίαν ἕκαστος ἁπλῶς καὶ ὡς ἔτυχε συντυγχάνειν ὀφείλει· μετὰ δοκιμασίας δὲ ὁ δυνάμενος ὠφελῆσαι καὶ ὠφεληθῆναι, οὐχ ὅτι γε γυναικί. Εἰ δέ τις μνημονεύει τοῦ Κυρίου εἰπόντος, ὅτι Πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως, φοβεῖται ἐπὶ παντὸς πράγματος τὸ τοιοῦτον κρῖμα, καὶ πείθεται τῷ Ἀποστόλῳ εἰπόντι· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ ἀλλαχοῦ· Πάντα πρὸς οἰκοδομὴν γινέσθω· καὶ οὐδὲν ἀνέχεται ποιῆσαι ἀργῶς καὶ ἀνωφελῶς. Τὸ δὲ, Τίς, καὶ πότε, καὶ πῶς, ἵνα καιρὸς καὶ τόπος, καὶ πρόσωπον δοκιμάζηται, ἀφ᾽ ὧν κακοῦ μέν τινος οὔτε ὑποψία ἔσται· τὸ δὲ ἀπρόσκοπον τοῖς πᾶσι φυλαχθήσεται, καὶ πρὸς οἰκοδομὴν τῆς πίστεως ἡ συντυχία γενήσεται. Ἀλλ᾽ οὔτε ἓν πρόσωπον ἑνὶ συντυγχάνειν ἐπιτρέπει ὁ λόγος.

Ἀγαθοὶ γὰρ οἱ δύο, φησὶν, ὑπὲρ τὸν ἕνα, ἅμα δὲ καὶ ἀξιόπιστοι· Οὐαὶ δὲ τῷ ἑνὶ, ὅτι, ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων.

ΕΡΩΤΗΣΙΣ ΣΚΑʹ. Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ περιπεσεῖν ὀδύναις σωματικαῖς· ἐὰν δὲ περιπέσῃ τις, πῶς παρέλθῃ. ΑΠΟΚΡΙΣΙΣ. Οὐ διέκρινε πειρασμοῦ ποιότητα, καθολικῶς δὲ προσέταξε· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσαχθέντα δὲ σὺν τῷ πειρασμῷ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, παρὰ τοῦ Κυρίου αἰτεῖν δεῖ, ἵνα κατορθωθῇ ἡμῖν τὸ, Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

ΕΡΩΤΗΣΙΣ ΣΚΒ. Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν· ἢ πῶς αὐτῷ εὐνοήσομεν. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιτετηρημένως ἐνταῦθα ὁ Κύριος ἀντίδικον ὀνομάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφερόντων ἡμῖν. Εὐνοοῦμεν δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον καὶ ἐπὶ παντὸς πράγματος τοιούτου ὁμοίως.

ΕΡΩΤΗΣΙΣ ΣΚΓʹ. Τοῦ Κυρίου εἰπόντος, «Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ἵνα μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων·» ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νηστεῦσαι, καθὼς καὶ οἱ ἅγιοι πολλάκις πεποιηκότες εὑρίσκονται, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται, τί ποιήσει. ΑΠΟΚΡΙΣΙΣ. Τὸ παράγγελμα τοῦτό ἐστι πρὸς τοὺς ἐπιτηδεύοντας ποιεῖν τὴν ἐντολὴν τοῦ Θεοῦ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἵνα τὸ πάθος τῆς ἀνθρωπαρεσκείας θεραπεύσωσιν. Ἐπεὶ ὅτι γε ἡ ἐντολὴ τοῦ Κυρίου, εἰς δόξαν Θεοῦ γενομένη, κατὰ φύσιν ἀνεπιτηδείως ἔχει πρὸς τὸ κρύπτεσθαι παρὰ τοῖς φιλοθέοις, ὁ Κύριος ἐδήλωσεν εἰπών· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, καὶ τὰ ἑξῆς.

ΕΡΩΤΗΣΙΣ ΣΚΔʹ. Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργάζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν οὗτοι. ΑΠΟΚΡΙΣΙΣ. Τάχα γνωριμώτατόν ἐστι τοῦτο τοῖς πᾶσιν ἐκ τῶν ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἱστορουμένων ὅτι πολλοὶ μέν εἰσι, κατὰ τὴν τοῦ Ἀποστόλου μαρτυρίαν, ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα μανθάνοντες· πολλοὶ δὲ οἱ κατὰ τὸν Κορνήλιον, τοῖς μὲν φυσικοῖς κινήμασιν ὑγιῶς χρώμενοι, εἰς δὲ τὴν κατ᾽ ἐπιστήμην τελειότητα βραδύνοντες, διὰ τὴν ἀπόλειψιν τῶν διδασκόντων.

Πῶς γὰρ πιστεύσουσι, φησὶν, ἐὰν μὴ ἀκούσωσιν; Ἐὰν οὖν συμβῇ τινας εἶναι, κατὰ τὸν Κορνήλιον, περὶ μηδὲν μὲν κακὸν ἀσχολουμένους, ἐν δὲ ἐπιθυμίᾳ τῆς τελειότητος τὰ δυνατὰ καὶ εἰς γνῶσιν ἥκοντα καλὰ γνησίως ἐπιδεικνυμένους, τούτοις ὁ Θεὸς χαρίζεται ἃ καὶ τῷ Κορνηλίῳ, μὴ τούτοις λογισάμενος τὸν παρελθόντα χρόνον τῆς ἀργίας εἰς ἔγκλημα, ἐπεὶ μὴ παρὰ τὴν αὐτῶν αἰτίαν, ὡς εἶπον, ἐγένετο· τῇ δὲ ἐπιθυμίᾳ ἀρκούμενος, τῇ φανερωθείσῃ διὰ τῶν κατὰ καιρὸν σπουδαζομένων, καὶ ἐπὶ τέλει ἐπιμελέστερον κατορθουμένων.

ΕΡΩΤΗΣΙΣ ΣΚΕʹ. Τοῦ Κυρίου εἰπόντος· «Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν·» πῶς τούτου καταξιωθῆναι δυνηθῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Οἱ εἰς τὸ ὄνομά τινος συναχθέντες, πάντως ὀφείλουσιν εἰδέναι τὸν σκοπὸν τοῦ συναγαγόντος, καὶ πρὸς αὐτὸν ἑαυτοὺς καταρτίζειν, ἵνα εὐαρεστήσεως χάριν εὕρωσι, καὶ μὴ κακίας ἢ ἀμελείας κρίματι ὑποπέσωσιν. Ὥσπερ γὰρ οἱ κληθέντες ὑπό τινος, εἰ μὲν σκοπὸς τοῦ θερίσαι πρόκειται τῷ καλέσαντι, πρὸς αὐτὸ ἑαυτοὺς παρασκευάζουσιν· εἰ δὲ σκοπὸς τοῦ οἰκοδομῆσαι, πρὸς τὴν οἰκοδομὴν εὐτρεπίζονται· οὕτως οἱ κληθέντες ὑπὸ τοῦ Κυρίου μνημονεύειν ὀφείλομεν τοῦ Ἀποστόλου λέγοντος· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Σαφέστερον δὲ ἡμῖν παρίστησιν ὁ Κύριος τὸ πᾶν διὰ τῆς πρὸς ἕνα ἐπαγγελίας εἰπών· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.

Ὡς οὖν γίνεται παρὰ τούτῳ ἡ μονὴ ἐκ τῆς τηρήσεως τῶν ἐντολῶν, οὕτω καὶ τῶν δύο ἢ τριῶν ἐν μέσῳ ἐστὶν, ἐὰν πρὸς τὸ θέλημα αὐτοῦ καταρτισθῶσιν. Οἱ δὲ μὴ ἀξίως τῆς κλήσεως, μηδὲ πρὸς τὸ θέλημα τοῦ Κυρίου συνηγμένοι, κἂν ἐπὶ τὸ αὐτὸ συνῆχθαι ἐν ὀνόματι Κυρίου δοκῶσιν, ἀκούουσι· Τί με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;

ΕΡΩΤΗΣΙΣ ΣΚϛʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν·» πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρακαλεῖν ὁ βλασφημούμενος. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα διδάσκειν ἡμᾶς ἀπὸ τῶν καθ᾽ ἑαυτὸν, ἀνεξικακίᾳ χρῆσθαι πρὸς πάντας, καὶ ἀγαθοῖς ἀμείβεσθαι τοὺς πονηρευομένους· ὡς μὴ μόνον ἐπὶ τοῦ λοιδοροῦντος γίνεσθαι τὸ τοιοῦτον, ἀλλὰ καὶ ἐπὶ παντὸς πονηρευομένου, πληροῦντας τὸ εἰρημένον· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τὸ δὲ παρακαλεῖν οἶδεν ἡ Γραφὴ τιθέναι, οὐ κατὰ τὴν χρῆσιν τῆς συνηθείας, ἀλλὰ πρὸς τὸ συμβιβάζειν τὴν καρδίαν εἰς πληροφορίαν τῆς ἀληθείας, ὡς ἐν τῷ, Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· καὶ ἀλλαχοῦ· Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.

ΕΡΩΤΗΣΙΣ ΣΚΖʹ Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρονεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκειν τῷ Θεῷ τὸ γενόμενον, παρ᾽ ἑαυτῷ κατέχειν. ΑΠΟΚΡΙΣΙΣ. Μεμνημένοι τῆς τοῦ Θεοῦ ἀποφάσεως, εἰπόντος διὰ τοῦ προφήτου· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· καὶ τοῦ Ἀποστόλου λέγοντος· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαραλληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· λογιζόμεθα ἀναγκαῖον εἶναι ἀνατίθεσθαι ἡμᾶς τοῖς ὁμοψύχοις, καὶ ἀπόδειξιν δεδωκόσι πίστεώς τε καὶ συνέσεως, ἵνα ἢ τὸ πεπλανημένον διορθωθῇ, ἢ τὸ ἠκριβωμένον βεβαιωθῇ, καὶ ἡμεῖς φύγωμεν τὸ προειρημένον κρῖμα, τὸ κατὰ τῶν ἑαυτοῖς συνετῶν.

ΕΡΩΤΗΣΙΣ ΣΚΗʹ. Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέλημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἐφ᾽ ὧν οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλίζωνται. ΑΠΟΚΡΙΣΙΣ. Σαφῆ τὴν ἐν τούτοις διαφορὰν ἐν τῷ ἰδίῳ τόπῳ ἐπερωτηθέντες ἐδηλώσαμεν, καὶ τὴν περὶ τούτου ἀκρίβειαν, ὡς δυνατὸν ἡμῖν, παραδεδώκαμεν.

ΕΡΩΤΗΣΙΣ ΣΚΘʹ. Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαισχυντότερον ἐξαγορεύειν πᾶσιν, ἢ τισί· καὶ ποίοις τούτοις. ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἐξαγόρευσις τῶν ἁμαρτημάτων τοῦτον ἔχει τὸν λόγον, ὃν ἔχει ἡ ἐπίδειξις τῶν σωματικῶν παθῶν. ὡς οὖν τὰ πάθη τοῦ σώματος οὐ πᾶσιν ἀποκαλύπτουσιν οἱ ἄνθρωποι, οὔτε τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐμπείροις τῆς τούτων θεραπείας· οὕτω καὶ ἡ ἐξαγόρευσις τῶν ἁμαρτημάτων γίνεσθαι ὀφείλει, ἐπὶ τῶν δυναμένων θεραπεύειν, κατὰ τὸ γεγραμμένον· Ὑμεῖς οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε· τουτέστι, αἴρετε διὰ τῆς ἐπιμελείας

ΕΡΩΤΗΣΙΣ ΣΛʹ. Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λατρεία. ΑΠΟΚΡΙΣΙΣ Λατρεία μὲν ἔστιν, ὡς λογίζομαι, ἡ συντεταμένη, καὶ διηνεκὴς, καὶ ἀμετεώριστος περὶ τὸ λατρευόμενον θεραπεία· τὴν δὲ διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστολος εἰπὼν, ποτὲ μέν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι· ποτὲ δέ· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὁ μὲν γὰρ, ὡς ἂν ἄγηται, ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν, ἅτε μὴ ὑπὸ λόγου καθηγουμένου, ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος, τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ, πρὸς ὅπερ ἂν ἄγηται, καὶ ὡς οὐ θέλει, φερόμενος· ὁ δὲ μετὰ λόγου ὑγιοῦς καὶ βουλῆς ἀγαθῆς σὺν πολλῇ φροντίδι τὸ ἀρεστὸν τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· καὶ πάλιν· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου.

