Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν

Μέγας Βασίλειος

Η αληθινή φρόνηση και η προστασία από τα σοφίσματα

Η διάκριση της πρακτικής φρόνησης από την ιδιοτελή πανουργία, η κατανόηση της απλότητας του αληθινού λόγου και η θωράκιση του νου απέναντι στις απατηλές αντιλογίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 7

Τὴν φρόνησιν τοίνυν ἐπιστάμεθα οὖσαν μίαν τῶν γενικῶν ἀρετῶν, καθ᾽ ἣν ἐπιστήμονες γινόμεθα ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων οἱ ἄνθρωποι. Ὁ δὲ φρόνιμος δηλονότι παρωνύμως ἐκ τῆς φρονήσεως προσηγόρευται. Πῶς οὖν φρονιμώτατος ὁ ὄφις πάντων τῶν θηρίων μεμαρτύρηται γεγενῆσθαι;

Καὶ πάλιν ὁ Κύριος· Γίνεσθε φρόνιμοι, ὡς οἱ ὄφεις. Καὶ φρόνιμος ὁ οἰκονόμος τῆς ἀδικίας. Ἢ δῆλον, ὅτι διπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα; Ἡ μὲν γάρ τίς ἐστι φυλακὴ τοῦ οἰκείου συμφέροντος μετὰ τῆς τοῦ πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως, τὴν κεφαλὴν ἑαυτοῦ συντηροῦντος. Ἥδε τις ἔοικεν εἶναι κακεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρίσκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους· ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποιητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρετῆς ἔργων ἐκστήσεται, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται. Ὁ τοίνυν νοῶν λόγους φρονήσεως οἶδε μὲν τίνες σοφισματώδεις καὶ ἀπατηλοὶ, τίνες δὲ οἱ περὶ τῶν κατὰ τὸν βίον πρακτέων τὰ βέλτιστα ἡμῖν ὑποτιθέμενοι· καὶ ὡς δόκιμος τραπεζίτης, τὸ μὲν δόκιμον καθέξει, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀφέξεται. Αὕτη ἡ φρόνησις χαρίζεται τῷ οἰκοδομοῦντι τὴν ἑαυτοῦ οἰκίαν, τὸν θεμέλιον αὐτοῦ τιθέναι ἐπὶ τὴν πέτραν, τουτέστι, τῇ πίστει τῇ εἰς Χριστὸν ἐπερείδεσθαι, ὥστε ἄσειστον διαμένειν ἐν βροχαῖς καὶ ἀνέμοις καὶ ποταμῶν προσβολαῖς.

Τὸ γὰρ ἐν πειρασμοῖς ἀσάλευτον, τοῖς τε ἀνθρωπίνοις καὶ τοῖς ἄνωθεν ἡμῖν ἐπαγομένοις, διὰ τῶν τοιούτων τῆς παραβολῆς λόγων ὁ Κύριος ἡμῖν ἐνεδείξατο. Διδάσκει δὲ καὶ μὴ καταμελεῖν τῶν ἀναγκαίων, ἀλλὰ πρὸ καιροῦ παρεσκευασμένους τῆς ζωῆς τὰ ἐφόδια, ἐν τῇ ἑτοιμασίᾳ τῆς καρδίας ἀναμένειν τοῦ νυμφίου τὴν παρουσίαν. Αἱ φρόνιμοι γὰρ, φησὶ, παρθένοι, διὰ τὸ ἔχειν ἐν ταῖς λαμπάσι τὸ ἔλαιον, συνεισῆλθον τῷ νυμφίῳ· αἱ δὲ μωραὶ διὰ τὸ ἀνέτοιμον ἑαυτῶν, τῆς χαρᾶς τοῦ νυμφῶνος ἀπηλλοτριώθησαν.

Μετὰ τοῦτο, ἴδωμεν τί ἐστι δέξασθαι στροφὰς λόγων. Ὁ μὲν ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων πάντοτε περὶ τῶν αὐτῶν· ὁ δὲ ποικίλος καὶ ἔντεχνος πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος.

Πρὸς οὖν τὸ δύνασθαι ἡμᾶς ἰσχυρῶς ἀντέχειν τῇ ἀπὸ τῶν τεχνικῶν λόγων προσβολῇ μέγα ὄφελος αἱ Παροιμίαι χαρίζονται. Διότι ὁ προσέχων αὐταῖς, καὶ τὰς ἀπ᾽ αὐτῶν παραινέσεις μὴ ἀργῶς προσιέμενος, οἱονεὶ καθωπλισμένος τῇ ἐμπειρίᾳ, δέχεται ἀβλαβῶς τὰς στροφὰς τῶν λόγων, μήτε περιτρεπόμενος ὑπ᾽ αὐτῶν, μήτε ἐξανιστάμενός που τῆς ἀληθείας. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δὲ οἱ λόγοι περὶ αὐτῶν ἀναπείθωσι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλος μὲν φαινόμενος, ἄλλος δὲ ὢν κατὰ ἀλήθειαν, στροφαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύντες, καὶ ἑτέραν τρεπόμενοι. Ἢ στροφαί τινές εἰσι λόγων αἱ ἐκ τῆς ψευδωνύμου γνώσεως ἀντιθέσεις. Οὐ καταδεχόμενοι γὰρ τὸ ἁπλοῦν τῆς πνευματικῆς διδασκαλίας, οἱ ἐκ τῆς διαλεκτικῆς πρὸς τὰς ἀντιλογίας ἠκονημένοι, περιτρέπουσι πολλάκις τὴν ἰσχὺν τῆς ἀληθείας τῇ πιθανολογίᾳ τῶν σοφισμάτων. Δέχεται οὖν ταύτας τὰς στροφὰς τῶν λόγων ὁ ταῖς Παροιμίαις ὠχυρωμένος.

Κἂν εὕρῃ ποτὲ προβλήματα, ἰσοπαλεῖς τὰς ἐφ᾽ ἑκάτερον ἐπιχειρήσεις ἔχοντα, ἐν οἷς δυσδιάκριτος τοῦ πιθανωτέρου ἡ εὕρεσις· ὅμως διὰ τὸ ἐγγεγυμνάσθαι ταῖς Παροιμίαις, οὐ συγχυθήσεται τὸν νοῦν, κἂν ὅτι μάλιστα δοκῶσιν οἱ προσδιαλεγόμενοι ἐξίσου τὰς ἐκ τῶν ἐπιχειρημάτων πληγὰς ἀλλήλοις ἀντεπιφέρειν.