Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Πρόλογος και κατάλογος ερωτήσεων

Το προοίμιο των συντόμων όρων και ο αναλυτικός πίνακας των τριακοσίων δεκατριών ερωτημάτων που απαρτίζουν το έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 10

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΟΡΩΝ ΤΩΝ ΚΑΤΑ ΕΠΙΤΟΜΗΝ. αʹ Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν, καὶ ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς μαρτυρίας τῶν θεοπνεύστων Γραφῶν.

βʹ Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ᾽ ἀλλήλων τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους. γʹ Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπιστρέφοντα πῶς ἔχειν χρή. δʹ Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στενοχωρῇ τοὺς ἀδελφοὺς, λέγων ὅτι, Ὀφείλετε μετανοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ τὴν ἀγάπην καταλύει.

εʹ Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ᾽ ἑκάστῳ ἁμαρτήματι. ϛʹ Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ διορθούμενος, ποταπός ἐστιν. ζʹ Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτάνοντας. ηʹ Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή.

θʹ Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατεθῶμεν. ιʹ Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων. ιαʹ Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα.

ιβʹ Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ Θεὸς τὰ ἁμαρτήματα. ιγʹ Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ διὰ τῆς μετανοίας.

ιδʹ Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀληθὴς μετάνοια. ιεʹ Τί ἐστι τὸ, Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ. ιϛʹ Διὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα, αὐτομάτως σχεδὸν ἐμπεσόντος πόνου, κατανύσσεται, ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζομένη κατανυγῆναι μὴ δύνασθαι.

ιζʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνήσας ἐγκληθήσεται. ιηʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκησιν· καὶ εἰ χρὴ, ποίαν ταύτην.

ιθʹ Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφανῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτὸν ἐπιτηρεῖν, ἵνα καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται. κʹ Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς κακῶς ζῶντας διακρίνεσθαι.

καʹ Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς αὐτοὺς διορθωσόμεθα. κβʹ Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γίνονται. κγʹ Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται. κδʹ Τί ἐστι λοιδορία. κεʹ Τί ἐστι καταλαλιά.

κϛʹ Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦντος, καὶ ἀνεχόμενος, τίνος ἐστὶν ἄξιος κζʹ Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ προσέξομεν. κηʹ Περὶ τοῦ θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν ἀποκρινομένου.

κθʹ Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι. λʹ Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς κακῆς. λαʹ Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν. λβʹ Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, καὶ πῶς αὐτὸν ἀποθώμεθα. λγʹ Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος.

λδʹ Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας. λεʹ Πῶς γνωρίζεται ὁ ὑπερήφανος, ἢ πῶς θεραπεύεται λϛʹ Εἰ χρὴ τιμὴν ἐπιζητεῖν. λζʹ Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπουδὴν δυνηθῇ ἀναλαβεῖν. ληʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον δὲ ἀφ᾽ ἑαυτοῦ ἀπέλθῃ.

λθʹ Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ. μʹ Ἐὰν δὲ ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει διορθώσασθαι. μαʹ Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι. μβʹ Ἐὰν δὲ ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ διαλλαγῆναι ὁ λυπηθείς.

μγʹ Πῶς ὀφείλει τις προσέχειν τῷ εἰς προσευχὴν ἐξυπνίζοντι. μδʹ Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς εἰς εὐχὴν, ἢ καὶ ὀργισθῇ, τίνος ἐστὶν ἄξιος. μεʹ Περὶ τοῦ ἀμελοῦντος τῆς γνώσεως τῶν τοῦ Θεοῦ θελημάτων, ἵνα μὴ πλέον κολασθῇ, ὡς γνοὺς καὶ μὴ ποιήσας.

μϛʹ Ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρτίαν, εἰ ἔνοχός ἐστι τῆς ἁμαρτίας. μζʹ Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν. μηʹ Ἡ πλεονεξία μέχρι τίνος κρίνεται. μθʹ Τί ἐστι τὸ περπερεύεσθαι. νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος ἀπωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον, εἴτε ὑπόδημα, οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει, ἢ ποῖον πάθος νοσεῖ.

ναʹ Τί ἐστι Ῥακά. νβʹ Τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος. νγʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκός· καὶ τίς ὁ μολυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύσομεν· ἢ τίς ὁ ἁγιασμὸς, καὶ πῶς αὐτὸν κτησύμεθα.

νδʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίσει ἑαυτὸν ὁ φίλαυτος. νεʹ Ποία διαφορὰ πικρίας καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ παροξυσμοῦ. νϛʹ Τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ τίς ὁ ὑπερήφανος· τίς δὲ ὁ τετυφωμένος, καὶ ὁ πεφυσιωμένος.

νζʹ Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συνεχέστερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέρει μᾶλλον ἐπαφιέναι αὐτῷ. νηʹ Ὁ κατ᾽ ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον, ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπολύτως φθεγξάμενος.

νθʹ Ἐὰν ἐνθυμηθῇ τις ποιῆσαι μόνον τι, καὶ μὴ ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται. ξʹ Περὶ τοῦ προπετῶς ὁρισαμένου πρᾶξαί τι τῶν μὴ ἀρεσκόντων Θεῷ. ξαʹ Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς ψαλμοὺς μαθεῖν βούληται.

ξβʹ Τί ἐὰν ποιήσῃ τις, ὡς κρύψας τὸ τάλαντον, κατακρίνεται. ξγʹ Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων. ξδʹ Τί ἐστι τὸ σκανδαλίσαι, καὶ πῶς αὐτὸ φυλαξόμεθα. ξεʹ Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει.

ξϛʹ Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία. ξζʹ Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια. ξηʹ Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐλόγου. ξθʹ Περὶ τοῦ μήτε ἔλαττον ἐσθίοντος τῶν λοιπῶν, μήτε σῶμα ἔχοντος κατεῤῥιμμένον, καὶ ἀδυναμίαν εἰς τὸ ἔργον ὀδυρομένου.

οʹ Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ ὑποδήμασι πῶς δεῖ μετέρχεσθαι. οαʹ Εἰσί τινες οἱ πρὸ τοῦ πλείονος τὸ ἡδύτερον τῶν ἐδεσμάτων ἐπιζητοῦντες, ἄλλοι δὲ τὸ πλεῖον μᾶλλον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν ἀμφοτέρους πληροφορεῖν χρή.

οβʹ Περὶ τοῦ ἐν ἀδελφότητι ἀσέμνως περὶ τὴν μετάληψιν ἀναστρεφομένου, καὶ λαβρότερον ἐσθίοντος. ογʹ Περὶ τοῦ μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως ἐλέγχοντος τὸν ἁμαρτάνοντα, ἀλλ᾽ ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως.

οδʹ Περὶ τῶν ἐξερχομένων ἐκ τῆς ἀδελφότητος, καὶ μονήρη βίον ζῇν προαιρουμένων. οεʹ Εἰ παντὸς ἁμαρτήματος, εἴτε κατὰ νοῦν, εἴτε κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον λέγειν δεῖ. οϛʹ Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύδεσθαι.

οζʹ Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια. οηʹ Ἐφευρεταὶ κακῶν τίνες εἰσίν. οθʹ Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορθωθήσεται. πʹ Πόθεν ἐπισυμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπιλείπειν λογισμοὺς ἀγαθοὺς, καὶ μερίμνας ἀρεσκούσας τῷ Θεῷ.

παʹ Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς ἀδιαφόροις. πβʹ Ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπιτιμίῳ. πγʹ Ἐάν τις, πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ διαπταίῃ, πῶς αὐτὸν παρέλθωμεν.

πδʹ Περὶ τοῦ ἦθος ἔχοντος θορυβοποιὸν καὶ ταραχῶδες. πεʹ Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι. πϛʹ Ἐὰν δὲ λέγῃ τις ὅτι, Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρκοῦμαι· τί δεῖ πρὸς τὸν τοιοῦτον παραφυλάξαι.

