ΕΡΩΤΗΣΙΣ ΣΟϛʹ. Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρήμενον, «Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον;» ΑΠΟΚΡΙΣΙΣ. Πολλά ἐστιν, ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μακροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται· τὰ δὲ κατ᾽ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Κακὰ δὲ, οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι᾽ ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα, καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστροφὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. Ὅσα μὲν οὖν μακροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δὲ, Γίνεσθε, φησὶ, μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ᾽ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον, τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ, ἢ πολέμῳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους, τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημένον, ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν.