Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν εὐχαριστίαν

Μέγας Βασίλειος

Η χριστιανική θεώρηση του θανάτου και η μετριοπάθεια στο πένθος

Προτροπή προς αποφυγή των υπερβολικών εκδηλώσεων θρήνου μέσω του παραδείγματος του Ιώβ και της χριστιανικής πίστεως στην ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Μὴ τοίνυν εἰς συνηγορίαν τοῦ οἰκείου πάθους τὸ τοῦ Κυρίου προβαλλέσθωσαν δάκρυον οἱ φιλόλυποι. Ὡς γὰρ ἡ βρῶσις, ἣν ὁ Κύριος ἔφαγεν, οὐκ ἔστιν ἡδυπαθείας ἡμῖν ἀφορμὴ, τὸ ἐναντίον μὲν οὖν, ἐγκρατείας καὶ αὐταρκείας ὅρος ὁ ἀνωτάτω· οὕτω καὶ τὸ δάκρυον οὐκ ἔστι νομοθεσία πρὸς τὸ θρηνεῖν, ἀλλὰ μέτρον εὐσχημονέστατον ἐκτεθὲν, καὶ κανὼν ἀκριβὴς, καθ᾽ ὃν προσῆκε σεμνῶς καὶ εὐσχημόνως τοῖς τῆς φύσεως ὅροις ἐμμένοντας διαφέρειν τὰ λυπηρά.

Οὔτε οὖν γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ φιλοπενθὲς καὶ πολύδακρυ, ἀλλ᾽ ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχώμενον μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεόμενον, μηδ᾽ ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτηδευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ οὐράνια.

Δεῖ γὰρ τὸν κεκαθαρμένον τῷ θείῳ διδασκαλίῳ, οἷον ὀχυρῷ τινι τειχίῳ τῷ ὀρθῷ λόγῳ πεφράχθαι, καὶ ἀνδρείως καὶ καρτερῶς τὰς τῶν τοιούτων παθῶν προσβολὰς ἀπαμύνασθαι· καὶ μὴ καθάπερ εἴς τι χωρίον ὑποκαθήμενον, τῷ ταπεινῷ καὶ ὑπείκοντι τῆς ψυχῆς, τὸν τῶν παθῶν ὄχλον ἐπιῤῥέοντα δέχεσθαι.

Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Ὥσπερ γὰρ οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Μὴ γὰρ ἀδαμάντινος ἦν ὁ Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος. Οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ.

Ἀλλ᾽ ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Σὺ δὲ ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις παραθρηνεῖς, καὶ μέλεσι γοεροῖς ἐκτήκειν σεαυτοῦ τὴν ψυχὴν ἐπιτηδεύεις· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ μεθ᾽ ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴει προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ διασῶζον. Κατάλιπε ταῦτα ποιεῖν τοῖς μὴ ἔχουσιν ἐλπίδα. Σὺ δὲ ἐδιδάχθης περὶ τῶν ἐν Χριστῷ κοιμηθέντων, ὅτι Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Τί οὖν κλαίεις τὸν ἐξελθόντα μεταμφιάσασθαι; Μήτε σεαυτὸν θρήνει ὡς βοηθοῦ τινος πρὸς τὸν βίον στερούμενος· Ἀγαθὸν γὰρ, φησὶν, ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ᾽ ἄνθρωπον. Μήτε ἐκεῖνον ὀδύρου, ὡς δεινὰ πεπονθότα.

Μικρὸν γὰρ ὕστερον. ἡ ἐξ οὐρανῶν σάλπιγξ αὐτὸν διυπνίσει, καὶ ὄψει αὐτὸν παριστάμενον τῷ βήματι τοῦ Χριστοῦ. Ἄφες οὖν ταύτας τὰς ταπεινὰς καὶ ἀπαιδεύτους φωνάς. Οἴ μοι τῶν ἀπροσδοκήτων κακῶν· καὶ τό· Τίς δ᾽ ἂν ταῦτα ᾠήθη γενέσθαι; καὶ, Πότε δ᾽ ἂν προσεδόκησα γῇ κατακρύψειν τὴν φιλτάτην ἐμοὶ κεφαλήν; Ταῦτα γὰρ κἂν ἑτέρου λέγοντος ἀκούωμεν, ἐρυθριᾷν ἡμᾶς προσῆκε τοὺς ἔκ τε τῆς μνήμης τῶν παρελθόντων καὶ ἐκ τῆς τῶν παρόντων πείρας τὰ ἀναγκαῖα τῆς φύσεως πάθη δεδιδαγμένους.

Οὔτε οὖν ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσκληρίαι ἀδοκήτως ἐμπεσοῦσαι, ἐκπλήξουσιν ἡμᾶς ποτε τοὺς παιδαγωγουμένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ βίου διάδοχος, παραμύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας ἦγε τὸ χαριέστατον· οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέως ἡδὺ μὲν ἄκουσμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομαι; Καταῤῥήξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλινδεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δεικνύειν ἐμαυτὸν τοῖς παροῦσιν οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγκαίῳ τῶν γινομένων προσέχων, ὅτι ἀπαραίτητος ὁ τοῦ θανάτου νόμος, καὶ διὰ πάσης ὁμοίως ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα διαλύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐδ᾽ ἀνατραπήσομαι τὸν νοῦν ὡς ὑπὸ πληγῆς ἀπροσδοκήτου καταῤῥαχθεὶς, πάλαι προπεπαιδευμένος, ὅτι, θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν;