Ἔργον
Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν
Η φύση της σοφίας και η πνευματική τράπεζα
Ανάλυση της θείας και ανθρώπινης σοφίας, το δημόσιο κήρυγμα αυτής και η αλληγορία του δείπνου της σοφίας ως λογικής τροφής έναντι των υλικών αγαθών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η φύση της σοφίας και η πνευματική τράπεζα
Ανάλυση της θείας και ανθρώπινης σοφίας, το δημόσιο κήρυγμα αυτής και η αλληγορία του δείπνου της σοφίας ως λογικής τροφής έναντι των υλικών αγαθών.
Καὶ πρῶτον ἐκ τῶν Παροιμιῶν ἐστι γνῶναι σοφίαν καὶ παιδείαν. Ἔστι δὲ σοφία ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτοις αἰτιῶν. Ὁ οὖν ἐπιτετευγμένως θεολογῶν ἔγνω σοφίαν, ὡς καὶ ὁ μακάριος Παῦλος λέγει· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων. Καὶ ὁ ἐκ τῆς τοῦ κόσμου δὲ κατασκευῆς τὸν δημιουργὸν ἐννοῶν, ἔγνω καὶ αὐτὸς διὰ τῆς τοῦ κόσμου σοφίας τὸν Θεόν.
Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Προσβιβάζει δὲ ἡμᾶς τῇ περὶ Θεοῦ ἐννοίᾳ, δι᾽ ὧν φησιν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ τὸ, Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ τὸ, Ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· κἀγὼ ἤμην, ᾗ προσέχαιρε. Ταῦτα γὰρ πάντα, προσωποποιήσας ἡμῖν τὴν σοφίαν, ὑπὲρ τοῦ ἐναργῶς αὐτῆς παραστῆσαι τὴν γνῶσιν, ἀπ᾽ αὐτῆς διαλέγεται. Καὶ ὅλως τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς ἐμφαινομένης σοφίας τῷ κόσμῳ φησὶ, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ Θεοῦ γέγονε, καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει. Ὡς γὰρ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν τῶν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα (διηγοῦνται δὲ ἄνευ φωνῆς)· οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· οὕτως εἰσί τινες καὶ σοφίας λόγοι τῆς ἀρχεγόνου, τῆς πρὸ τῶν ἄλλων ἐν τῇ δημιουργίᾳ συγκαταβληθείσης τῇ κτίσει.
Αὕτη σιωπῶσα βοᾷ τὸν ἑαυτῆς κτίστην καὶ Κύριον, ἵνα δι᾽ αὐτῆς ἀναδράμῃς ἐπὶ τὴν ἔννοιαν τοῦ μόνου σοφοῦ. Ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία· ἡ ἐμπειρία τῶν κατὰ τὸν βίον πραγμάτων, καθ᾽ ἣν σοφοὺς λέγομεν τοὺς καθ᾽ ἑκάστην τῶν ὠφελίμων τεχνῶν ἐπιστήμονας.
Διόπερ καὶ τὸ πολὺ τῆς βίβλου ἐν τῇ περὶ τῆς σοφίας προτροπῇ τῷ συγγραφεῖ κατανάλωται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· ἐπ᾽ ἄκρων δὲ τειχέων κηρύσσεται. Ὁρῶν γὰρ τὸ φιλότιμον τῶν ἀνθρώπων, καὶ ὅτι πάντες φυσικῶς τὸ περιφανὲς αὐτῆς ἀσπαζόμεθα, διὰ τῶν ἐπαίνων τῆς σοφίας ἐπεγείρει τὰς ψυχὰς πρὸς τὸ μὴ νωθρῶς μηδὲ παρέργως αὐτῆς ἀντιποιεῖσθαι.
Πανταχοῦ αὐτῆς πολὺν εἶναι τὸν λόγον φησὶν, ἐν ὁδοῖς, ἐν ἀγοραῖς, ἐν τοῖς ὀχυρώμασι τῆς πόλεως. Διὰ τοῦτο πύλας λέγει καὶ πλατείας καὶ τείχη, διὰ μὲν τῶν ἐξόδων καὶ τῶν πλατειῶν τὸ περιφανὲς αὐτῆς ὑποφαίνων, διὰ δὲ τῶν τειχῶν τὸ ἀπ᾽ αὐτῆς ὠφέλιμον, καὶ πρὸς πᾶσαν ἀσφάλειαν τοῦ βίου αὔταρκες.
Καὶ βουλόμενος ἡμᾶς αὐτῇ προσοικειῶσαι· Εἶπον, φησὶ, τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι· καὶ πάλιν· Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Εἶτα τὸ κοινωφελὲς αὐτῆς ἐνδεικνύμενος, καὶ ὅτι πᾶσιν ὁμοίως ἀνεῖται τὸ ἀπ᾽ αὐτῆς ὠφέλιμον· Ἔσφαξε, φησὶ, τὰ ἑαυτῆς θύματα· τουτέστι, στερεὰν τροφὴν ἡτοίμασε τοῖς διὰ τὴν ἕξιν γεγυμνασμένοις τὰ αἰσθητήρια τῆς ψυχῆς. Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. Κρατῆρα δὲ λέγει τὴν κοινὴν καὶ πάνδημον τῶν ἀγαθῶν μετουσίαν· ὅθεν ὁμοτίμως πᾶσιν ἔξεστι τὸ ἑκάστῳ δυνατὸν καὶ σύμμετρον ἀπαρύεσθαι. Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Πάντα δι᾽ ἐμφάσεως λέγει, διὰ τῶν σωματικῶν τὰ πνευματικὰ ἡμῖν παραδεικνύς.
Τὴν γὰρ λογικὴν τροφὴν τῆς ψυχῆς τράπεζαν ὀνομάζει, πρὸς ἣν συγκαλεῖ μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι, μετὰ δογμάτων οὐδὲν ταπεινὸν οὐδὲ καταβεβλημένον ἐχόντων. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ. Ὡς γὰρ οἱ ἀσθενοῦντες χρῄζουσιν ἰατρικῆς, οὕτω σοφίας οἱ ἄφρονες ἐπιδέονται. Καὶ τό· Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς· καὶ τό· Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι· καὶ τό· Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου· καὶ τό· Υἱῷ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις. Καὶ ὅλως ἔξεστί σοι γνῶναι τοῦ λόγου τὴν ἀλήθειαν, ἀναλεξαμένῳ κατὰ σχολὴν τὰ περὶ τῆς σοφίας εἰρημένα τῷ Σολομῶντι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.