Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΣΟΗ΄ - ΤΙΓ΄: Καθαρότητα καρδιάς, εξομολόγηση και κοινωνία αδελφότητας

Η συνετή ψαλμωδία, η αποφυγή της ανθρωπαρέσκειας, η εξαγόρευση των λογισμών και η ορθή συμπεριφορά κατά την παρουσία επισκεπτών στο κοινόβιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 10 από 10

ΕΡΩΤΗΣΙΣ ΣΟΗʹ. Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐτοῦ ἄκαρπός ἐστιν; ΑΠΟΚΡΙΣΙΣ Τοῦτο περὶ τῶν ἐν γλώσσῃ ἀγνοουμένῃ τοῖς ἀκούουσι τὰς προσευχὰς ἀναπεμπόντων ἐῤῥήθη. Φησὶ γάρ· Ἐὰν προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. Ὅταν μὲν γὰρ ἄγνωστα ᾖ τοῖς παροῦσι τὰ ῥήματα τῆς προσευχῆς, ἄκαρπός ἐστιν ὁ νοῦς τοῦ προσευχομένου, μηδενὸς ὠφελουμένου· ὅταν δὲ οἱ παρόντες νοῶσι τὴν προσευχὴν ὠφελεῖν δυναμένην τοὺς ἀκούοντας, τότε ὁ προσευχόμενος καρπὸν ἔχει τὴν τῶν ὠφελουμένων βελτίωσιν. Ὁμοίως δὲ καὶ ἐπὶ πάσης ἐκφωνήσεως τῶν τοῦ Θεοῦ ῥημάτων. Γέγραπται γάρ· Ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως.

ΕΡΩΤΗΣΙΣ ΣΟΘʹ Τί ἐστι τὸ, «Ψάλατε συνετῶς;» ΑΠΟΚΡΙΣΙΣ. Ὅπερ ἐστὶν ἐπὶ τῶν βρωμάτων ἡ αἴσθησις τῆς ποιότητος ἑκάστου βρώματος, τοῦτό ἐστιν ἐπὶ τῶν ῥημάτων τῆς ἁγίας Γραφῆς ἡ σύνεσις. Λάρυγξ μὲν γὰρ, φησὶ, σῖτα γεύεται, νοῦς δὲ ῥήματα διακρίνει.

Ἐὰν οὖν τις οὕτω συνδιατεθῇ τὴν ψυχὴν τῇ δυνάμει ἑκάστου ῥήματος, ὡς συνδιατίθεται τὴν γεῦσιν τῇ ποιότητι ἑκάστου βρώματος, ὁ τοιοῦτος ἐπλήρωσε τὴν ἐντολὴν τὴν λέγουσαν· Ψάλατε συνετῶς.

ΕΡΩΤΗΣΙΣ ΣΠʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ; ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἀθετήσει ἐντολῆς Θεοῦ, ἢ ἐλλείψει, ἢ ἀμελείᾳ.

ΕΡΩΤΗΣΙΣ ΣΠΑʹ. Τὴν μὴ θέλουσαν ψάλαι, εἰ χρὴ ἀναγκάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὴ ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται αὐτῇ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν, ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ

ΕΡΩΤΗΣΙΣ ΣΠΒʹ. Τίνες εἰσὶν οἱ λέγοντες, «Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν,» καὶ ἀκούοντες, «Οὐκ οἶδα ὑμᾶς;» ΑΠΟΚΡΙΣΙΣ. Τάχα ἐκεῖνοι, οὓς ὑπέγραψεν ὁ Ἀπόστολος ἐπὶ τοῦ ἰδίου προσώπου, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, καὶ τὰ ἑξῆς.

Καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ πᾶσαν τὴν πίστιν· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου· καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅπερ ἐπαιδεύθη ὁ Ἀπόστολος παρὰ τοῦ Κυρίου εἰπόντος περί τινων· Ποιοῦσι γὰρ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Τὸ γὰρ μὴ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, ἀλλὰ διὰ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον γινόμενον, οἷον ἂν ᾖ, οὐ θεοσεβείας ἔπαινον εὑρίσκει, ἀλλ᾽ ἀνθρωπαρεσκείας, ἢ αὐταρεσκείας, ἢ φιλονεικίας, ἢ φθόνου, ἤ τινος τοιαύτης αἰτίας ἔχει τὸ κρῖμα. Διὸ καὶ ἀδικίας ἔργον τὸ τοιοῦτον ὁ Κύριος ὀνομάζει, λέγων πρὸς τοὺς εἰπόντας τὸ, Ἐφάγομεν ἐνώπιόν σου, καὶ τὰ ἑξῆς· Ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες ἐργάται ἀδικίας. Πῶς γὰρ οὐκ ἀδικίας ἐργάται οἱ ταῖς τοῦ Θεοῦ δωρεαῖς εἰς πραγματείαν τῶν ἰδίων ἡδονῶν καταχρώμενοι; Οἷον ἦσαν ἐκεῖνοι περὶ ὧν φησιν ὁ Ἀπόστολος· Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν, καὶ πολλὰ τοιαῦτα. Ὧν ἁπάντων καθαρεύων ἀποδέδεικται ἡμῖν ὁ αὐτὸς Ἀπόστολος δι᾽ ὧν φησιν· Οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες. ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν ὑμῖν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας· Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾽ ἄλλων.

ΕΡΩΤΗΣΙΣ ΣΠΓʹ. Εἰ ὁ ποιῶν τὸ θέλημά τινος κοινωνός ἐστιν ἐκείνου. ΑΠΟΚΡΙΣΙΣ. Εἰ πιστεύομεν τῷ Κυρίῳ λέγοντι· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· οἴδαμεν, ὅτι οὐχὶ κοινωνὸς ἁπλῶς, ἀλλὰ κύριον ἑαυτοῦ καὶ πατέρα ἐπιγράφεται ἐκεῖνον, οὗ τὸ ἔργον ποιεῖ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Μαρτυρεῖ δὲ τοῦτο σαφῶς καὶ ὁ Ἀπόστολος, λέγων· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;

ΕΡΩΤΗΣΙΣ ΣΠΔʹ. Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν ἢ νόσον, εἰ ἀδιάκριτόν ἐστι παρ᾽ ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων λήψεται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μνημονεύων τοῦ Κυρίου εἰπόντος, Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε, φροντίδα πολλὴν μετὰ σπουδῆς πλείονος καὶ ἐπιμελείας ποιεῖται ἄξιος εἶναι ἀδελφὸς τοῦ Κυρίου τετάχθαι. Ἐὰν οὖν τις τοιοῦτος ᾖ, μὴ διακρινέσθω λαμβάνων, ἀλλ᾽ εὐχαριστείτω.

Παρὰ τίνων δὲ χρὴ λαμβάνειν, καὶ πότε, καὶ πῶς, ὁ τὴν κοινὴν φροντίδα ἐπιτεταγμένος δοκιμάζειν ὀφείλει· μνημονεύων τοῦ Δαβὶδ εἰπόντος· Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· καὶ πάλιν· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.

ΕΡΩΤΗΣΙΣ ΣΠΕʹ. Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγματευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιεργάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν συγχωρεῖ ὁ λόγος ἐν ἀδελφοῖς τὸ ἀγοράζειν παρ᾽ ἀλλήλων καὶ πωλεῖν ἀλλήλοις, οὐκ ἔχω τι λέγειν· κοινωνεῖν γὰρ ἀλλήλοις παιδευόμεθα πρὸς τὴν χρείαν, κατὰ τὸ γεγραμμένον· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· εἰ δὲ ἄρα συνεμπίπτει ποτὲ τοιαύτη ἀνάγκη, χρὴ τὸν ἀγοράζοντα μᾶλλον. ἀκριβεύεσθαι μὴ τῆς ἀξίας ἐλάττονα δῷ τιμὴν ἤπερ τὸν πωλοῦντα.

Ἀμφότεροι δὲ μνημονευέτωσαν τοῦ εἰπόντος· Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν.

ΕΡΩΤΗΣΙΣ ΣΠϛʹ. Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθενείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον ἀπάγειν. ΑΠΟΚΡΙΣΙΣ. Στοχάζεσθαι χρὴ ἑκάστου τόπου καὶ σκοποῦ τοῦ οἰκείου πρὸς τὸ κοινῇ συμφέρον εἰς δόξαν Θεοῦ.

ΕΡΩΤΗΣΙΣ ΣΠΖʹ. Τίνες εἰσὶν οἱ ἄξιοι καρποὶ τῆς μετανοίας; ΑΠΟΚΡΙΣΙΣ. Τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει, ποιῶν τὸ εἰρημένον· Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες.

ΕΡΩΤΗΣΙΣ ΣΠΗʹ. Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας ἑαυτοῦ εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει, καὶ τοῖς τυχοῦσιν, ἢ τίσιν; ΑΠΟΚΡΙΣΙΣ. Ὁ σκοπὸς τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐπὶ τῶν ἁμαρτανόντων φανερὸς, κατὰ τὸ γεγραμμένον, ὅτι Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν καὶ τῆς ἐπιστροφῆς ὁ τρόπος οἰκεῖος ὀφείλει εἶναι τοῦ ἁμαρτήματος, καὶ καρπῶν δὲ χρεία ἀξίων τῆς μετανοίας, κατὰ τὸ γεγραμμένον· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας, ἵνα μὴ τὰ τῆς ἐπιφερομένης ἀπειλῆς συμβῇ ἐν τῇ ἐλλείψει τῶν καρπῶν· Πᾶν γὰρ δένδρον, φησὶ, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται· ἀναγκαῖον τοῖς πεπιστευμένοις τὴν οἰκονομίαν τῶν μυστηρίων τοῦ Θεοῦ ἐξομολογεῖσθαι τὰ ἁμαρτήματα. Οὕτω γὰρ καὶ οἱ πάλαι μετανοοῦντες ἐπὶ τῶν ἁγίων εὑρίσκονται πεποιηκότες. Γέγραπται γὰρ ἐν μὲν τῷ Εὐαγγελίῳ, ὅτι τῷ Βαπτιστῇ Ἰωάννῃ ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὐτῶν· ἐν δὲ ταῖς Πράξεσι, τοῖς ἀποστόλοις, ὑφ᾽ ὧν καὶ ἐβαπτίζοντο ἅπαντες.

ΕΡΩΤΗΣΙΣ ΣΠΘʹ. Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει; ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἅπαξ τινα μετανοήσαντα τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν ἔλεγχός ἐστι τοῦ τὸ πρῶτον αἴτιον τῆς ἁμαρτίας ἐκείνης μὴ ἐκκαθᾶραι, ἀφ᾽ οὗ, καθάπερ ἀπὸ ῥίζης τινὸς, πάλιν ἀνάγκη τὰ ἴσα φύεσθαι. Ὡς γὰρ εἴ τις φυτοῦ τοὺς κλάδους ἐκκόψαι θελήσειε, τὴν ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα τὰ αὐτὰ πάλιν βλαστάνει· οὕτως, ἐπειδή τινα τῶν ἁμαρτημάτων οὐκ ἐν ἑαυτοῖς ἔχει τὴν ἀρχὴν, ἀλλ᾽ ἐξ ἑτέρων φύεται, ἀνάγκη πᾶσα τὸν καθαρεῦσαι ἀπ᾽ αὐτῶν βουλόμενον τὰ πρῶτα αἴτια τῶν ἁμαρτημάτων ἐκείνων ἐξᾶραι· οἷον, ἔρις ἢ φθόνος οὐκ ἀφ᾽ ἑαυτῶν ἄρχεται, ἀλλ᾽ ἀπὸ ῥίζης τῆς φιλοδοξίας βλαστάνει.

Ἀντιποιούμενος γὰρ τῆς δόξης τῆς παρὰ τοῖς ἀνθρώποις, ἐρίζει τῷ εὐδοκιμοῦντι, ἢ φθονεῖ τῷ παρευδοκιμοῦντι. Ἐὰν οὖν, ἅπαξ τις λαβόμενος ἑαυτοῦ ἐπὶ φθόνῳ, ἢ ἔριδι, πάλιν τοῖς αὐτοῖς περιπέσῃ, γνωριζέτω ἑαυτὸν τὸ πρῶτον αἴτιον τοῦ φθόνου ἢ τῆς ἔριδος, τὴν φιλοδοξίαν ἐν βάθει νοσοῦντα.

Καὶ χρή γε αὐτὸν ἐκ τοῦ ἐναντίου διὰ τῶν τῆς ταπεινοφροσύνης γυμνασμάτων (γυμνάσιον γὰρ ταπεινοφροσύνης ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι διατριβὴ) τὸ πάθος τῆς φιλοδοξίας θεραπεῦσαι, ἵνα οὕτως, ἐν διαθέσει τῆς ταπεινοφροσύνης γενόμενος, μηκέτι ἐκπέσῃ εἰς τὰ προειρημένα τῆς φιλοδοξίας βλαστήματα· καὶ ἐφ᾽ ἑκάστῳ τῶν τοιούτων ἁμαρτημάτων ὁμοίως.

ΕΡΩΤΗΣΙΣ Σϟʹ. Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε; ΑΠΟΚΡΙΣΙΣ. Ἤτοι τὸ διδόμενον χάρισμα πολυπλασιάζων ἐν τῇ τῶν εὐεργετουμένων ὑπ᾽ αὐτοῦ ὠφελείᾳ καὶ προκοπῇ, ἢ ἐκ συγκρίσεως τῶν ἀνθρωπίνων σπουδασμάτων τὸ πλέον τῆς σπουδῆς ἐπιδεικνύμενος ἐν τῷ ἔργῳ τοῦ Κυρίου.

ΕΡΩΤΗΣΙΣ ΣϟΑʹ. Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ τυφόμενον λίνον; καὶ πῶς τις τὸ μὲν οὐ κατεάξει, τὸ δὲ οὐ σβέννυσιν· ΑΠΟΚΡΙΣΙΣ. Συντετριμμένον μὲν κάλαμον λογίζομαι εἶναι τὸν ἐν πάθει τινὶ ποιοῦντα ἐντολὴν Θεοῦ· ὃν κατεάσσειν καὶ ἀποκόπτειν οὐ χρὴ, ἀλλὰ μᾶλλον θεραπεύειν, ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπών· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. Καὶ ὁ Ἀπόστολος παραγγέλλει, λέγων· Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν· καὶ ἀλλαχοῦ· Μηδὲν κατ᾽ ἐριθείαν ἢ κενοδοξίαν. Λίνον δὲ τυφόμενον, ὅταν τις ποιῇ τὴν ἐντολὴν μὴ διαπύρῳ ἐπιθυμίᾳ καὶ τελείᾳ σπουδῇ, νωθρότερον δέ πως καὶ χαυνότερον, ὃν οὐ χρὴ παύειν, διεγείρειν δὲ μᾶλλον ὑπομνήσει τῶν κριμάτων τοῦ Θεοῦ, καὶ τῶν ἐπαγγελιῶν αὐτοῦ

ΕΡΩΤΗΣΙΣ ΣϟΒʹ. Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι διδάσκαλον. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· ἐὰν οἱ προσάγοντες ἐπὶ τοιούτῳ σκοπῷ προσάγωσι, καὶ οἱ δεχόμενοι πληροφορίαν ἔχωσιν, ὅτι δύνανται ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐκθρέψαι τὰ προσαγόμενα, φυλασσέσθω τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, εἰπόντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ἄνευ δὲ τοῦ τοιούτου σκοποῦ καὶ τῆς τοιαύτης ἐλπίδος οὔτε Θεῷ ἀρέσκον τοῦτο, καὶ ἡμῖν οὔτε πρέπον οὔτε συμφέρον λογίζομαι.

ΕΡΩΤΗΣΙΣ ΣϟΓʹ. Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν ἁμαρτημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδιαφόρως ποιοῦσιν; ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν εἰδέναι χρὴ, ὅτι ἐν τῇ Καινῇ Διαθήκῃ ταύτην τὴν διαφορὰν οὐκ ἔστι μαθεῖν. Μία γὰρ ἀπόφασις κατὰ πάντων ἁμαρτημάτων κεῖται, τοῦ Κυρίου εἰπόντος, ὅτι Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ πάλιν, ὅτι Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ τοῦ Ἰωάννου βοῶντος· Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν· τῆς ἀπειθείας οὐκ ἐν τῇ διαφορᾷ τῶν ἁμαρτημάτων, ἀλλ᾽ ἐν τῇ παρακοῇ τὴν ἀπειλὴν ἐχούσης. Ὅλως δὲ, εἰ ἐπιτρεπόμεθα λέγειν μικρὸν καὶ μέγα ἁμάρτημα, ἀναντίῤῥητον ἔδει τὴν ἀπόδειξιν ἑκάστῳ μέγα εἶναι τὸ ἑκάστου κρατοῦν, καὶ μικρὸν τοῦτο, οὗ ἕκαστος κρατεῖ· ὥσπερ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν νικήσας ἐστὶν ἰσχυρότερος, ὁ δὲ ἡττηθεὶς ἀσθενέστερος τοῦ ἐπικρατεστέρου, ὅστις ἂν ᾖ. Δεῖ οὖν ἐπὶ παντὸς ἁμαρτάνοντος οἱονδήποτε ἁμάρτημα φυλάσσειν τὸ κρῖμα τοῦ Κυρίου εἰπόντος, ὅτι Ἂν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.

Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

Φυλασσέσθω δὲ ἐπὶ πᾶσι τοῖς τοιούτοις τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Διὰ τί οὐ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; Χρὴ γὰρ τὴν μακροθυμίαν καὶ τὴν εὐσπλαγχνίαν ἐπιφέρεσθαι τῇ ἀποτομία.

ΕΡΩΤΗΣΙΣ ΣϟΔ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ Ἐάν τις ἀμνήμων γένηται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ ἀσυνείδητος εὑρεθῇ πρὸς τὸν εὐεργέτην.

ΕΡΩΤΗΣΙΣ ΣϟΕ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀμελῇ τις τῶν πρὸς εὐαρέστησιν Θεοῦ, τοῦ Προφήτου εἰπόντος· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.

ΕΡΩΤΗΣΙΣ Σϟϛʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι τῶν ἁμαρτημάτων καθαρεύει ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν καταμάθῃ τις ἐν ἑαυτῷ τὴν διάθεσιν τοῦ Δαβὶδ, εἰπόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην· ἢ καταμάθῃ εἰ κατώρθωσεν ἐν ἑαυτῷ τὸ παρὰ τοῦ Ἀποστόλου προστεταγμένον, εἰπόντος· Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ· ἔνθα καὶ πλατύνων κατὰ παντὸς ἁμαρτήματος τὸ τοιοῦτον κρῖμα, ἐπήγαγεν· Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἵνα δυνηθῇ εἰπεῖν, ὅτι· Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον Γνωρίζει δέ τις ἑαυτὸν ἐν τοιαύτῃ διαθέσει καθεστῶτα, ἐὰν καὶ πρὸς τοὺς ἁμαρτάνοντας τὴν αὐτὴν τοῖς ἁγίοις φρικώδη συμπάθειαν ἀναλάβῃ· τοῦ μὲν Δαβὶδ εἰπόντος· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο· τοῦ δὲ Ἀποστόλου λέγοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

Εἰ γὰρ, κατὰ τὴν ἀλήθειαν τοῦ λόγου, ἡ ψυχὴ κρείττων ἐστὶ τοῦ σώματος, ὁρῶμεν δὲ, ὅτι ἐπὶ τοῦ σώματος πᾶσαν μὲν ῥυπαρίαν σικχαινόμεθα καὶ βδελυσσόμεθα· παντὸς δὲ σπαραγμοῦ καὶ πάσης ἐπιβουλῆς θεωρία συντριμμὸν καὶ λύπην ἐργάζεται τῇ καρδίᾳ· πόσῳ μᾶλλον ἀκόλουθον τὰ προειρημένα πάσχειν ἐπὶ τοῖς ἁμαρτάνουσι τὸν φιλόχριστον καὶ φιλάδελφον, ὅταν βλέπῃ τῶν ἁμαρτανόντων, ὥσπερ ὑπὸ θηρίων, τιτρωσκομένην τὴν ψυχὴν, καὶ βιβρωσκομένην, καὶ ὥσπερ ἰχῶρας καὶ σηπεδόνας ἐπιφαίνουσαν; τοῦ μὲν Δαβὶδ εἰπόντος, ὅτι Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην· τοῦ δὲ Ἀποστόλου λέγοντος· Κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἐστίν. Ὅταν οὖν ἢ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἢ ἐπ᾽ ἀλλοτρίοις, κατὰ τὰ προειρημένα ἐξ ἀρχῆς, οὕτω διακειμένην καταμάθῃ τις ἑαυτοῦ τὴν ψυχὴν, τότε πληροφορηθήτω, ὅτι καθαρεύει ἀπὸ ἁμαρτίας.

ΕΡΩΤΗΣΙΣ ΣϟΖʹ. Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ζηλώσαντα τὴν διάθεσιν τοῦ Δαβὶδ, πρῶτον μὲν λέγοντος· Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· ἔπειτα δὲ ἐν τῷ διηγεῖσθαι τὸν τρόπον διὰ τοῦ ἕκτου ψαλμοῦ, καὶ δι᾽ ἄλλων δὲ πολυτρόπως· διὰ δὲ τοῦ Ἀποστόλου μανθάνοντα ταῦτα ἃ ἐμαρτύρησε τοῖς Κορινθίοις ὑπὲρ ἀλλοτρίου ἁμαρτήματος, εἰπὼν, ὅτι Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· καὶ τὰ ἰδιώματα τῆς λύπης ἐπενεγκών· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλ᾽ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν.

Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ὥστε ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον ἀναχωρεῖν χρὴ τῆς ἁμαρτίας, καὶ ὑπὲρ τῶν ἁμαρτανόντων ταῦτα πάσχειν, ἀλλὰ καὶ ἀφίστασθαι αὐτῶν τῶν ἁμαρτανόντων· τοῦ μὲν Δαβὶδ καὶ τοῦτο δηλώσαντος ἐν τῷ εἰπεῖν· Ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τοῦ δὲ Ἀποστόλου παραγγείλαντος τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

ΕΡΩΤΗΣΙΣ ΣϟΗʹ. Εἰ τὰ καλὰ κατ᾽ ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ Λόγος συγχωρεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἑαυτῷ ἀρέσκων ἀνθρώπῳ ἀρέσκει. Ἄνθρωπος γὰρ καὶ αὐτὸς ἕκαστος. Ὥσπερ οὖν Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὑτοῦ, ὃ τὴν ἑαυτοῦ πεποίθησιν δηλοῖ· οἷς ἐπιφέρει, Καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· οὕτω καὶ ὁ ἄλλῳ ἀρέσκων, ἢ κατ᾽ ἰδίαν ἀρέσκειάν τι ποιῶν, τῆς θεοσεβείας ἐκπίπτει, εἰς δὲ ἀνθρωπαρέσκειαν ἐμπίπτει.

Ποιοῦσι γὰρ, φησὶν ὁ Κύριος, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Καὶ ὁ Ἀπόστολος δὲ ὁμολογεῖ, ὅτι Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Σφοδροτέρα δὲ ἀπειλὴ φέρεται ἐν τῇ θεοπνεύστῳ Γραφῇ λεγούσῃ, ὅτι Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.

ΕΡΩΤΗΣΙΣ ΣϟΘʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ ἀποστῆναι τῆς φιλοδοξίας. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀνάσχηται τοῦ Κυρίου εἰπόντος· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· καὶ τοῦ Ἀποστόλου παραγγέλλοντος, ὅτι Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἵνα ὁ θεοσεβὴς, μήτε τῆς παρούσης, μήτε τῆς μελλούσης δόξης ἀντιποιούμενος, τὴν δὲ πρὸς Θεὸν ἀγάπην πάντων προτιμήσας, παῤῥησίαν ἔχῃ εἰπεῖν μετὰ τῶν προκειμένων τὸ, Οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· καὶ, ὅτι Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν.

ΕΡΩΤΗΣΙΣ Τʹ. Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτε περὶ ἀοράτου ἐστὶν ὁ λόγος. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν τρόπος τῆς ἐπιστροφῆς ἐν ἐκείνῳ τῷ ἐρωτήματι δηλοῦται, ἐν τῷ, πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή· τὸ δὲ περὶ ἀοράτου εἶναι τὸν λόγον, μνημονεύσωμεν τοῦ Κυρίου, ὅτι Οὐδέν ἐστι κρυπτὸν, ὃ οὐ γνωσθήσεται· καὶ, ὅτι Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.

ΕΡΩΤΗΣΙΣ ΤΑʹ. Ἐὰν δὲ εἴπῃ, ὅτι Οὐ καταγινώσκει μου τὸ συνειδός. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο καὶ ἐπὶ τῶν σωματικῶν παθῶν συμβαίνει. Πολλὰ γάρ ἐστι πάθη, ὧν οὐκ ἐπαισθάνονται οἱ ἀσθενοῦντες· τῇ μέντοιγε τῶν ἰατρῶν σημειώσει πιστεύουσι μᾶλλον, ἢ τῇ ἑαυτῶν ἀναισθησίᾳ προσέχουσιν.

Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν, τουτέστιν, ἐπὶ τῶν ἁμαρτημάτων, κἂν ἑαυτοῦ τις μὴ καταγινώσκῃ, μὴ ἐπαισθανόμενος τοῦ ἁμαρτήματος, πιστεύειν μέντοιγε ὀφείλει τοῖς δυναμένοις πλέον ἰδεῖν τὰ ἐκείνου· τοῦτο δειξάντων μὲν τῶν ἁγίων ἀποστόλων, ὅτε, ἐν πληροφορίᾳ ὄντες τῆς ἑαυτῶν εἰλικρινοῦς πρὸς τὸν Κύριον διαθέσεως, καὶ ἀκούσαντες, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, τῷ λόγῳ τοῦ Κυρίου ἐπίστευσαν μᾶλλον, καὶ διεφέροντο λέγοντες· Μήτι ἐγώ εἰμι, Κύριε; σαφέστερον δὲ ἡμᾶς τοῦ ἁγίου Πέτρου διδάσκοντος, ὃς διαπύρῳ μὲν ταπεινοφροσύνῃ παραιτεῖται τὴν ὑπηρεσίαν τοῦ Δεσπότου καὶ Θεοῦ καὶ διδασκάλου· πληροφορίᾳ δὲ τῆς ἀληθείας τῶν τοῦ Κυρίου ῥημάτων ἀκούσας, ὅτι Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ, λέγει· Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν.

ΕΡΩΤΗΣΙΣ ΤΒʹ. Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, ὅτι Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· τὰ διατεταγμένα τοῖς ἀνακειμένοις Θεῷ οὐκ ἀναγκαῖον εἰς ἀδιαφόρους παραναλίσκειν. Εἰ δὲ δυνατὸν γενέσθαι τὸ εἰρημένον ὑπὸ τῆς ἐπαινουμένης ἐν πίστει γυναικὸς, ὅτι Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν· ἐν τῇ τοῦ οἰκονόμου ἀνακείσθω δοκιμασίᾳ μετὰ κοινῆς τῶν μετ᾽ αὐτὸν προεχόντων γνώμης· ἵνα ἐκ τοῦ περισσεύματος ὁ ἥλιος, καθὼς γέγραπται, ἀνατείλῃ ἐπὶ πονηροὺς καὶ ἀγαθούς.

ΕΡΩΤΗΣΙΣ ΤΓʹ. Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν ἐν ἀδελφότητι ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα τοῦτο πολλὴν δυσχέρειαν ἔχει τῆς ἀποκρίσεως. Πρῶτον μὲν, ὅτι ἀταξίας ἔμφασιν φανερῶς δίδωσιν ἐν τῷ παρὰ πάντων λέγεσθαί τι, τοῦ Ἀποστόλου λέγοντος· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· καὶ τοῦ αὐτοῦ ἐν τοῖς μερισμοῖς τῶν χαρισμάτων, ἴδιον ἑκάστου τῶν λαλούντων τὸ τάγμα τάξαντος, ἐν τῷ εἰπεῖν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐν τῷ ὑποδείγματι τῶν μελῶν τοῦ σώματος σαφῶς μὲν παριστῶντος ἐν μέρει εἶναι τὸ μέρος τοῦ λαλοῦντος, ἀκριβέστερον δὲ διευκρινοῦντος ἐν τῷ εἰπεῖν· Εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, καὶ τὰ λοιπά· ὡς δῆλον ἐκ τούτων εἶναι μὴ πάντα πᾶσιν ἐπιτετράφθαι, ἕκαστον δὲ ἰδίᾳ κλήσει μένειν, καὶ κατορθοῦν ἐπιμελέστερον τὸ ὑπὸ τοῦ Κυρίου πιστευθέν.

Δεῖ τοίνυν τὸν μὲν προεστῶτα τοῦ κοινοῦ, καὶ διατασσόμενον τοῖς πᾶσι, μετὰ πολλῆς δοκιμασίας ἐγχειρισθῆναι τὴν φροντίδα ταύτην, καὶ ἑκάστῳ κατὰ τὸ πρέπον ἐπαγρυπνεῖν τῇ μερίμνῃ, ὅπως εὐαρέστως τῷ Θεῷ, καὶ ἐστοχασμένως τῆς ἑκάστου ἐπιτηδειότητός τε καὶ δυνάμεως πρὸς τὸ κοινῇ συμφέρον διατάσσηται, καὶ ἐπιτάσσῃ· τοὺς δὲ ὑπηκόους, τῆς εὐταξίας φυλαττομένης, καὶ τῆς ὑπακοῆς τὸ ἴδιον μέτρον γνωριζούσης, μεμνῆσθαι τοῦ Κυρίου λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ προειπόντος, Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος· μετὰ δὲ τὰ ἐπισυμβαίνοντα ἐπαγαγόντος· Ἀφίστασο ἀπὸ τῶν τοιούτων· καὶ πάλιν ἀλλαχοῦ· Προφητείας μὴ ἐξουθενεῖτε· πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

Ὥστε εἰ μέν τί ἐστι κατ᾽ ἐντολὴν τοῦ Κυρίου λεγόμενον, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου κατευθυνόμενον, κἂν θανάτου ἀπειλὴν ἔχῃ, ὑπακούειν χρή· εἰ δέ τι παρ᾽ ἐντολήν ἐστιν, ἢ τὴν ἐντολὴν παραβλάπτει, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἤ τις τῶν ἀποστόλων ἐπιτάσσῃ, κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλὴν, οὐδαμῶς ἀνέχεσθαι χρὴ, τοῦ Ἀποστόλου εἰπόντος· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

ΕΡΩΤΗΣΙΣ ΤΔʹ. Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων, θελόντων διδόναι τι, χρὴ δέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ.ʹ Ἡ τούτου φροντὶς καὶ δοκιμασία ἀνῆκε τῷ προεστῶτι. Πλὴν, ὡς κατ᾽ ἐμὴν γνώμην, λογίζομαι ὅτι μᾶλλον ἀπρόσκοπόν ἐστι τοῖς πολλοῖς, καὶ εἰς οἰκοδομὴν τῆς πίστεως ὠφελιμώτερον τὸ ἀπωθεῖσθαι τὰς τοιαύτας χάριτας. Ἐκ γὰρ τῆς ὑποδοχῆς πρῶτον μὲν συμβαίνει καὶ ὀνειδισμὸν κατὰ τοῦ κοινοῦ προενεχθῆναι πολλάκις. Ἔπειτα, ὅτι καὶ ἐπάρσεως παρέχει πρόφασιν τῷ οἰκείῳ τῶν προσενεγκόντων.