πζʹ Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν αὐτοῦ ἱμάτιον δοῦναι ὅπου ἐὰν θέλῃ εἰς ἐντολήν. πηʹ Τίς ἐστιν ἡ μέριμνα ἡ βιωτική. πθʹ Ἐπειδὴ γέγραπται, Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος, ἡμῖν δὲ οὐ προεχώρησε τοῦτο, τί ποιήσομεν;

ϟʹ Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον εἴτε ἀλλοῖον. ϟαʹ Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ παρά τινος αὐτὸ ὃ φορεῖ, τί ὀφείλει ποιῆσαι, μάλιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας. ϟβʹ Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρχοντα, τί διανοούμενον χρὴ τοῦτο ποιεῖν.

ϟγʹ Τὸν ἅπαξ ἀποκτησάμενον, καὶ ἴδιον μηδὲν ἔχειν ἐπαγγειλάμενον, ποίᾳ διανοίᾳ κεχρῆσθαι δεῖ τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις, οἷον ἐσθῆτι καὶ τροφῇ. ϟδʹ Περὶ τοῦ καταλιπόντος φόρους, καὶ ἀδελφότητι προσελθόντος.

ϟεʹ Εἰ συμφέρει τοῖς ἄρτι προσερχομένοις εὐθὺς τὰ ἀπὸ τῶν Γραφῶν ἐκμανθάνειν. ϟϛʹ Εἰ δεῖ παντὶ τῷ βουλομένῳ ἐπιτρέπειν γράμματα μανθάνειν, ἢ ἀναγνώσμασι προσέχειν. ϟζʹ Ἐὰν λέγῃ τις ὅτι, Θέλω παρ᾽ ὑμῖν ὀλίγον χρόνον ὠφεληθῆναι, εἰ δεῖ αὐτὸν προσδέχεσθαι.

ϟηʹ Ποταπὸν φρόνημα ὀφείλει ἔχειν ὁ προεστὼς, ἐν οἷς ἐπιτάσσει, ἢ διατάσσεται. ϟθʹ Ποταπῇ διαθέσει δεῖ ἐπιτιμᾷν τὸν ἐπιτιμῶντα. ρʹ Τοὺς ἔξωθεν ἐρχομένους καὶ προσαιτοῦντας πῶς ἀπολύσομεν. ραʹ Περὶ τοῦ ἐγχειριζομένου τὴν οἰκονομίαν, καὶ περὶ τῶν προσαιτούντων.

ρβʹ Περὶ τοῦ ἐξερχομένου ἀπὸ ἀδελφότητος, καθ᾽ ὃν δήποτε λόγον. ργʹ Ἐπειδὴ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαίνειν τὸν πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι. ρδʹ Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελφοῖς.

ρεʹ Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐθέως τέχνας μανθάνειν. ρϛʹ Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι. ρζʹ Περὶ τοῦ λέγοντος ἐπιθυμίαν ἔχειν συζῇν τῇ ἀδελφότητι. ρηʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς πίστεως.

ρθʹ Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης πυκνῶς διαλέγεσθαι. ριʹ Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυτέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι. ριαʹ Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαντος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυτέρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα.

ριβʹ Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκόλουθόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι. ριγʹ Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος φυλάξαι τὸ, Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία.

ριδʹ Εἰ δεῖ παντὶ τῷ ἐπιτάσσοντι καὶ οἱῳδηποτοῦν ὑπακούειν. ριεʹ Πῶς ὑπακούειν ἀλλήλοις χρή. ριϛʹ Μέχρι πόσου ὑπακούειν χρή. ριζʹ Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ᾽ ἡμέραν πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέχνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, καὶ εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι.

ριηʹ Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος οὐχ ὃ ἐπιτάσσεται, ἀλλ᾽ ὃ αὐτὸς θέλει, ποῖον μισθὸν ἔχει. ριθʹ Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν ἔργον, καὶ ἄλλο ἐπιζητεῖν. ρκʹ Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ προεστῶτος.

ρκαʹ Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ρκβʹ Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέγῃ ὅτι, Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω· εἰ δεῖ αὐτὸν ἀνέχεσθαι. ρκγʹ Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι.

ρκδʹ Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ Ἑλλήνων εὑρεθέντα που συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι αὐτούς. ρκεʹ Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς ὑπομνήσεως παρὰ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ ἔχειν τὸ ἔργον.