ΕΡΩΤΗΣΙΣ ΣΛΑʹ. Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ καὶ ἐχθραίνῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δεδομένας μοι περὶ ἐχθροῦ ἐντολὰς καὶ ἐπ᾽ αὐτῷ φυλάσσειν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἐν ταῖς περὶ ἐχθρῶν ἐντολαῖς, οὔτε ἐχθροῦ οὔτε ἔχθρας διαφορὰν ᾐνίξατο· μᾶλλον δὲ ἐπὶ τῶν ὑπερεχόντων βαθμῷ τὸ αὐτὸ ἁμάρτημα βαρύτερον εἶναι ὡρίσατο, εἰπὼν πρὸς αὐτούς· Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;

Μάλιστα οὖν ἐπὶ τῶν τοιούτων καὶ τῶν δοκούντων εἶναι ἐνδοξοτέρων, σπουδῆς χρεία καὶ ἐπισκέψεως· ἵνα καὶ τὴν ὀφειλομένην ἐπιμέλειαν αὐτῶν, εἴτε ἐν παρακλήσει, εἴτε ἐν ἐλέγχῳ μετὰ τῆς προσηκούσης μακροθυμίας ποιησώμεθα, καὶ τὰ λοιπὰ πάντα, κατὰ τὴν τοῦ Κυρίου ἐντολὴν, ἐπ᾽ αὐτῶν παραφυλάξαντες, ἀνυπαιτίους ἑαυτοὺς καὶ ἐν τούτῳ τῷ μέρει φυλάξωμεν.

ΕΡΩΤΗΣΙΣ ΣΛΒʹ. Ἐάν τις, ἀδικηθεὶς ὑπό τινος, μηδενὶ ἀνάθηται, λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, ποτὲ μὲν, Ἀφίετε εἴ τι ἔχετε κατά τινος· ποτὲ δὲ, Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ.

Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τῆς μὲν μακροθυμίας καρπὸν ἐπιδείκνυσθαι χρὴ, τῷ Θεῷ τὴν προσευχὴν ὑπὲρ τοῦ ἠδικηκότος ἐξ ἀληθινῆς διαθέσεως προσάγοντα καὶ λέγοντα· Κύριε, μὴ στήσῃς αὐτῷ τὴν ἁμαρτίαν, ἵνα μὴ, ὡς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος γένηται τῇ κρίσει· τὴν δὲ παράκλησιν τῷ ἠδικηκότι. καὶ τὸν ἔλεγχον ἀποδιδόναι ἀκόλουθον, ὅπως κἀκεῖνον τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ἐλευθερώσῃ.

Ἐὰν δὲ ἀμελήσῃ καὶ λόγῳ δῆθεν τῆς ἰδίας μακροθυμίας ἐφησυχάσῃ, διπλῆν ἁμαρτίαν ἁμαρτάνει· ὅτι τε αὐτὸς παραβαίνει τὴν ἐντολὴν τὴν λέγουσαν, Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν, καὶ κοινωνὸς τοῦ ἁμαρτάνοντος διὰ τῆς σιωπῆς γίνεται· καὶ ὅτι τὸν δυνάμενον ἴσως κερδηθῆναι διὰ τῶν ἐλέγχων, καθὼς καὶ ὁ Κύριος διετάξατο, τοῦτον ἀφίησιν ἐναπολέσθαι τῷ κακῷ.

ΕΡΩΤΗΣΙΣ ΣΛΓʹ. Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται. ΑΠΟΚΡΙΣΙΣ. Πολλῶν ὄντων ἐν τῇ τε Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ τῶν δυναμένων περὶ τούτου πληροφορῆσαι ἡμᾶς, ἀρκεῖν ἡγοῦμαι τῷ πιστῷ καὶ μόνον τὸ ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς ἐπὶ τοσούτοις καὶ τηλικούτοις κατορθώμασι, καὶ τοιούτοις τοῖς παρὰ τοῦ Κυρίου μακαρισμοῖς καὶ ἐπαίνοις, ἵνα ἐν ἑνὶ μόνῳ δόξῃ παρακούειν, καὶ τοῦτο οὔτε διὰ ὄκνον, οὔτε διὰ καταφρόνησιν, ἀλλὰ δι᾽ εὐλάβειαν καὶ τιμὴν τὴν περὶ τὸν Κύριον, ἐπὶ τούτῳ μόνῳ ἀκούει· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.

ΕΡΩΤΗΣΙΣ ΣΛΔʹ. Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγέλλει. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος ἐδίδαξεν εἰπών· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. Καὶ ὁ Ἀπόστολος παρέστησεν ὁμολογήσας τὸ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ὅπερ ἐν αὐτῷ τῷ βαπτίσματι προλαβόντες συνεθέμεθα· Ὅσοι γὰρ, φησὶν, ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· οἷς ἐπιφέρει, ἑρμηνεύων τί ἐστι τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου βαπτισθῆναι, ὅτι Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· πάσης δὲ τῆς πρὸς τὸ ζῇν προσπαθείας καθαρεύοντας, ἀξίους γενέσθαι τῆς μαρτυρίας τοῦ Ἀποστόλου, εἰπόντος· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν μετὰ παῤῥησίας· Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.

ΕΡΩΤΗΣΙΣ ΣΛΕʹ. Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν ἐκ τῶν Γραφῶν. ΑΠΟΚΡΙΣΙΣ. Δύο ταγμάτων καθολικωτέρων ὄντων, καὶ τῶν μὲν τὴν προστασίαν πεπιστευμένων, τῶν δὲ εἰς εὐπείθειαν καὶ ὑπακοὴν τεταγμένων, ἐν διαφόροις χαρίσμασι, λογίζομαι, ὅτι ὁ μὲν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν πλειόνων ἐγκεχειρισμένος τὰ πάντων εἰδέναι καὶ ἐκμανθάνειν ὀφείλει, ἵνα τοὺς πάντας διδάσκῃ τὰ θελήματα τοῦ Θεοῦ, ἑκάστῳ ὑποδεικνὺς τὰ αὐτοῦ ἐπιβάλλοντα· τῶν δὲ ἄλλων ἕκαστος, μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος, Μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ, ὡς ὁ Θεὸς ἐμέρισε, τὰ ἑαυτῷ ἐπιβάλλοντα σπουδαίως μανθανέτω καὶ ποιείτω, μηδὲν πλέον περιεργαζόμενος, ἵνα γένηται ἄξιος τῆς φωνῆς τοῦ Κυρίου εἰπόντος· Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.

ΕΡΩΤΗΣΙΣ ΣΛϛʹ. Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξασθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν· περισσοτέρως φοβεῖσθαι καὶ σπουδάζειν ὀφείλουσιν, καθὼς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι. Τοῦτο δὲ γίνεται, ἐὰν πεισθῶμεν τῷ Κυρίῳ λέγοντι· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.

ΕΡΩΤΗΣΙΣ ΣΛΖʹ. Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἡ καταδεξαμένη τὴν πρότασιν τοῦ Κυρίου εἰπόντος· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι. Ἐὰν γάρ τις μὴ προκατορθώσῃ τὸ ἀπαρνήσασθαι ἑαυτὸν, καὶ τὸ ἆραι τὸν σταυρὸν, πολλὰ ἐξ ἑαυτοῦ εὑρίσκει προϊὼν τὰ τοῦ ἀκολουθεῖν ἐμπόδια.

ΕΡΩΤΗΣΙΣ ΣΛΗʹ. Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀναγινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥημάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγκην τῶν ῥυπαρωτέρων τοῦ σώματος χρειῶν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ἡμῖν ὁ Ἀπόστολος κανονίζει εἰπών· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Ὥστε δεῖ μᾶλλον τῆς εὐσχημοσύνης καὶ τῆς εὐταξίας φροντίζειν κατά τε καιρὸν καὶ τόπον.

ΕΡΩΤΗΣΙΣ ΣΛΘʹ. Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν φρόνησις πάσης τῆς ἐν Χριστῷ εἰς δόξαν Θεοῦ ἀρετῆς θησαυρὸς ἀγαθός ἐστιν· ἡ δὲ φρόνησις τῆς κακίας τῶν ἀπηγορευμένων ὑπὸ τοῦ Κυρίου θησαυρὸς πονηρός ἐστιν· ἐξ ὧν προφέρεται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐν τοῖς οἰκείοις ἑκατέρων ἔργοις τε καὶ λόγοις, ἤτοι πονηρὰ, ἤτοι ἀγαθά.

ΕΡΩΤΗΣΙΣ ΣΜʹ. Κατὰ τί πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς εἴρηται, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος διὰ πολλὴν φιλανθρωπίαν τοῖς ὀνόμασι καὶ ῥήμασι τῶν γινωσκομένων πραγμάτων κέχρηται πρὸς παράστασιν τῶν ἀληθείας δογμάτων.

Ὥσπερ οὖν τῆς κατὰ γῆν εὐθείας ὁδοῦ ἡ παρέκβασις πολλὴν πλατύτητα ἔχει· οὕτω, φησὶν, ὁ ἐκβαίνων τῆς ὁδοῦ τῆς ἀγούσης εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πολλῷ πλάτει τῆς πλάνης εὑρίσκεται. Τὸ δὲ πλατεῖα καὶ εὐρύχωρος λογίζομαι, ὅτι ταυτόν ἐστιν. Τὸ γὰρ εὐρὺ καὶ παρὰ τοῖς ἕξω πεπαιδευμένοις πλατὺ λέγεται. Ὁ οὖν χῶρος, τουτέστιν ὁ τόπος τῆς πλάνης, πλατύς ἐστιν, ἧς τὸ τέλος ἀπώλεια.

ΕΡΩΤΗΣΙΣ ΣΜΑ Πῶς στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καὶ πῶς δι᾽ αὐτῆς τις εἰσέρχεται. ΑΠΟΚΡΙΣΙΣ. Πάλιν καὶ ἐνταῦθα τὸ στενὸν καὶ τεθλιμμένον οὐκ ἄλλο καὶ ἄλλο τι δηλοῖ, ἀλλὰ τῆς στενότητος τὴν ἐπίτασιν τὸ τεθλιμμένον παρίστησιν· ἐπὶ τοσοῦτον τῆς ὁδοῦ ἀπεστενωμένης, ὡς θλίβεσθαι, τουτέστι στενοχωρεῖσθαι ἑκατέρωθεν τὸν ὁδεύοντα, παρεκβάσεως πάσης ἐπικινδύνου οὔσης, εἴτε δεξιᾷ, εἴτε ἀριστερᾷ· ὡς ἐπὶ γεφύρας, πάντοθεν τοῦ ὑποῤῥέοντος ποταμοῦ ὑποδεχομένου τὸν ἐκκλίνοντα. Διό φησιν ὁ Δαβίδ· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι. Δεῖ οὖν τὸν διὰ τῆς στενῆς καὶ τεθλιμμένης εἰσελθεῖν εἰς τὴν ζωὴν προθέμενον φυλάσσειν ἑαυτὸν ἀπὸ πάσης παρεκβάσεως καὶ παρεκτροπῆς τῶν ἐντολῶν τοῦ Κυρίου, πληροῦντα τὸ γεγραμμένον· Μὴ ἐκκλίνῃς εἰς δεξιὰ, μηδὲ ἀριστερά.

ΕΡΩΤΗΣΙΣ ΣΜΒʹ. Τί ἐστι τὸ, «Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι.» ΑΠΟΚΡΙΣΙΣ. Ἡ στοργὴ κατ᾽ ἐπίτασιν τῆς φιλίας λέγοιτο ἂν ἐν ἐπιθυμίᾳ καὶ διαθέσει διαπύρῳ τοῦ ἀγαπῶντος περὶ τὸν ἀγαπώμενον. Ἵν᾽ οὖν μὴ ἐπιπόλαιος ἡ φιλαδελφία, ἐνδιάθετος δὲ καὶ διάπυρος ᾖ, εἴρηται τὸ, Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι.

ΕΡΩΤΗΣΙΣ ΣΜΓʹ. Τί βούλεται λέγων ὁ Ἀπόστολος· «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν·» καίτοιγε ἀλλαχοῦ εἰπών· «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ᾽ ὑμῶν.» ΑΠΟΚΡΙΣΙΣ. Κατὰ μίμησιν τοῦ Κυρίου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα μετακεχειρίσθαι τὸν λόγον. Ὥσπερ γὰρ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος πρότερον εἰπών· Ἐῤῥέθη τοῖς ἀρχαίοις τόδε, εἶτα ἐπάγει· Ἐγὼ δὲ λέγω ὑμῖν τόδε· οὕτω καὶ ἐνταῦθα ὁ Ἀπόστολος, πρότερον μνημονεύσας τοῦ παλαιοῦ καὶ τοῖς τότε ῥηθέντος, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, ἐπιφέρει μετ᾽ ὀλίγα τὸ παρ᾽ ἑαυτοῦ ἡμῖν ἁρμόζον, εἰπών· Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν.

ΕΡΩΤΗΣΙΣ ΣΜΔʹ. Τί ἐστι τὸ, «Δότε τόπον τῇ ὀργῇ.» ΑΠΟΚΡΙΣΙΣ. Ἤτοι τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, καθὼς γέγραπται, ἀλλὰ καὶ τῷ τύπτοντι ἐπὶ τὴν δεξιὰν σιαγόνα στρέψαι καὶ τὴν ἄλλην, καὶ τὰ ἑξῆς· ἢ τὸ, Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην.

ΕΡΩΤΗΣΙΣ ΣΜΕʹ. Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς ἡ περιστερά. ΑΠΟΚΡΙΣΙΣ. Ὁ φρόνιμος μὲν ὡς ὁ ὄφις, ὁ μετὰ περισκέψεως καὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας πρὸς εὐπείθειαν τῶν ἀκουόντων τὴν διδασκαλίαν οἰκονομῶν· ἀκέραιος δὲ ὡς ἡ περιστερὰ, ὁ μήτε εἰς ἔννοιαν λαμβάνων τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, ἐπιμένων δὲ τῇ εὐεργεσίᾳ, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου προστεταγμένον, ὅτι Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε καλοποιοῦντες. Ἐπὶ γὰρ τὸ κήρυγμα τοὺς μαθητὰς ἀποστέλλων ὁ Κύριος, ταῦτα αὐτοῖς ἐντέλλεται· ὅπου καὶ σοφίας ἦν χρεία πρὸς τὸ πεῖσαι, καὶ ἀνεξικακίας πρὸς τοὺς ἐπιβουλεύοντας· ἵνα, ὡς ἐκεῖ ὁ ὄφις ἔγνω καὶ προσώπῳ προσελθεῖν εὐαγωγοτέρῳ, καὶ πιθανῶς εἰπεῖν εἰς τὸ ἀποστῆσαι Θεοῦ, καὶ ὑπαγαγέσθαι τῇ ἁμαρτίᾳ· οὕτω καὶ ἡμεῖς καὶ πρόσωπον καὶ τρόπον καὶ καιρὸν ἐπιλεγώμεθα, καὶ παντὶ τρόπῳ τοὺς λόγους οἰκονομῶμεν ἐν κρίσει, πρὸς τὸ ἀποστῆσαι τῆς ἁμαρτίας, καὶ ἐπαναγαγεῖν πρὸς Θεόν· τὴν δέ γε ὑπομονὴν ἐν τοῖς πειρασμοῖς κατορθώσωμεν εἰς τέλος, καθὼς γέγραπται.

ΕΡΩΤΗΣΙΣ ΣΜϛʹ. Τί ἐστι τὸ, «Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ.» ΑΠΟΚΡΙΣΙΣ. Ἴσον τῷ εἰπεῖν, τοῦ ἰδίου σχήματος οὐκ ἐκπίπτει. Σχῆμα δὲ ἀγάπης τὰ ὑπὸ τοῦ Ἀποστόλου ἐν τῷ αὐτῷ τόπῳ ἀπηριθμημένα τῆς ἀγάπης ἰδιώματα.

ΕΡΩΤΗΣΙΣ ΣΜΖʹ. Τῆς Γραφῆς λεγούσης· «Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά·» καὶ τοῦ Ἀποστόλου ποτὲ μὲν ὁμολογοῦντος, ὅτι «Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως·» καὶ πάλιν· «Γέγονα ἄφρων καυχώμενος·» ποτὲ δὲ ἐπιτρέποντος, ὅτι «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω·» τίς ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπηγορευμένη. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ μὲν Ἀποστόλου ἡ κατ᾽ ἀνάγκην πρὸς τὰ πάθη ἔνστασις εὔδηλος. Οὐ γὰρ ἵνα ἑαυτὸν συστήσῃ, ταῦτά φησιν, ἀλλ᾽ ἵνα τὸ θράσος τῆς τινων ἀλαζονείας καὶ τὴν ἔπαρσιν καταβάλῃ. Καύχησις δὲ ἡ μὲν ἐν Κυρίῳ ἐστὶν, ὅταν τις τὰ κατορθώματα μὴ ἑαυτῷ, ἀλλὰ τῷ Κυρίῳ ἀνατίθηται, λέγων· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· ἡ δὲ ἀπηγορευμένη διπλοῦν ἂν ἔχοι λόγον, ἢ κατὰ τὸ, Ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ· καὶ, Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; ἢ κατὰ τὸ, Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, δι᾽ αὐτοῦ τοῦ θέλειν ἐπαινεθῆναι ἐφ᾽ οἷς ποιοῦσιν, οἱονεὶ ἐγκαυχώμενοι τοῖς γινομένοις. Οἱ δὲ τοιοῦτοι καὶ ἱερόσυλοι εἶεν ἂν, τὰς τοῦ Θεοῦ δωρεὰς ἰδιοποιούμενοι, καὶ τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν εἰς ἑαυτοὺς ἁρπάζοντες.

ΕΡΩΤΗΣΙΣ ΣΜΗʹ. Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ Πνεύματος, ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς ὁ Κύριος, ὅτι «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;» καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας, ὡς ἀσυνέτους; ΑΠΟΚΡΙΣΙΣ. Εἴ τις τὸ ἀγαθὸν τοῦ Θεοῦ οἶδε, τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἐπιμέλειαν ἔμαθεν, ἐν τῇ διαιρέσει καὶ ἐνεργείᾳ τῶν τοῦ Θεοῦ χαρισμάτων, οὗτος γνωρίζει τὴν βραδυτῆτα τῆς συνέσεως οὐ παρὰ τὸν ὄκνον τοῦ εὐεργέτου, ἀλλὰ παρὰ τὴν ἀπιστίαν τῶν εὐεργετουμένων.

Καὶ καλῶς ἐγκαλεῖται ὁ ἀσύνετος, ὡς ὁ ἡλίου ἀνατείλαντος καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα ἐν σκότει διάγῃ, καὶ μὴ ἀναβλέπων ἵνα φωτισθῇ.

ΕΡΩΤΗΣΙΣ ΣΜΘʹ. Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον. ΑΠΟΚΡΙΣΙΣ. Ὅσιον μὲν εἶναι λογίζομαι τὸ πρέπον, καὶ ὀφειλόμενον παρὰ τῶν ὑποβεβηκότων τῷ ὑπερέχοντι, κατὰ τὸν τῆς ὑπεροχῆς λόγον· δίκαιον δὲ τὸ πρὸς ἀξίαν τῶν ἔργων ἑκάστῳ ἀποδιδόμενον. Καὶ ἐπὶ τοῦ μὲν ὁσίου τῶν καλλίστων μόνον ἐστὶν ἡ εὐγνωμοσύνη καὶ ἀπόδοσις· ἐπὶ δὲ τοῦ δικαίου καὶ ἡ τῶν κακῶν δοκιμασία καὶ ἀνταπόδοσις.