Πρὸς τούτοις, ὅτι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου περὶ τῶν εἰς τὸ κοινὸν τὰ ἴδια ἐσθιόντων καὶ πινόντων γίνεται τὸ, Καταισχύνετε τοὺς μὴ ἔχοντας, καὶ πολλὰ τοιαῦτα. Τοσούτων δὲ προφάσεων εἰς ἁμαρτίαν ἐπισυμβαινουσῶν, καλόν ἐστι τὸ μὴ δέχεσθαι τὰ τοιαῦτα, ἐπιτρέπειν δὲ τῷ προεστῶτι δοκιμάζειν, καὶ παρὰ τίνων χρὴ ληφθῆναι, καὶ πῶς δεῖ οἰκονομηθῆναι.

ΕΡΩΤΗΣΙΣ ΤΕʹ Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν ἢ κατὰ χάριν φιλίας, ἢ προκατειλημμένης συγγενείας. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ ἐρώτημα τὴν ὁμοίαν δύναμιν ἔχει τῷ ἐρωτήματι, Εἰ παρὰ τῶν οἰκείων χρή τι λαμβάνειν.

ΕΡΩΤΗΣΙΣ Τϛʹ. Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦται. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τὸ τοῦ ἐκλεκτοῦ Δαβὶδ φρόνημά τις ἀναλάβῃ, εἰπόντος, ποτὲ μὲν, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ποτὲ δὲ, ὅτι Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου· ποτὲ δὲ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὑτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὑτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ ἵνα τῷ ἐλάττονι παραδείγματι σπουδαιότερον τὰ μείζονα κατορθοῦν φροντίσωμεν, ἕκαστος ἑαυτῷ λογιζέσθω, οἷός ἐστιν ἐνώπιον τῶν παρόντων, κἂν ἰσότιμοι τυγχάνωσι· πῶς τὸ ἀκατάγνωστον ἑαυτῷ σπουδάζει κατορθῶσαι, καὶ ἐν στάσει, καὶ ἐν περιπάτῳ, καὶ ἐν κινήματι παντὸς μέλους, καὶ ἐν φθέγματι.

Ὥσπερ δὲ τὰ ἀνθρώποις φανερὰ πρὸς ἀνθρώπους φυλάσσειν σπουδάζομεν, οὕτω καὶ πολὺ πλέον, ἐάν τις τὸν Θεὸν πληροφορηθῇ ἔχειν ἐπόπτην, ἐτάζοντα καρδίας καὶ νεφροὺς, κατὰ τὸ γεγραμμένον, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ πληροῦντα τὴν ἐπαγγελίαν· Οὗ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ τὸ ἅγιον Πνεῦμα ἐπιστατοῦν, καὶ μερίζον τὰ χαρίσματα, καὶ ἐνεργοῦν· καὶ τοὺς ἀγγέλους παρατηρητὰς ἑκάστου κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· πολυπλασίονα καὶ σφοδρότερον ἀγῶνα ἔχει, ὅπως εὐάρεστον τὴν θεοσέβειαν κατορθώσῃ, καὶ οὕτω τὸ ἀμετεώριστον σφοδρότερον καὶ ἀκριβέστερον βεβαιοῦται. Ἔτι δὲ καὶ ἐὰν σπουδάσῃ πληρῶσαι τὸ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ τὸ, Μελετήσει ἐν τῷ νόμῳ αὐτοῦ ἡμέρας καὶ νυκτὸς, ἵνα τῇ ὁμαλῇ καὶ διηνεκεῖ μελέτῃ καὶ θεωρίᾳ τῶν θελημάτων καὶ τῶν δοξῶν τοῦ Θεοῦ μὴ εὕρῃ ὁ νοῦς καιρὸν μετεωρισμοῦ.

ΕΡΩΤΗΣΙΣ ΤΖʹ. Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳδίας, ἢ τῆς προσευχῆς. ΑΠΟΚΡΙΣΙΣ Τοῦτο ἐν τῷ πλήθει τῶν ἀξίων φυλαξάτω τὴν εὐταξίαν, ἵνα μήτε εὐτελὲς καὶ ἀδιάφορον τὸ πρᾶγμα νομισθῇ, μήτε μὴν ἡ ὁμαλότης ἐφ᾽ ἑνὸς καὶ δευτέρου προσώπου ὑπερηφανίας τοῦ ἡγουμένου καὶ καταφρονήσεως τῶν λοιπῶν δῶ ὑποψίαν

ΕΡΩΤΗΣΙΣ ΤΗʹ. Εἰ χρὴ ἐν ἀδελφότητι τὸν διδόντα τι ἀμείβεσθαι· καὶ εἰ κατὰ ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ὅλον τὸ ἐρώτημα ἀνθρώπινον. Εἰ δὲ χρὴ εὐγνωμοσύνης διδόναι ἀπόδειξιν, ἐν τῷ οἰκονομοῦντι ἀποκείσθω ἡ δοκιμασία, καὶ τοῦ λαμβάνειν τὰ διδόμενα, καὶ τοῦ ἀμείβεσθαι τὸν διδόντα.