ρκϛʹ Πῶς ἄν τις μὴ ἡττηθείη τῆς ἐν βρώμασι φιληδονίας. ρκζʹ Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆναι ἄνθρωπον. ρκηʹ Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε καὶ εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ δεῖ συγχωρεῖν.

ρκθʹ Περὶ τοῦ πολλὰ νηστεύοντος, ἐν δὲ τῇ μεταλήψει μὴ δυναμένου ἀνέχεσθαι τοῦ βρώματος. ρλʹ Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας. ρλαʹ Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν, ἀλλ᾽ ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ.

ρλβʹ Ὁ λέγων ὅτι, Βλάπτει με τοῦτο, καὶ λυπούμενος ἐὰν ἄλλο μὴ δοθῇ, τί ἐστιν. ρλγʹ Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα. ρλδʹ Ἐὰν δὲ καὶ ὀργισθεὶς παραιτῆται λαβεῖν τὰ πρὸς τὴν χρείαν. ρλεʹ Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον τι τῆς συνηθείας.

ρλϛʹ Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι ἐν τῇ ὥρᾳ τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ τὸ ἄριστον ἐρχόμενον, πῶς παρέλθωμεν. ρλζʹ Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι, χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ τοῦ πόματος.

ρληʹ Εἰ χρὴ ἐν ἀδελφότητί τινα πλέον τῶν ἄλλων νηστεύειν. ρλθʹ Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινόμεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον; Ἐμποδίζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρορᾷν ἐκείνην διὰ τὸ ἔργον;

ρμʹ Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς κακώσει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖσθαι. ρμαʹ Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστηρίοις. ρμβʹ Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔργον, ἄνευ γνώμης τοῦ προεστῶτος.

ρμγʹ Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι τῶν πεπιστευμένων αὐτοῖς σκευῶν. ρμδʹ Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ καταφρονήσεως παραχρήσηται. ρμεʹ Ἐὰν δὲ ἀφ᾽ ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ. ρμϛʹ Ἐὰν δὲ, καὶ συνεχούσης χρείας, ὁ προεστὼς ἐπιζητήσῃ παρ᾽ ἑαυτοῦ σκεῦος, καὶ ἀντείπῃ.

ρμζʹ Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου ἢ τοῦ μαγείρου, ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳδίας καὶ τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν. ρμηʹ Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου.

ρμθʹ Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ. ρνʹ Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς τὴν χρείαν. ρναʹ Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζονος λαλεῖν. ρνβʹ Περὶ τοῦ ὑπὲρ δύναμιν κάμνοντος ἐν τῇ ὑπηρεσίᾳ.

ρνγʹ Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς αὐτὰ ὀφείλει ἔχειν. ρνδʹ Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείοσιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμπίπτειν τοῦ διίστασθαι ἀπ᾽ ἀλλήλων διαμεριζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνόν ἐστι τὸ τοιοῦτον.

ρνεʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤῥώστοις. ρνϛʹ Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι. ρνζʹ Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν Θεῷ.

ρνηʹ Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαί τις τὸ ἐπιτίμιον. ρνθʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ ποταπός ἐστιν. ρξʹ Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς ἀδελφοῖς. ρξαʹ Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχεσθαι τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ.

ρξβʹ Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην. ρξγʹ Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς τὸν πλησίον ἀγάπην. ρξδʹ Τί ἐστι τὸ, Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. ρξεʹ Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται.

ρξϛʹ Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔργον τῆς ἐντολῆς κατεπείγοντι. ρξζʹ Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ὅτε ὅλως κατηξιώθη ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι. ρξηʹ Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον ἢ ὑπόδημα, οἷον ἂν ᾖ.

ρξθʹ Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν πρεσβύτερον καθ᾽ ἡλικίαν, πῶς αὐτῷ προσενεχθήσεται. ροʹ Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι, καὶ τῷ ἔλαττον. ροαʹ Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ εὐλαβεστέρου.

ροβʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέσει μεταλάβωμεν τοῦ σώματος τοῦ Κυρίου. ρογʹ Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ᾽ οἶκον ψαλμῳδίας λαλιάν τινα γίνεσθαι. ροδʹ Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ προθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου.

ροεʹ Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ροϛʹ Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθημεν. ροζʹ Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. ροηʹ Τί ἐστι τὸ ἀλλήλων τὰ βάρη βαστάζειν.

ροθʹ Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ τὰ ὑπάρχοντα πάντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ σῶμα, ἵνα καυθῇ. ρπʹ Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλομεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν.

ρπαʹ Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, καὶ ἡ μὲν πτωχεύει, ἡ δὲ ἑτέρα περὶ τὴν κοινωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύουσαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι. ρπβʹ Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπαθῶς ἐλέγχων τὸν ἁμαρτάνοντα.

ρπγʹ Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφωνῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγάπης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις. ρπδʹ Πῶς δυνηθῇ τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λαλῆσαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους οἷς λαλεῖ.

ρπεʹ Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνωρίσει ἑαυτὸν, εἰ διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ. ρπϛʹ Ὑπὲρ ποταπῶν φίλων τιθέναι τὴν ψυχὴν ὀφείλομεν. ρπζʹ Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί τι ἕκαστον.

ρπηʹ Πῶς ἴδωμεν τοὺς ποτὲ συνοίκους ἡμῶν, ἢ συγγενεῖς εἰσερχομένους. ρπθʹ Ἐὰν δὲ καὶ παρακαλῶσιν ἡμᾶς θέλοντες ἀγαγεῖν εἰς τὰ ἴδια. ρϟʹ Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυμοῦντας τὴν σωτηρίαν αὐτῶν.

ρϟαʹ Τίς ἐστιν ὁ πραΰς. ρϟβʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ κόσμου. ρϟγʹ Ποία ἐν Χριστῷ χαρά. ρϟδʹ Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν τοῦ μακαρισμοῦ. ρϟεʹ Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις.

ρϟϛʹ Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ. ρϟζʹ Πῶς ποιήσει ἡ δεξιὰ ἵνα μὴ γινώσκῃ ἡ ἀριστερά. ρϟηʹ Τί ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορθώσομεν. ρϟθʹ Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβουλεύεσθαι.

ςʹ Οἱ προκάμνοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύνανται ὠφελεῖν τοὺς ἄρτι προσερχομένους. σαʹ Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώριστον. σβʹ Εἰ δυνατὸν κατορθῶσαι ἐν παντὶ καὶ πάντοτε τὸ ἀμετεώριστον.

σγʹ Τῶν κατ᾽ ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πότερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον ἔχοι, ὁ δὲ ἔλαττον σδʹ Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέσθαι μέτοχος. σεʹ Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι.

ςϛʹ Τοῦ Κυρίου παραγγέλλοντος, μὴ μεριμνᾷν τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα· μέχρι τίνος ἐστὶν ἡ ἐντολὴ, ἢ πῶς κατορθοῦται. σζʹ Τίνι λόγῳ δεῖ ἐργάζεσθαι. σηʹ Εἰ καλόν ἐστι τὸ καθόλου σιγὴν ἀσκεῖν.

σθʹ Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ Θεοῦ. σιʹ Τίς ἐστιν ἡ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένη καταστολὴ κοσμία. σιαʹ Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης. σιβʹ Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη. σιγʹ Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγάπης.

σιδʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν ἀλλήλων. σιεʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρηνοποιός. σιϛʹ Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ παιδία. σιζʹ Πῶς δεξώμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον.

σιηʹ Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ Θεοῦ ὀφείλομεν. σιθʹ Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνηθῶμεν καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχαριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι, καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶσαι.

σκʹ Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν ἐπιτρέπειν χρή. σκαʹ Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ περιπεσεῖν ὀδύναις σωματικαῖς. σκβʹ Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν, ἢ καὶ πῶς αὐτῷ εὐνοήσομεν.

σκγʹ Ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νηστεῦσαι, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται τοῖς ἀνθρώποις, τί ποιήσει. σκδʹ Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργάζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν οὗτοι.

σκεʹ Τοῦ Κυρίου εἰπόντος· Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πῶς τούτου καταξιωθῆναι δυνηθῶμεν. σκϛʹ Τοῦ Ἀποστόλου λέγοντος· Λοιδορούμενοι, εὐλογοῦμεν· βλασφημούμενοι, παρακαλοῦμεν· πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρακαλεῖν ὁ βλασφημούμενος.

σκζʹ Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρονεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκοντος Θεῷ γενόμενον, παρ᾽ ἑαυτῷ κατέχειν. σκηʹ Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέλημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἀφ᾽ ὧν οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλίζωνται.

σκθʹ Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαισχυντότερον ἐξαγορεύειν πᾶσιν, ἢ τισὶ, καὶ ποίοις τούτοις. σλʹ Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λατρεία. σλαʹ Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ, καὶ ἐχθραίνῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δεδομένας περὶ ἐχθρῶν ἐντολὰς καὶ ἐπ᾽ αὐτοῦ φυλάσσειν.

σλβʹ Ἐάν τις ἀδικηθεὶς ὑπό τινος μηδενὶ ἀνάθηται λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ. σλγʹ Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται.

σλδʹ Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγελεῖ. σλεʹ Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν παρὰ τῶν Γραφῶν. σλϛʹ Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξασθαι. σλζʹ Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ.

σληʹ Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀναγινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥημάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου, διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγκην τῶν ῥυπαρωτέρων τοῦ σώματος χρειῶν.

σλθʹ Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός. σμʹ Κατὰ τί πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς εἴρηται ἡ ἀπάγουσα εἰς ἀπώλειαν. σμαʹ Πῶς στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ πῶς δι᾽ αὐτῆς τις εἰσέρχεται.

σμβʹ Τί ἐστι τὸ, Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. σμγʹ Τί βούλεται λέγων ὁ Ἀπόστολος· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καίτοιγε ἀλλαχοῦ εἰπών· Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ᾽ ὑμῶν.

σμδʹ Τί ἐστι τὸ, Δότε τόπον τῇ ὀργῇ. σμεʹ Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς ἡ περιστερά. σμϛʹ Τί ἐστιν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ. σμζʹ Τί ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπηγορευμένη.

σμηʹ Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ Πνεύματος ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς ὁ Κύριος ὅτι, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε· καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας ὡς ἀσυνέτους.

σμθʹ Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον. σνʹ Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλλει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς συμβαίνει τὸ ἐπιφερόμενον· Μήποτε καταπατήσωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

σναʹ Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστάζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ λέγει· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν.

σνβʹ Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδοσθαι ἡμῖν καθ᾽ ἡμέραν προσεύχεσθαι ἐδιδάχθημεν. σνγʹ Τί ἐστι τὸ τάλαντον, καὶ πῶς αὐτὸ πολυπλασιάσομεν. σνδʹ Τί ἐστιν ἡ τράπεζα, ἐφ᾽ ᾗ ἔδει σε, φησὶν ὁ Κύριος, βαλεῖν τὸ ἀργύριον.

σνεʹ Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας, Ἆρον τὸ σὸν, καὶ ὕπαγε. σνϛʹ Τίς ἐστιν ὁ μισθὸς ὃν λαμβάνουσι καὶ οὗτοι ὁμοίως τοῖς ἐσχάτοις. σνζʹ Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέστῳ. σνηʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκόμενος, ὅτι Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ, καὶ τὰ ἑξῆς.

σνθʹ Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι. σξʹ Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, Μὴ γίνεσθε ἄφρονες· ποτὲ δὲ, Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς· εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ᾽ ἑαυτῷ τὸν μὴ ἄφρονα. σξαʹ Πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλαβον παρὰ τοῦ Κυρίου.

σξβʹ Τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πενίας· καὶ πῶς ἀληθεύει ὁ Δαβὶδ λέγων· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. σξγʹ Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑποδειγμάτων, οἷς ἐπιφέρει τὸ, Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής.

σξδʹ Τὸ εἰλικρινὲς τί ἐστιν. σξεʹ Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, Ἐὰν προσφέρῃς τὸ δῶσόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ τὰ ἑξῆς. σξϛʹ Τί ἐστι τὸ ἅλας, ὃ προσέταξεν ἔχειν ὁ Κύριος. σξζʹ Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κολαζομένοις.

σξηʹ Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας καὶ τέκνα ὀργῆς. σξθʹ Ἐπειδὴ γέγραπται· Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, εἰ ἄλλα μὲν τὰ σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα ταῦτα.

σοʹ Τί ἐστιν, Ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι. σοαʹ Εἰ πάντων ὅσα ἥμαρτέ τις διὰ τῆς ἐλεημοσύνης τὸν καθαρισμὸν εὑρίσκει. σοβʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ μεριμνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσταγμα νοήσομεν.

σογʹ Τί ἄν τις ποιήσας βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. σοδʹ Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός. σοεʹ Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατανᾶς. σοϛʹ Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.

σοζʹ Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσευχόμενον προστάσσει ὁ Κύριος. σοηʹ Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐτοῦ ἄκαρπός ἐστιν. σοθʹ Τί ἐστι τὸ, Ψάλατε συνετῶς. σπʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ.

σπαʹ Τὴν μὴ θέλουσαν ψᾶλαι εἰ χρὴ ἀναγκάζεσθαι. σπβʹ Τίνες εἰσὶν οἱ λέγοντες· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἀκούοντες· Οὐκ οἶδα ὑμᾶς. σπγʹ Εἰ ὁ ποιῶν τὸ θέλημά τινος, κοινωνός ἐστιν ἐκείνου.

σπδʹ Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν νόσων, εἰ ἀδιάκριτόν ἐστι παρ᾽ ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων λήψεται. σπεʹ Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγματευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιεργάζεσθαι.

σπϛʹ Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθενείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον ἀπαγαγεῖν. Ἕως τούτου μόνον εἶχε τὸ ἀπὸ τοῦ Πόντου κομισθὲν ἀντίγραφον. Τὰ δὲ ἐφεξῆς κζʹ κεφάλαια καὶ τὰ ἐπιτίμια ἐκ τῆς βίβλου τῆς ἀπὸ τῆς Καισαρείας προσετέθη.

σπζʹ Τίνες εἰσὶν ἄξιοι καρποὶ τῆς μετανοίας. σπηʹ Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας αὐτοῦ, εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει καὶ τοῖς τυχοῦσιν, ἢ τίσιν. σπθʹ Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει.

ςϟʹ Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ Κυρίου πάντοτε. σϟαʹ Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ τυφόμενον λίνον· καὶ πῶς τις τὸ μὲν οὐ κατεάξει, τὸ δὲ οὐ σβέννυσιν. σϟβʹ Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι διδάσκαλον.

σϟγʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν ἁμαρτημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδιαφόρως ποιοῦσιν. σϟδʹ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ. σϟεʹ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος.

ςϟϛʹ Πῶς πληροφορηθῇ ψυχὴ, ὅτι τῶν ἁμαρτημάτων καθαρεύει. σϟζʹ Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή. σϟηʹ Εἰ τὰ καλὰ κατ᾽ ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ λόγος συγχωρεῖ. σϟθʹ Πῶς πληροφορηθῇ ψυχὴ ἀποστῆναι τῆς φιλοδοξίας.

τʹ Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτι περὶ ἀοράτου ἐστὶν ὁ λόγος. ταʹ Ἐὰν δὲ εἴπῃ, ὅτι οὐ καταγινώσκει μου τὸ συνειδός. τβʹ Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν. τγʹ Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν ἐν ἀδελφότητι.

τδʹ Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων θελόντων διδόναι τι χρὴ δέχεσθαι. τεʹ Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν, ἤτοι κατὰ χάριν φιλίας, ἢ προκατειλημμένης συγγενείας. τϛʹ Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦται.

τζʹ Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳδίας ἢ τῆς προσευχῆς. τηʹ Εἰ χρὴ τὸν διδόντα τι ἐν ἀδελφότητι ἀμείβεσθαι· καὶ εἰ κατ᾽ ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν. τθʹ Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρέρχεσθαι.

τιʹ Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνεσθαι. τιαʹ Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι, ἐπιζητούντων τινῶν. τιβʹ Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέπεσθαι εἰς εὐχήν. τιγʹ Εἰ χρὴ ἐργάζεσθαι ἐπισκεπτομένων τινῶν.