Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΣΝ΄ - ΣΟΖ΄: Ερμηνεία Γραφών, έσχατα και τέλειο θέλημα

Εξηγήσεις παραβολών, αναφορές στις βαθμίδες της κολάσεως, τη βλασφημία του Αγίου Πνεύματος, την αποφυγή της βιωτικής μέριμνας και το τέλειο θέλημα του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 10

ΕΡΩΤΗΣΙΣ ΣΝʹ. Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλλει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς συμβαίνει τὸ ἐπιφερόμενον· «Μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» ΑΠΟΚΡΙΣΙΣ. Σαφῶς ἡμῖν παραδίδωσιν ὁ Ἀπόστολος τοῖς ὑπ᾽ αὐτοῦ εἰρημένοις πρὸς τοὺς Ἰουδαίους ἐπενεγκὼν, ὅτι Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Τὴν οὖν ἀτιμίαν, ἣν διὰ τῆς παραβάσεως ἀτιμάζομεν τοὺς ἁγίους τοῦ Κυρίου λόγους, ἐνταῦθα ὁ Κύριος ἀπηγόρευσεν.

Ἀφ᾽ ἧς παραβάσεως συμβαίνει καὶ τοὺς ἔξω τῆς πίστεως ἅμα τε εὐκαταφρόνητα ἡγεῖσθαι τὰ τοῦ Κυρίου διδάγματα, καὶ ἀπ᾽ αὐτῶν ἐκείνων θρασύτερον ἡμῖν ἐπεγείρεσθαι, καὶ οἱονεὶ ῥήσσειν τοῖς ὀνειδισμοῖς καὶ τοῖς ἐλέγχοις τὸν παραβαίνοντα.

ΕΡΩΤΗΣΙΣ ΣΝΑʹ. Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστάζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ λέγει· «Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὑτοῦ, καὶ ἀγορασάτω μάχαιραν.» ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο σαφηνίζει αὐτὸς ὁ Κύριος εἰπὼν ὅτι, Δεῖ γὰρ ἔτι τοῦτο τελεσθῆναι ἐν ἐμοὶ τὸ, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Αὐτίκα γὰρ μετὰ τὸ πληρωθῆναι τὴν περὶ τῆς μαχαίρας προφητείαν λέγει τῷ Πέτρῳ· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· ὡς μὴ εἶναι πρόσταγμα, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, ἤτοι ἀρεῖ (οὕτω γὰρ καὶ τὰ πολλὰ τῶν ἀντιγράφων ἔχει), ἀλλὰ προφητείαν προλέγοντος τοῦ Κυρίου, ὅτι ἔμελλον οἱ ἀπόστολοι ἐπιλανθανόμενοι· τῶν δωρεῶν καὶ τοῦ νόμου τοῦ Κυρίου καὶ ξίφους κατατολμᾷν.

Καὶ ὅτι τῷ προστακτικῷ εἴδει τοῦ λόγου ἀντὶ προφητικοῦ πολλάκις κέχρηται ἡ Γραφὴ, πολλαχόθεν δῆλον, οἷόν ἐστι τὸ, Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί· καὶ, Διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· καὶ ὅσα τοιαῦτα.

ΕΡΩΤΗΣΙΣ ΣΝΒʹ. Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδοσθαι ἡμῖν καθ᾽ ἡμέραν προσεύχεσθαι ἐδιδάχθημεν. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ὁ ἐργαζόμενος μνημονεύων τοῦ Κυρίου λέγοντος, Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, ἢ τί πίητε· καὶ τοῦ Ἀποστόλου παραγγείλαντος ἐργάζεσθαι, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, μὴ τῆς ἰδίας χρείας, ἀλλὰ τῆς ἐντολῆς τοῦ Κυρίου ἕνεκεν ἐργάζεται (ἐπειδὴ Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ), τότε τὸν ἐπιούσιον ἄρτον, τουτέστι, τὸν πρὸς τὴν ἐφήμερον ζωὴν τῇ οὐσίᾳ ἡμῶν χρησιμεύοντα, οὐχ ἑαυτῷ ἐπιτρέπει, ἀλλὰ τῷ Θεῷ ἐντυγχάνει περὶ τούτου· καὶ τὴν ἀνάγκην τῆς ἐνδείας αὐτῷ ἐπιδείξας, οὕτως ἐσθίει τὸ διδόμενον παρὰ τοῦ μετὰ δοκιμασίας ἐπιτεταγμένου ποιεῖν ἐφ᾽ ἑκάστης ἡμέρας τὸ, Διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.

ΕΡΩΤΗΣΙΣ ΣΝΓʹ. Τί ἐστι τὸ τάλαντον, ἢ πῶς αὐτὸ πολυπλασιάσομεν. ΑΠΟΚΡΙΣΙΣ. Λογίζομαι τὴν παραβολὴν πρὸς πᾶσαν Θεοῦ δωρεὰν εἰρῆσθαι· ἵνα ἕκαστος, ἣν ἂν δοκιμασθῇ χάριν ἔχειν παρὰ τοῦ Θεοῦ, ταύτην πολυπλασιάσῃ εἰς εὐεργεσίαν καὶ ὄφελος πλειόνων ἐνεγκών. Οὐδεὶς γάρ ἐστιν ἀμέτοχος τῆς τοῦ Θεοῦ χρηστότητος.

ΕΡΩΤΗΣΙΣ ΣΝΔʹ. Τίς ἐστιν ἡ τράπεζα, ἐφ᾽ ἣν ἔδει σε, φησὶν ὁ Κύριος, βαλεῖν τὸ ἀργύριον. ΑΠΟΚΡΙΣΙΣ. Αἱ παραβολαὶ οὐκ ἐπὶ εἴδους τὰ θεωρήματα πληροῦσι, πρὸς δὲ τὴν ὑπόθεσιν τὸν νοῦν ὁδηγοῦσιν. Ὥσπερ οὖν τὸ ἀργύριον ἀκολουθίαν ἔχει τοῖς τραπεζίταις δίδοσθαι εἰς πορισμόν (εἰσὶ γὰρ, ὡς ἐν Ἀλεξανδρείᾳ ἔγνων, οἱ ὑποδεχόμενοι καὶ τοῦτο ποιοῦντες)· οὕτως ἐπάναγκες τὸν ὑποδεξάμενον οἱανδήποτε χάριν μεταδιδόναι τῷ χρείαν ἔχοντι, ἢ ἐκεῖνο ποιεῖν, τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον ἐπὶ τοῦ λόγου· Ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Οὐ γὰρ μόνον ἐπὶ τοῦ λόγου τοῦτο γίνεσθαι πέφυκεν, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος· ὅτι οἱ μὲν τὸ δύνασθαι ἔχουσιν, οἱ δὲ τὴν ἐμπειρίαν τῆς οἰκονομίας ὑπεδέξαντο.

ΕΡΩΤΗΣΙΣ ΣΝΕʹ. Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας· «Ἆρον τὸ σὸν, καὶ ὕπαγε.» ΑΠΟΚΡΙΣΙΣ. Τάχα ὅπου καὶ οἱ ἐξ ἀριστερῶν σταθέντες ἀπελθεῖν προσετάχθησαν, οἵτινες ἐπὶ ἀργίᾳ τῶν καλῶν ἐνεκλήθησαν. Πᾶς δὲ ὁ φθονῶν τῷ ἀδελφῷ χείρων ἐστὶ τοῦ ἀργοῦ, τῆς Γραφῆς ἔθος ἐχούσης πολλαχοῦ μετὰ τοῦ φόνου τάσσειν τὸν φθόνον.

ΕΡΩΤΗΣΙΣ ΣΝϛʹ. Τίς ἐστιν ὁ μισθὸς, ὃν λαμβάνουσι καὶ οὗτοι ὁμοίως τοῖς ἐσχάτοις. ΑΠΟΚΡΙΣΙΣ. Τάχα τὸ μὴ ἐγκληθῆναι ὑπὲρ ὧν ἐποίησέ τις καλῶν κοινὸν πάντων τῶν ὑπακουόντων. Τὸ γὰρ στεφανωθῆναι ἴδιον τῶν τὸν καλὸν ἀγῶνα νομίμως ἀγωνισαμένων, τὸν δρόμον τελεσάντων, τὴν πίστιν τηρησάντων, ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Δύναται δὲ ὁ συμπεφωνημένος μισθὸς εἶναι καὶ τὰ ἑκατονταπλασίονα, ἅπερ ἐν τῷ νῦν καιρῷ ἀπολήψεσθαι ὁ Κύριος ἐπηγγείλατο τοὺς διὰ τὴν ἐντολὴν αὐτοῦ ἀφιέντας ὅ τι δήποτε τῶν παρόντων· ὥστε τὸ μὲν, Ἆρον τὸ σὸν, περὶ τούτου εἰρῆσθαι· ἐπειδὴ δὲ φθόνου πάθος ἐνόσησαν οἱ προκεκμηκέναι δόξαντες πρὸς τοὺς τῶν ἴσων ἀπολαύσαντας, μηκέτι κληρονομεῖν αὐτοὺς καὶ τὴν αἰώνιον ζωὴν, ἀλλὰ μόνα τὰ ἑκατονταπλασίονα νῦν ἀπολαμβάνοντας, ἐν τῷ μέλλοντι κατακρίνεσθαι διὰ τὸν φθόνον, καὶ ἀκούειν τό· Ὕπαγε.

ΕΡΩΤΗΣΙΣ ΣΝΖʹ. Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέστῳ. ΑΠΟΚΡΙΣΙΣ. Οἱ χρησιμεύοντες μὲν τοῖς ἀξίοις τῆς βασιλείας τῶν οὐρανῶν, ὡς τὸ ἄχυρον τῷ σίτῳ, μὴ ἐν διαθέσει δὲ τῆς πρὸς Θεὸν ἀγάπης καὶ τῆς πρὸς τὸν πλησίον τοῦτο ποιοῦντες, εἴτε ἐν τοῖς πνευματικοῖς χαρίσμασιν, εἴτε ἐν ταῖς σωματικαῖς εὐεργεσίαις· καὶ οὕτως ἀτελεῖς ἑαυτοὺς ἀφιέντες.

ΕΡΩΤΗΣΙΣ ΣΝΗʹ. Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκόμενος, «Ὁ θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρῃσκείᾳ,» καὶ τὰ ἑξῆς. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐπιφερόμενον σαφηνίζειν οἶμαι τὴν ἐν τῷ τόπῳ ζητουμένην ὑπόθεσιν. Ἀφειδίαν γὰρ σώματος προϊὼν ὀνομάζει· οἷοί εἰσιν οἱ Μανιχαῖοι, καὶ εἴ τινες ὅμοιοι τούτοις.

ΕΡΩΤΗΣΙΣ ΣΝΘʹ. Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ διαπύρῳ προθυμίᾳ, καὶ ἀκορέστῳ ἐπιθυμίᾳ, καὶ ἀόκνῳ σπουδῇ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, κατὰ τὸ γεγραμμένον· Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

ΕΡΩΤΗΣΙΣ ΣΞʹ. Τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, «Μὴ γίνεσθε ἄφρονες·» ποτὲ δὲ, «Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς·» εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ᾽ ἑαυτῷ τὸν μὴ ἄφρονα; ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστον πρόσταγμα ἴδιον ἔχει ὅρον. Τῷ γὰρ, Μὴ γίνεσθε ἄφρονες, ἐπιφέρει· Ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ· καὶ τῷ, Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, τὸ, Φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ. Ὥστε ἄφρων μὲν ἔστιν ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Κυρίου· φρόνιμος δὲ παρ᾽ ἑαυτῷ πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς ῥήμασι τοῦ Θεοῦ. Εἰ οὖν τις βούλεται μήτε ἄφρων εἶναι, μήτε φρόνιμος παρ᾽ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτὸν, καὶ ἐν φόβῳ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

ΕΡΩΤΗΣΙΣ ΣΞΑʹ. Τοῦ Κυρίου ἐπαγγειλαμένου, ὅτι «Πάντα, ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε·» καὶ πάλιν· «Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς·» πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλαβον; ὡς καὶ ὁ Ἀπόστολος εἰπών· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ·» καὶ μὴ λαβὼν τὸ αἴτημα, καὶ Ἱερεμίας δὲ ὁ προφήτης, καὶ αὐτὸς ὁ Μωϋσῆς. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος ἐν προσευχῇ· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, εἶτα ἐπαγαγόντος, Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω· πρῶτον μὲν εἰδέναι δεῖ, ὅτι οὐ πᾶν ὃ θέλομεν αἰτεῖν ἐπετράπημεν, οὐ μὴν οὐδὲ τὸ συμφέρον αἰτεῖν πάντως γινώσκομεν. Τὸ γὰρ, τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν.

Ὥστε μετὰ πολλῆς μὲν περισκέψεως, κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ποιεῖσθαι δεῖ τὰ αἰτήματα· μὴ ἀκουομένους δὲ εἰδέναι χρὴ, ὅτι ἢ ἐπιμονῆς χρεία, ἢ καὶ εὐτονίας, κατὰ τὴν παραβολὴν τοῦ Κυρίου, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, καὶ κατὰ τὸ ἐν ἄλλῳ τόπῳ ὑπ᾽ αὐτοῦ εἰρημένον, ὅτι Διὰ τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς, δώσει αὐτῷ, ὅσων χρῄζει· ἢ διορθώσεως καὶ ἐπιμελείας, κατὰ τὸ διὰ τοῦ προφήτου ὑπὸ τοῦ Θεοῦ πρός τινας εἰρημένον, εἰπόντος· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Λούσασθε, καθαροὶ γένεσθε, καὶ τὰ ἑξῆς. Ὅτι δὲ καὶ νῦν γίνονται, καὶ εἰσὶ τῶν πολλῶν αἱ χεῖρες αἵματος πλήρεις, οὐδὲν ἀμφιβάλλειν δεῖ τοὺς πιστεύοντας ἐκείνῳ τῷ κρίματι τοῦ Θεοῦ, ὃ κατὰ τοῦ προσταχθέντος ἀναγγεῖλαι τῷ λαῷ, καὶ σιωπήσαντος ἀπεφήνατο, εἰπὼν, ὅτι Τὸ αἷμα τοῦ ἡμαρτηκότος ἐκ τῶν χειρῶν τοῦ σκοποῦ ἐκζητηθήσεται.

Ὅπερ ἀληθὲς καὶ ἀπαράβατον εἶναι πληροφορηθεὶς ὁ Ἀπόστολος ἔλεγε· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Εἰ δὲ ὁ σιωπήσας μόνον ἔνοχος τοῦ αἵματος τῶν ἁμαρτανόντων εὑρίσκεται, τί ἄν τις εἴποι περὶ τῶν, δι᾽ ὧν ποιοῦσιν, ἢ δι᾽ ὧν λαλοῦσι, σκανδαλιζόντων ἑτέρους; Ἔστι δὲ ὅτε καὶ δι᾽ ἀναξιότητα τοῦ αἰτοῦντος οὐκ ἐπιτυγχάνεται τὸ αἴτημα, ὡς ἐπὶ τοῦ Δαβὶδ εὐξαμένου οἰκοδομῆσαι οἶκον τῷ Θεῷ, καὶ κωλυθέντος· ὃς τῆς μὲν πρὸς Θεὸν εὐαρεστήσεως οὐκ ἀπηλλοτριώθη, οὐ μὴν καὶ ἐκείνου ἄξιος ἐκρίθη. Ὁ μέντοιγε Ἱερεμίας μὴ ἀκουσθεὶς φαίνεται διὰ τὴν κακίαν ἐκείνων, ὑπὲρ ὧν προσηύχετο. Πολλάκις δὲ καὶ τοῦ καιροῦ διὰ ῥᾳθυμίαν παρεθέντος ἡμῖν, καθ᾽ ὃν ἔδει ποιήσασθαι τὸ αἴτημα, ἀκαίρως ὕστερον καὶ μάτην αἰτοῦντες εὑρισκόμεθα.

Περὶ δὲ τοῦ, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ, εἰδέναι χρὴ, ὅτι τῶν περιστάσεων, τῶν τε ἔξωθεν καὶ τῶν περὶ τὸ σῶμα, πολὺς καὶ διάφορός ἐστιν ὁ λόγος, τοῦ Θεοῦ ἢ ἐπάγοντος, ἢ συγχωροῦντος διά τινα οἰκονομίαν κρείττονα τῆς παρ᾽ αὐτὰ ἀνέσεως. Ἐὰν μὲν οὖν τις δυνηθῇ γνωρίσαι, ὅτι χρὴ διὰ προσευχῆς καὶ αἰτήσεως ἀπαλλαγῆναι τῆς περιστάσεως, ἀκούεται αἰτήσας, ὡς οἱ δύο τυφλοὶ ἐν Εὐαγγελίῳ καὶ οἱ δέκα λεπροὶ, καὶ πολλοὶ ἕτεροι· ἐὰν δέ τις μὴ γνωρίσῃ τὸν λόγον, καθ᾽ ὃν περιπέπτωκε τῷ πειρασμῷ (πολλάκις γὰρ καὶ δι᾽ ὑπομονῆς κατορθωθῆναι αὐτῷ ὁ σκοπὸς τῶν ἐπαγομένων ὀφείλει), καὶ, δέον εἰς τέλος ὑπομένειν, παραιτῆται τὴν περίστασιν, οὐκ ἀκούεται· ἐπεὶ μὴ συντρέχει τῷ σκοπῷ τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Τὸ δὲ, Δύο ὑμῶν ἐὰν συμφωνήσωσιν, αὕτη ἡ περικοπὴ σαφηνίζει. Περὶ γὰρ τοῦ ἐλέγχοντος τὸν ἡμαρτηκότα, καὶ περὶ τοῦ ἐλεγχομένου ποιεῖται τὸν λόγον. Ὅτι, τοῦ Θεοῦ μὴ θέλοντος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, ἐὰν ὁ ἐλεγχθεὶς κατανυγῇ τὴν ψυχὴν, καὶ συνέλθῃ τῷ σκοπῷ τοῦ ἐλέγχοντος, περὶ παντὸς πράγματος, τουτέστι, περὶ παντὸς ἁμαρτήματος οὗ ἐὰν αἰτήσωνται τὴν ἄφεσιν, δοθήσεται αὐτοῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ.

Ἐὰν γὰρ μὴ συμφωνήσῃ ὁ ἐλεγχόμενος τῷ ἐλέγχοντι, οὐκέτι ἄφεσις γίνεται, ἀλλὰ δεσμὸς κατὰ τὸ ἐπιφερόμενον, ὅτι Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, πληρουμένου τοῦ κρίματος ἐκείνου, ὅτι Ἐὰν καὶ τῆς Ἐκκλησίας παρακούσῃ ὁ ἐλεγχθεὶς, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

ΕΡΩΤΗΣΙΣ ΣΞΒʹ. Τῆς Γραφῆς ἐν τοῖς ἐπαινουμένοις τιθείσης τὴν πτωχείαν καὶ τὴν πενίαν, ὡς ἐν τῷ, «Μακάριοι οἱ πτωχοί·» καὶ ἐν τῷ, «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος·» καὶ πάλιν· «Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου·» τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πενίας; καὶ πῶς ἀληθεύει ὁ Δαβὶδ λέγων· «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης;» ΑΠΟΚΡΙΣΙΣ. Μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος περὶ τοῦ Κυρίου, Ὅτι δι᾽ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, λογίζομαι, ὅτι πτωχὸς μέν ἐστιν ὁ ἀπὸ πλούτου κατελθὼν εἰς ἔνδειαν· πένης δὲ ὁ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ ὢν καὶ εὐαρέστως τῷ Κυρίῳ κυβερνήσας τὴν τοιαύτην περίστασιν. Ὁ δὲ Δαβὶδ πτωχὸς καὶ πένης εἶναι ὁμολογεῖ, τάχα μὲν εἰς πρόσωπον τοῦ Κυρίου καὶ τοῦτο λέγων, πτωχοῦ μὲν ὀνομαζομένου κατὰ τὸ, Ὃς δι᾽ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· πένης δὲ, καθὸ οὐ πλουσίου τινὸς, ἀλλὰ τέκτονος υἱὸς τὸ κατὰ σάρκα ἐχρημάτισε. Τάχα δὲ καὶ ἐπείπερ ᾔδει, κατὰ τὸν Ἰὼβ, μὴ θησαυροφυλακεῖν τὰ ἑαυτοῦ, μηδὲ ὡς ἰδίῳ προσέχειν τῷ πλούτῳ, οἰκονομεῖν δὲ πάντα κατὰ τὸ θέλημα τοῦ Κυρίου.

ΕΡΩΤΗΣΙΣ ΣΞΓ. Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑποδειγμάτων, οἷς ἐπιφέρει τὸ, «Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής;» Εἰ γὰρ ὁ μὲν θέλων πύργον οἰκοδομῆσαι, ἢ συμβαλεῖν ἑτέρῳ βασιλεῖ, παρασκευάσασθαι ὀφείλει ἢ πρὸς τὴν οἰκοδομὴν, ἢ πρὸς τὸν πόλεμον· ἐὰν δὲ μὴ ᾖ δυνατὸς, ἔξεστιν αὐτῷ ἢ μὴ θεῖναι θεμέλιον τὴν ἀρχὴν ἢ ἐρωτῆσαι τὰ πρὸς εἰρήνην· ἆρα καὶ ὁ θελήσας μαθητὴς γενέσθαι τοῦ Κυρίου, ἀποτάξασθαι ὀφείλει; ἐὰν δὲ καταμάθῃ πρὸς τοῦτο δυσκόλως ἔχοντα ἑαυτὸν, ἔξεστιν αὐτῷ μηδὲ τὴν ἀρχὴν μαθητεῦσαι τῷ Κυρίῳ; ΑΠΟΚΡΙΣΙΣ. Σκοπὸς τῷ Κυρίῳ ἐν τοῖς ὑποδείγμασι τούτοις ἐστὶν, οὐκ ἐξουσίαν δοῦναι γενέσθαι μαθητὴν τοῦ Κυρίου, ἢ μή· ἀλλὰ δεῖξαι τὸ ἀδύνατον τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἐν τοῖς περισπῶσι τὴν ψυχήν· ἐν οἷς καὶ κινδυνεύει εὐάλωτος γινομένη ταῖς μεθοδείαις τοῦ διαβόλου, καὶ χλεύης καὶ γέλωτος ἀξία, διὰ τὸ ἀτελὲς τῶν ἐσπουδάσθαι δοκούντων, ἐλέγχεται.

Ὅπερ ἀπευχόμενος ὁ Προφήτης παθεῖν, ἔλεγεν· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.

ΕΡΩΤΗΣΙΣ ΣΞΔʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Ἵνα ἦτε εἰλικρινεῖς·» καὶ πάλιν, «Ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας·» τὸ εἰλικρινὲς τί ἐστιν; ΑΠΟΚΡΙΣΙΣ. Εἰλικρινὲς λογίζομαι εἶναι τὸ ἀμιγὲς, καὶ ἄκρως κεκαθαρμένον ἀπὸ παντὸς ἐναντίου, συνηγμένον δὲ καὶ τεταγμένον πρὸς μόνην θεοσέβειαν· οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς τὰ ἐν ἑκάστῳ καιρῷ καὶ πράγματι πρὸς τὸν ταύτης σκοπὸν ἀκριβῶς ἐπιζητούμενα· ὥστε μηδὲ πρὸς τὰ συγγενῆ τῶν κατορθωμάτων ἀπομετεωρίζεσθαι τὸν εἴς τι ταχθέντα. Δηλοῦται δὲ τὸ μὲν πρότερον ἐξ αὐτῆς τῆς ἀκολουθίας· ἐπιφέρει γὰρ τῷ, Ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας, τὸ, Ὡς ἐκ Θεοῦ κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὸ δὲ δεύτερον ἐκ τοῦ, Μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐκ τῶν τούτοις ἐπιφερομένων.

ΕΡΩΤΗΣΙΣ ΣΞΕʹ. Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου,» ἢ καὶ πρὸς πάντας· καὶ πῶς ἕκαστος ἡμῶν προσφέρει δῶρον ἐπὶ τὸ θυσιαστήριον. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ἐξαιρέτως μὲν καὶ πρωτοτύπως πρὸς ἱερεῖς ἐκλαμβάνειν ἀκόλουθον ἂν εἴη, ἐπειδὴ γέγραπται, ὅτι Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ πάντες· καὶ, Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον.

Καὶ ὁ Ἀπόστολος δέ φησι· Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὧν ἕκαστον κοινὸν πάντων ἐστίν· καὶ ἀναγκαῖον ἕκαστον ἡμῶν κατορθοῦν τὸ τοιοῦτον.

ΕΡΩΤΗΣΙΣ ΣΞϛʹ. Τί ἐστι τὸ ἅλας ὃ προσέταξεν ἔχειν ὁ Κύριος, εἰπὼν, «Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.» Καὶ ὁ Ἀπόστολος δέ φησιν, «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος.» ΑΠΟΚΡΙΣΙΣ. Καὶ ἐνταῦθα διὰ τῶν συνεζευγμένων ἑκάστῳ κεφαλαίῳ ὁ νοῦς φανερός ἐστιν. Ἐν μὲν γὰρ τοῖς τοῦ Κυρίου ῥήμασι τὸ μηδεμίαν ὑπόθεσιν τῆς ἀπ᾽ ἀλλήλων διαλύσεως καὶ διαστάσεως παρέχειν, ἀεὶ δὲ ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης πρὸς τὴν ἑνότητα τοῦ πνεύματος συντηρεῖσθαι διδασκόμεθα· ἐν δὲ τοῖς τοῦ Ἀποστόλου, μνημονεύσας τις τοῦ εἰπόντος· Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; διδαχθήσεται οἰκονομεῖν τοὺς λόγους εἰς οἰκοδομὴν τῆς πίστεως, Ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καιρῷ εὐθέτῳ καὶ τάξει εὐσχήμονι χρώμενος, πρὸς τὸ εὐπειθεστέρους γενέσθαι τοὺς ἀκούοντας.

ΕΡΩΤΗΣΙΣ ΣΞΖʹ. Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κολάσεως; ΑΠΟΚΡΙΣΙΣ. Τὰ ἀμφίβολα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου Γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται.

Τοῦ οὖν Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος, Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς κειμένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ῥημάτων καὶ ἀποφάσεων, τέλος κολάσεως εἰς τὸ μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας ἑαυτοῖς ὑπογράφειν.

Εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, τέλος ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, ποῖον ἔχει λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ᾽ ἑκατέρων ἴσως κεῖται.

Ἀπελεύσονται γὰρ, φησὶν, οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Τούτων οὖν οὕτως ὁμολογουμένων, εἰδέναι χρὴ, ὅτι καὶ τὸ, Δαρήσεται πολλὰς, καὶ τὸ, Δαρήσεται ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολάσεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυνῶντος, ἢ σφοδρότερον κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης διάφορα πάντως ἐχούσης τὰ κολαστήρια· καὶ ἕτερος τοῦ ἐξωτέρου σκότους, ἔνθα ὁ μέν τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων διὰ τὸ ἐπιτεταμένον τῶν πόνων γίνεται.

Καὶ τὸ ἐξώτερον δὲ σκότος ὑποφαίνει πάντως εἶναί τι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς πυθμένα ᾅδου, ἐν Παροιμίαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομένοντες τὴν κόλασιν. Τοῦτο δὲ χαρακτηρίζειν ἔστι καὶ νῦν ἐν τοῖς τοῦ σώματος πάθεσιν. Ὁ μὲν γάρ τις πυρέσσει μετὰ συμπτωμάτων καὶ ἄλλων παθῶν· ὁ δέ τις πυρέσσει μόνον, καὶ οὗτος οὐχ ὁμοίως τῷ ἑτέρῳ· καὶ ἄλλος οὐ πυρέσσει μὲν, ὀδύνῃ δέ τινι μέλους καταπονεῖται· καὶ οὗτος πάλιν ἑτέρου πλεῖον ἢ ἔλαττον.

Εἴρηται δὲ καὶ τοῦτο τῷ Κυρίῳ τὸ, πολλὰς καὶ ὀλίγας, κατὰ τὴν χρῆσιν τῆς συνηθείας, ὥσπερ οὖν καὶ ἄλλα τινὰ τοιαῦτα. Οἴδαμεν γὰρ πολλάκις τὸ τοιοῦτον εἶδος τοῦ λόγου καὶ ἐπὶ τῶν ὑφ᾽ ἑνός τινος πάθους κεκακωμένων παραλαμβανόμενον· οἷον ὅταν λέγωμεν ἐπί τινος πυρέσσοντος μόνον, ἢ ὀφθαλμὸν ὀδυνωμένου, θαυμάζοντες, ὅτι πόσα ἔπαθεν, ἢ πόσας ὑπέμεινεν ἀνάγκας. Ὥστε τὸ, πολλὰς καὶ ὀλίγας δέρεσθαι, πάλιν λέγω, οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ᾽ ἐν τῇ διαφορᾷ τῆς κολάσεως γίνεται.

ΕΡΩΤΗΣΙΣ ΣΞΗʹ. Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας, καὶ τέκνα ὀργῆς; ΑΠΟΚΡΙΣΙΣ. Τέκνα καὶ υἱούς τινος ὀνομάζειν οἶδεν ὁ Κύριος τοὺς ποιοῦντας τὰ θελήματα αὐτοῦ, εἴτε ἀγαθοῦ εἴτε κακοῦ. Εἰ τέκνα γὰρ, φησὶ, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.

Ὥστε καὶ ἀπειθείας υἱὸς ὁ τὰ τῆς ἀπειθείας ἐργαζόμενος γίνεται. Τάχα δὲ, ὥσπερ οὐχ ἁμαρτωλὸς μόνον, ἀλλὰ καὶ αὐτοαμαρτία ὁ διάβολος ὀνομάζεται, διὰ τὸ ἀρχηγὸς, ὡς οἶμαι, γεγονέναι τῆς ἁμαρτίας· οὕτω καὶ αὐτοαπείθεια λέγοιτο ἂν ὁ διάβολος διὰ τὴν αὐτὴν αἰτίαν. Τέκνον δὲ ὀργῆς ἐστί τις, καθ᾽ ὃ ἄξιον ἑαυτὸν πεποίηκε τῆς ὀργῆς. Ὡς γὰρ τοὺς ἀξίους τοῦ Κυρίου, καὶ τοὺς ποιοῦντας τὰ τοῦ φωτὸς καὶ ἡμέρας ἔργα, υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ὁ Ἀπόστολος προσηγόρευσεν· οὕτως ἀκόλουθον νοεῖν καὶ τὸ, Ἦμεν τέκνα ὀργῆς. Εἰδέναι μέντοιγε χρὴ, ὅτι ὁ υἱὸς τῆς ἀπειθείας, ὁ αὐτός ἐστι καὶ τέκνον ὀργῆς, τοῦ Κυρίου ἀποφηναμένου, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν.

ΕΡΩΤΗΣΙΣ ΣΞΘʹ Ἐπειδὴ γέγραπται, «Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν·» εἰ ἄλλα μέν ἐστι τὰ τῆς σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα ταῦτα. ΑΠΟΚΡΙΣΙΣ. Τὰ μὲν τῆς σαρκὸς θελήματα ἐν ἄλλῳ τόπῳ κατὰ μέρος ὀνομαστὶ καταλέγει ὁ Ἀπόστολος, λέγων· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· καὶ ἀλλαχοῦ περιληπτικώτερον, ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὔτε γὰρ δύναται· τὰ δὲ τῶν διανοιῶν θελήματα λογισμοὶ εἶεν ἂν μὴ μαρτυρούμενοι ὑπὸ τῆς Γραφῆς, οἷοί εἰσιν ἐκεῖνοι, περὶ ὧν εἴρηται· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ νοήματα μὴ αἰχμαλωτιζόμενα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

Διόπερ ἀναγκαῖον καὶ ἀσφαλὲς ἀεὶ καὶ πανταχοῦ φυλάσσειν ἐκεῖνο τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου.

ΕΡΩΤΗΣΙΣ ΣΟʹ. Τί ἐστιν, «Ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι;» ΑΠΟΚΡΙΣΙΣ. Τὴν πληροφορίαν τῆς ἑαυτοῦ εἰς Θεὸν πεποιθήσεως ἐξ ἀντιπαραθέσεως τοῦ ἀνθρωπίνου φρονήματος δεικνὺς ὁ Ἀπόστολος, ἕκαστον τῶν ἐν τῷ τόπῳ τούτῳ κειμένων οὕτω τίθησιν. Ὡς μὲν γὰρ πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἐν παντὶ θλιβόμενοι, φησίν· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν ἐπιφέρει τὸ, Ἀλλ᾽ οὐ στενοχωρούμενοι· πάλιν, ὡς μὲν πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἀπορούμενοι· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν, τὸ, Οὐκ ἐξαπορούμενοι· καὶ τὰ λοιπὰ ὁμοίως. Οἷά ἐστι κἀκεῖνα τὰ ἀλλαχοῦ αὐτῷ εἰρημένα· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.

ΕΡΩΤΗΣΙΣ ΣΟΑʹ. Τοῦ Κυρίου λέγοντος· «Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν·» εἰ πάντων, ὅσα ἥμαρτέ τις, διὰ τῆς ἐλεημοσύνης τὸν καθαρισμὸν εὑρίσκει. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὴ ἡ ἀκολουθία τῶν προκειμένων σαφηνίζει τὸ εἰρημένον. Προειπὼν γὰρ, ὅτι Καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας, οὕτως ἐπήγαγε· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστι· πάντα ταῦτα δηλονότι ὅσα ἐν τῷ ἁρπάζειν καὶ πλεονεκτεῖν ἁμαρτάνομεν, καὶ πονηρευόμεθα.

Παρίστησι δὲ τοῦτο καὶ ὁ Ζακχαῖος εἰπών· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ὥστε ὅσα τοιαῦτά ἐστιν ἁμαρτήματα, ἅπερ δυνατὸν ἀναλῦσαι, καὶ ὑπὲρ ὧν ἔστιν ἀντιδοῦναι πολυπλάσιον, τούτῳ τῷ τρόπῳ καθαρίζεσθαι· καὶ τούτῳ, φημὶ, τῷ τρόπῳ, οὐκ αὐτῷ καθ᾽ ἑαυτὸν ἀρκοῦντι πρὸς τὴν κάθαρσιν, χρῄζοντι δὲ προηγουμένως τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· ἐν ᾧ καὶ τῶν ἄλλων ἁπάντων ἔχομεν τὴν ἀπολύτρωσιν, ποιοῦντες ἐφ᾽ ἑκάστῳ τοὺς ἀξίους καρποὺς τῆς μετανοίας.

ΕΡΩΤΗΣΙΣ ΣΟΒʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ μεριμνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσταγμα νοήσομεν; Ὁρῶμεν γὰρ, ὅτι πολλὴν ἔχομεν σπουδὴν τῶν πρὸς τὴν χρείαν ἕνεκεν, ὥστε παραθέσθαι καὶ τὰ πρὸς πλείονα χρόνον ἀρκέσαι δυνάμενα. ΑΠΟΚΡΙΣΙΣ. Ὁ καταδεξάμενος τὴν τοῦ Κυρίου διδασκαλίαν, εἰπόντος· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ πληροφορηθεὶς τὴν ἀλήθειαν τῆς αὐτοῦ ἐπαγγελίας, ἐπαγαγόντος· Καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οὐκ ἐν ταῖς βιωτικαῖς μερίμναις ταῖς συμπνιγούσαις τὸν λόγον, καὶ ἄκαρπον ποιούσαις, καταργεῖ τὴν ψυχήν. Ἐν δὲ τῷ καλῷ ἀγῶνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀγωνιζόμενος, πιστεύει τῷ Κυρίῳ εἰπόντι· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ· καὶ οὐδὲν ταύτης ἕνεκεν περιεργάζεται. Ἐργάζεται δὲ καὶ μεριμνᾷ οὐχὶ δι᾽ ἑαυτὸν, ἀλλὰ διὰ τὴν ἐντολὴν τοῦ Χριστοῦ, καθὼς ὑπέδειξε καὶ ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τὸ μὲν γὰρ δι᾽ ἑαυτὸν μεριμνᾷν φιλαυτίας ἐστὶν ἔγκλημα· τὸ δὲ διὰ τὴν ἐντολὴν μεριμνᾷν καὶ ἐργάζεσθαι φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεώς ἐστιν ἐγκώμιον.

ΕΡΩΤΗΣΙΣ ΣΟΓʹ. Τί ἄν τις ποιήσας, βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΠΟΚΡΙΣΙΣ. Ἐκ τῆς τότε βλασφημίας, ἢν ἐβλασφήμησαν οἱ Φαρισαῖοι, ἐφ᾽ οἷς καὶ τὸ κρῖμα τοῦτο ἐτέθη, δῆλόν ἐστιν, ὅτι καὶ νῦν ἐκεῖνος βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὃς ἂν τὰς ἐνεργείας καὶ τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος τῷ ἐναντίῳ ἐπιφημίσῃ· ὅπερ πάσχομεν οἱ πολλοὶ, τὸν μὲν σπουδαῖον κενόδοξον πολλάκις ῥιψοκινδύνως ἀποκαλοῦντες, τοῦ δὲ ζῆλον ἀγαθὸν ἐπιδεικνυμένου ὀργὴν καταψευδόμενοι, καὶ ἄλλα τοιαῦτα ἐν ὑπονοίαις πονηραῖς ψευδῶς ἐπιφημίζοντες

ΕΡΩΤΗΣΙΣ ΣΟΔʹ. Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός; ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν φοβηθῇ τὸ κρῖμα τοῦ Θεοῦ, λέγοντος· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· καὶ μιμήσηται τὸν εἰπόντα· Κτηνώδης ἐγενήθην παρὰ σοί· καὶ πᾶσαν οἴησιν συνέσεως ἀποβαλὼν, μὴ πρότερόν τι τῶν ἰδίων λογισμῶν ὡς ἀγαθὸν ἐγκρίνῃ, μήτε μὴν λογίσηταί τι τὴν ἀρχὴν, πρὶν ἂν ὑπ᾽ αὐτῆς τοῦ Κυρίου τῆς ἐντολῆς συνεθισθῇ πρὸς τὸ ἀρέσκον τῷ Θεῷ εἴτε ἐν ἔργῳ, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἐνθυμήσει, τοῦ Ἀποστόλου εἰπόντος· Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, καθὼς γέγραπται.

ΕΡΩΤΗΣΙΣ ΣΟΕʹ. Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατανᾶς, ὅτι γέγραπται· «Ἐγὼ μὲν Παῦλος προεθέμην ἐλθεῖν καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.» ΑΠΟΚΡΙΣΙΣ. Τῶν ἐν Κυρίῳ κατορθωμάτων τὰ μὲν προθέσει καὶ κρίσει ψυχῆς ἐκτελεῖται, τὰ δὲ διὰ σώματος ἐνεργεῖται ἢ ἐν σπουδῇ ἢ ἐν ὑπομονῇ. Ὅσα μὲν οὖν ἐν προθέσει τῆς ψυχῆς καὶ κρίσει κεῖται, ταῦτα ἐγκόψαι οὐδενὶ τρόπῳ δυνατόν ἐστι τῷ Σατανᾷ· ἐν δὲ τοῖς διὰ σωματικῆς ἐνεργείας κατορθουμένοις πολλάκις τι καὶ συγχωρεῖ ὁ Θεὸς γενέσθαι ἐμπόδιον, εἰς δοκιμὴν καὶ ἔλεγχον τοῦ ἐμποδιζομένου, ἵνα ἢ μετατιθέμενος τῆς ἀγαθῆς προθέσεως ἐλεγχθῇ, ὡς οἱ ἐπὶ τῆς πέτρας σπαρέντες, οἳ πρὸς ὀλίγον μὲν τὸν λόγον μετὰ χαρᾶς ἐδέξαντο, γενομένης δὲ θλίψεως, εὐθέως ἀπέστησαν· ἢ ἐπιμένων τοῖς καλοῖς ἀποδειχθῇ ἐν σπουδῇ τῶν κατορθωμάτων, ὡς αὐτὸς ὁ Ἀπόστολος, ὃς πολλάκις προθέμενος ἀπελθεῖν πρὸς τοὺς Ῥωμαίους, καὶ κωλυθεὶς, ὡς αὐτὸς ὡμολόγησεν, ὅμως οὐκ ἐπαύσατο θέλων, μέχρις ὅτε καὶ ἐπλήρωσεν ὃ προέθετο· ἐν δὲ ὑπομονῇ, ὡς ὁ Ἰὼβ, ὃς, τοσαῦτα ὑπὸ τοῦ διαβόλου παθὼν, ἀναγκάζοντος φθέγξασθαί τι βλάσφημον, ἢ ἀχαριστῆσαι Θεῷ, καὶ μέχρι τῶν ἐσχάτων συμφορῶν οὐκ ἐξέστη τῆς εὐσεβοῦς κρίσεως, καὶ τοῦ φρονεῖν περὶ Θεοῦ ὑγιῶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· Ἐν πᾶσι τούτοις οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.

ΕΡΩΤΗΣΙΣ ΣΟϛʹ. Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρήμενον, «Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον;» ΑΠΟΚΡΙΣΙΣ. Πολλά ἐστιν, ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μακροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται· τὰ δὲ κατ᾽ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Κακὰ δὲ, οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι᾽ ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα, καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστροφὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. Ὅσα μὲν οὖν μακροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δὲ, Γίνεσθε, φησὶ, μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ᾽ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον, τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ, ἢ πολέμῳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους, τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημένον, ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν.

Οὐκοῦν πρῶτον μὲν ζητεῖν δεῖ, τί τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· εἶτα, ὅταν γνωρίσωμεν τὸ ἀγαθὸν, ἐξετάζειν, εἰ τὸ ἀγαθὸν τοῦτο καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. Ἔστι γάρ τι. ὃ τῷ μὲν ἰδίῳ λόγῳ καὶ θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστιν· ὅταν δὲ ἢ παρὰ πρόσωπον, ἢ παρὰ καιρὸν γένηται, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστιν. Οἷον, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ θυμιᾷν Θεῷ, ἀλλ᾽ οὐκ ἦν εὐάρεστον Θεῷ, τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. Καὶ πάλιν, θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστι τὸ ἐλεημοσύνην ποιεῖν· ἀλλὰ τὸ ἕνεκεν τοῦ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιεῖν, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστι. Καὶ πάλιν, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ τοὺς μαθητὰς, ὃ πρὸς τὸ οὖς ἤκουσαν, κηρύξαι ἐπὶ τῶν δωμάτων· ἀλλὰ τὸ πρὸ καιροῦ τι εἰπεῖν οὐκέτι καὶ εὐάρεστον ἦν τῷ Θεῷ· Μηδενὶ γὰρ εἴπητε, φησὶ, τὸ ὅραμα τοῦτο, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ καθόλου πᾶν θέλημα Θεοῦ ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν, ὅταν πληρωθῇ ἐπ᾽ αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Πάλιν δὲ, ὅταν καὶ θέλημα Θεοῦ ᾖ τι, καὶ ἀγαθὸν ᾖ, καὶ εὐάρεστον ᾖ, οὐδ᾽ οὕτως ἀμεριμνεῖν χρὴ, ἀλλ᾽ ἀγωνιᾷν καὶ φροντίζειν, ὅπως τέλειον καὶ ἀνελλιπὲς τοῦτο ᾖ· ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου, εἰ κατὰ τὸ προστεταγμένον γίνεται, ποτὲ δὲ τῆς τοῦ ποιοῦντος δυνάμεως.

Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐδίδαξε. Καὶ πᾶσαν δὲ ἐντολὴν, καθὼς γέγραπται· Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει ποιοῦντα οὕτως.

ΕΡΩΤΗΣΙΣ ΣΟΖʹ. Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσευχόμενον προστάσσει ὁ Κύριος; ΑΠΟΚΡΙΣΙΣ. Ταμιεῖον μὲν ἡ συνήθεια ὀνομάζειν οἶδεν οἶκον σχολάζοντα καὶ ἀνακεχωρημένον, ἐν ᾧ ἀποτιθέμεθα ἅπερ ἂν ταμιεύσασθαι βουληθῶμεν· ἢ ἐν ᾧ κρυβῆναι δυνατὸν, κατὰ τὸ καὶ ἐν τῷ προφήτῃ εἰρημένον· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀποκρύβηθι. Τὴν δὲ δύναμιν τῆς ἐντολῆς ἡ ὑπόθεσις σαφηνίζει· πρὸς γὰρ τοὺς νοσοῦντας τὸ πάθος τῆς ἀνθρωπαρεσκείας ὁ λόγος ἐστίν. Ὥστε ἐὰν μέν τις ὑπὸ τοῦ πάθους ἐκείνου παρενοχλῆται, καλῶς ποιεῖ, ὑπαναχωρῶν ἐν τῇ προσευχῇ καὶ μονούμενος, μέχρις ἂν δυνηθῇ ἀναλαβεῖν τὴν ἕξιν τοῦ μὴ περιβλέπεσθαι εἰς τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους, εἰς μόνον δὲ τὸν Θεὸν ἀποβλέπειν, κατὰ τὸν εἰπόντα· Ἰδοὺ, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Ἐὰν δέ τις Θεοῦ χάριτι καθαρεύῃ τοῦ πάθους ἐκείνου, οὐκ ἔχει ἀνάγκην κρύπτειν τὸ καλόν. Ὅπερ διδάσκων αὐτὸς ὁ Κύριος, λέγει· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Ὁ δὲ αὐτὸς νοῦς καὶ ἐπὶ τῆς ἐλεημοσύνης καὶ ἐπὶ τῆς νηστείας, ἅπερ ἐν τῷ αὐτῷ τόπῳ κεῖται· καὶ καθόλου ἐπὶ παντὸς πράγματος τῆς θεοσεβείας.