ΕΡΩΤΗΣΙΣ ΤΘʹ. Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρέρχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Κρείττονα τῆς φύσεως καὶ τῆς συνηθείας ἔδειξεν ὁ Ἀπόστολος εἶναι τὸν ἐν τῷ βαπτισμῷ συνταφέντα Χριστῷ· ποτὲ μὲν εἰπὼν, ἐν τῷ περὶ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος τόπῳ, μετὰ τὰ προκείμενα· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ποτὲ δὲ παραγγείλας, Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ποτὲ δὲ ὅρον ἐκθέμενος ἐν τῷ εἰπεῖν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐγὼ δὲ ἔγνων, ὅτι ταῦτα κατωρθώθη Χριστοῦ χάριτι καὶ ἐν ἀνδράσι καὶ ἐν γυναιξὶ πίστει τῇ εἰς τὸν Κύριον γνησίᾳ. Τὸ δὲ ἐν ἀκαθαρσίᾳ ὄντα τινὰ ἐγγίζειν τοῖς ἁγίοις καὶ ἐκ τῆς Παλαιᾶς Διαθήκης φοβερώτερον διδασκόμεθα τὸ κρῖμα.

Εἰ δὲ πλεῖον τοῦ ἱεροῦ ὧδε, φοβερώτερον δηλονότι παιδεύσει ἡμᾶς ὁ Ἀπόστολος εἰπών· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει.

ΕΡΩΤΗΣΙΣ ΤΙʹ. Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὥσπερ οὐδὲν κοινὸν σκεῦος ἐπιτρέπει ὁ Λόγος εἰσφέρεσθαι εἰς τὰ ἅγια, οὕτως οὐδὲ τὰ ἅγια εἰς κοινὸν οἶκον ἐπιτελεῖσθαι, τῆς Παλαιᾶς Διαθήκης φανερῶς προστάγματι Θεοῦ μηδὲν τοιοῦτον ἐπιτρεπούσης γίνεσθαι· τοῦ δὲ Κυρίου λέγοντος· Πλεῖον τοῦ ἱεροῦ ὧδε· καὶ τοῦ Ἀποστόλου λέγοντος· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν;

Τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ· ἐγὼ γὰρ παρέδωκα ὑμῖν ὃ καὶ παρέλαβον, καὶ τὰ ἑξῆς. Ἐξ ὧν παιδευόμεθα μήτε τὸ κοινὸν δεῖπνον ἐν ἐκκλησίᾳ ἐσθίειν καὶ πίνειν, μήτε τὸ Κυριακὸν δεῖπνον ἐν οἰκίᾳ καθυβρίζειν, ἐκτὸς εἰ μὴ ἐν ἀνάγκῃ ἐπιλέξηταί τις καθαρώτερον τόπον, ἢ οἶκον ἐν καιρῷ εὐθέτῳ

ΕΡΩΤΗΣΙΣ ΤΙΑʹ. Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι ἐπιζητούντων τινῶν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ μὲν ἐπισκέπτεσθαι ἀρεστὸν Θεῷ· δεῖ δὲ τὸν ἐπισκεπτόμενον συνετὸν εἶναι ἀκροατὴν, καὶ φρόνιμον ἐν ταῖς ἀποκρίσεσι, πληροῦντα τὸ εἰρημένον· Ἔστω ὁ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὸ δὲ ἢ διὰ συγγένειαν ἢ διὰ φιλίαν ἐπίσκεψιν ποιεῖσθαι ἀλλότριον τοῦ ἡμετέρου ἐπαγγέλματος.

ΕΡΩΤΗΣΙΣ ΤΙΒʹ. Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέπεσθαι εἰς εὐχήν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ φίλοι εἰσὶ Θεοῦ, ἀκόλουθον, τοῦ Ἀποστόλου γράψαντος αὐτοῖς· Προσεύχεσθε καὶ περὶ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, μετὰ παῤῥησίας λαλῆσαι τὸ μυστήριον τοῦ Θεοῦ.

ΕΡΩΤΗΣΙΣ ΤΙΓʹ. Εἰ χρὴ ἐργάζεσθαι, ἐπισκεπτομένων τινῶν. ΑΠΟΚΡΙΣΙΣ Οὐδὲν τῶν κατ᾽ ἐντολὴν γινομένων ἐκκόπτεσθαι χρὴ διὰ τοὺς ἐπεισερχομένους ἕνεκεν φιλικοῦ καθήκοντος· εἰ μή τις ἂν ἰδιάζουσα ψυχῆς ἐπιμέλεια τὴν σωματικὴν σπουδὴν κατ᾽ ἐντολὴν τοῦ Κυρίου παρευδοκιμῇ, τῶν ἁγίων ἀποστόλων ἐν ταῖς Πράξεσιν εἰπόντων· Οὐκ ἀρεστὸν, καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις.