Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν

Μέγας Βασίλειος

Η έλευση των Μάγων και ο αστέρας της Βηθλεέμ

Η αναζήτηση του τεχθέντος Χριστού από τους Μάγους βάσει της προφητείας του Βαλαάμ, η παράδοξη φύση του αστέρα και ο θεολογικός συμβολισμός των προσφερόμενων δώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ταύτης δὲ τῆς μαντείας ἔοικε εἶναι καὶ Βαλαὰμ, ὁ μεταπεμφθεὶς παρὰ τοῦ Βαλὰκ, ὥστε διά τινων τελετῶν καταράσασθαι τὸν Ἰσραήλ· ὃς καὶ ἐν τῇ τετάρτῃ αὐτοῦ παραβολῇ τοιαῦτα λέγει περὶ τοῦ Κυρίου· «Ἄνθρωπος ὁρῶν, φησὶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος γνῶσιν Ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει.

Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.» Διὰ τοῦτο ἐπιζητήσαντες τὸν τόπον τῆς Ἰουδαίας, κατὰ μνήμην τῆς παλαιᾶς προφητείας, ἦλθον μαθεῖν ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων. Τάχα δὲ καὶ ἀντικειμένης δυνάμεως τῇ ἐπιφανείᾳ τοῦ Κυρίου ἀτονωτέρας λοιπὸν γενομένης, αἰσθανόμενοι καταργουμένης τῆς ἐνεργείας αὐτῶν, μεγάλην δύναμιν τῷ τεχθέντι προσεμαρτύρουν.

Διὰ τοῦτο εὑρόντες τὸ παιδίον προσεκύνησαν αὐτῷ ἐν δώροις. Μάγοι, τὸ ἀπηλλοτριωμένον τοῦ Θεοῦ καὶ ξένον τῶν διαθηκῶν ἔθνος, πρῶτοι τῆς προσκυνήσεως ἠξιώθησαν, διότι αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι ἀξιοπιστότεραί εἰσιν. Εἰ γὰρ Ἰουδαῖοι προσεκύνησαν πρῶτοι, ἐνομίσθησαν ἂν τὴν ἑαυτῶν σεμνύνειν συγγένειαν· νῦν δὲ οἱ μηδὲν προσήκοντες ὡς τῷ Θεῷ προσκυνοῦσιν, ἵν᾽ οἱ οἰκεῖοι κατακριθῶσι, τοῦτον σταυρώσαντες, ὃν οἱ ἀλλόφυλοι προσεκύνησαν.

Ἐπεὶ μέντοι προσέκειντο ταῖς τῶν οὐρανίων κινήσεσιν, οὐκ ἀργῶς ἐθεώρουν τὸ παράδοξον τῶν κατ᾽ οὐρανὸν θεαμάτων, ἀστέρα καινὸν καὶ ἀσυνήθη τῇ γεννήσει τοῦ Κυρίου ἐπανατείλαντα. Καὶ μηδεὶς ἑλκέτω τὴν τῆς ἀστρολογίας κατασκευὴν εἰς τὴν τοῦ ἀστέρος ἀνατολήν. Οἱ μὲν γὰρ τὴν γένεσιν παρεισάγοντες ἐκ τῶν ἤδη ὄντων ἀστέρων, τῶν τούτων τοιόνδε σχηματισμὸν αἴτιον εἶναι τῶν κατὰ τὸν βίον συμπτωμάτων ἑκάστῳ τίθενται· ἐνταῦθα δὲ οὐδεὶς τῶν ὄντων ἀστέρων τὴν βασιλικὴν γέννησιν ἐσήμαινεν, οὐδ᾽ αὐτὸς τῶν συνήθων ἦν. Οἱ γὰρ τῇ κτίσει συγκαταβληθέντες ἐξ ἀρχῆς ἤτοι ἀκίνητοί εἰσι διὰ παντὸς, ἢ τὴν κίνησιν ἄπαυστον ἔχοντες· ὁ δὲ φανεὶς οὗτος ἀμφότερα φαίνεται ἔχων, καὶ κινούμενος καὶ ἱστάμενος. Καὶ ἐν μὲν τοῖς ἤδη οὖσιν οἱ μὲν κατεστηριγμένοι οὐδέποτε κινοῦνται, οἱ δὲ πλανῆται οὐδέποτε ἵστανται· ὁ δὲ ἀμφότερα ἔχων ἐν αὑτῷ, καὶ κίνησιν καὶ στάσιν, δῆλός ἐστιν οὐδετέροις προσήκων. Ἐκινήθη μὲν γὰρ ἀπὸ ἀνατολῶν μέχρι Βηθλεέμ· ἔστη δὲ ἐπάνω οὗ ἦν τὸ παιδίον. Διὰ τοῦτο κινηθέντες οἱ μάγοι ἀπὸ ἀνατολῶν τῇ ὁδηγίᾳ ἀστέρος ἑπόμενοι, ἐπιστάντες τοῖς Ἱεροσολύμοις, πᾶσαν μὲν ἐτάραξαν τῇ ἑαυτῶν ἐπιδημίᾳ τὴν πόλιν, φόβον δὲ τῷ βασιλεῖ τῶν Ἰουδαίων ἐνῆκαν.

Εὑρόντες οὖν ὃν ἐζήτουν, δώροις ἐτίμησαν, χρυσῷ, καὶ λιβάνῳ, καὶ σμύρνῃ· τάχα που τῇ προφητείᾳ τοῦ Βαλαὰμ ἀκολουθοῦντες καὶ ἐνταῦθα, ὃς περὶ τοῦ Χριστοῦ τοιαῦτα εἶπε· «Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἀναστήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ἐπεὶ οὖν διὰ μὲν τοῦ λέοντος τὸ βασιλικὸν ὁ λόγος ἐνδείκνυται, διὰ δὲ τῆς κατακλίσεως τὸ πάθος, διὰ δὲ τῆς τοῦ εὐλογεῖν δυνάμεως τὴν θεότητα, ἀκολουθοῦντες τῇ προφητείᾳ οἱ μάγοι, ὡς μὲν βασιλεῖ τὸν χρυσὸν, ὡς δὲ τεθνηξομένῳ τὴν σμύρναν προσήνεγκαν, ὡς δὲ Θεῷ τὸν λίβανον. Οὐ μὴν οὐδ᾽ ἐκεῖνο τοῖς περιέργως τὰ κατὰ τὸν τόκον ἐκλαμβάνουσιν εἰπεῖν ὑπάρχει, ὅτι ὁ ἀστὴρ τοῖς κομήταις παραπλήσιος ἦν, οἵπερ μάλιστα δοκοῦσι βασιλέων διαδοχὰς δηλοῦντες κατ᾽ οὐρανὸν ἵστασθαι. Ἀκίνητοι γὰρ καὶ οὗτοι ὡς ἐπίπαν εἰσὶν, ἐν περιγραπτῷ τόπῳ τῆς ἐκκαύσεως γινομένης.

Κομῆται γὰρ καὶ δοκίδες καὶ βόθυνοι διάφορα σχήματα, καὶ προσηγορίαι οἰκεῖαι τοῖς σχήμασι. Πάντων δὲ γένεσις ἡ αὐτή. Ὅταν γὰρ πλημμύρῃ ὁ περὶ τὴν γῆν ἀὴρ, καὶ εἰς τὸν αἰθέριον τόπον ὑπερχυθῇ, καὶ οἱονεὶ ὕλην τῷ πυρὶ παρασχόμενος τὸ παχὺ καὶ τεθολωμένον τῆς ἐντεῦθεν ἀναφορᾶς, ἀστέρος ἐναργῆ φαντασίαν παρέχεται. Ὁ μέντοι φανεὶς ἐπὶ τῆς ἀνατολῆς, κινήσας τοὺς μάγους πρὸς τὴν ζήτησιν τοῦ γεννηθέντος, πάλιν ἀφανὴς ἦν ἕως οὗ ἀπορουμένοις αὐτοῖς ἐπὶ τῆς Ἰουδαίας δεύτερον ἐξεφάνη, ὥστε ἀκοῦσαι τίνος ἦν, καὶ τίνι ὑπουργεῖ, καὶ διὰ τίνα γεγέννηται. Ἐλθὼν γὰρ ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Διὸ καὶ ἰδόντες οἱ μάγοι ἐχάρησαν χαρὰν μεγάλην. Δεξώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην τὴν μεγάλην χαρὰν ἐν ταῖς καρδίαις ἡμῶν. Ταύτην γὰρ εὐαγγελίζονται τὴν χαρὰν τοῖς ποιμέσιν οἱ ἄγγελοι.