Δίκης γὰρ αὐτῇ πρός τινα τῶν ἐν τῇ πόλει δυνατῶν συνεστώσης, πλεονεκτικὸν ἄνδρα καὶ βίαιον, ἐξ ἁρπαγῆς καὶ λεηλασίας τὸν πλοῦτον ἑαυτῷ ἀθροίσαντα, ὃς, γῆς τε πλῆθος ἀποτεμόμενος, καὶ ἀγροὺς καὶ κώμας, καὶ βοσκήματα καὶ οἰκέτας, καὶ πᾶσαν τὴν περιοῦσαν τοῦ βίου κατασκευὴν ἐκ τῆς γυναικὸς πρὸς ἑαυτὸν μεταστήσας, κατειλήφει τὰ δικαστήρια, συκοφάνταις καὶ ψευδομάρτυσι, καὶ δωροδοκίᾳ τῶν δικαζόντων ἐπερειδόμενος· ὡς δὲ παρῆν ἡ κυρία, καὶ ὁ κῆρυξ ἐκάλει, καὶ οἱ συνήγοροι εὐτρεπεῖς, ἀρχομένην διδάσκειν τοῦ ἀνθρώπου τὴν τυραννίδα, καὶ διηγεῖσθαι μέλλουσαν τόν τε τρόπον τῆς ἐξ ἀρχῆς κτήσεως, καὶ τοῦ χρόνου τὸ μῆκος τοῦ βεβαιοῦντος τὴν δεσποτείαν, εἶτα τὴν βίαν τοῦ ἀνδρὸς καὶ τὴν πλεονεξίαν ὀδύρεσθαι· παρελθὼν, οὐκ ἔφη εἰσαγώγιμον εἶναι τὴν δίκην (μηδὲ γὰρ εἶναι θεμιτὸν τῶν κοινῶν μετέχειν τοὺς μὴ λατρεύοντας τοῖς θεοῖς τῶν βασιλέων, καὶ μὴ ἐξομνυμένους τὴν εἰς Χριστὸν πίστιν). Ἐδόκει δίκαια λέγειν τῷ ἄρχοντι, καὶ ἀναγκαῖα προτείνεσθαι. Καὶ εὐθὺς λιβανωτὸς, καὶ ἐσχάρα, καὶ πρότασις τοῖς δικαζομένοις· ἀρνουμένοις μὲν τὸν Χριστὸν, ἀπολαύειν τῶν νόμων καὶ τῆς ἀπ᾽ αὐτῶν ὠφελείας· ἀντεχομένοις δὲ τῆς πίστεως, μήτε δικαστηρίων, μήτε νόμων, μήτε τῆς λοιπῆς πολιτείας μετέχειν, ὡς ἠτιμωμένοις κατὰ τὸν νόμον τῶν τότε κρατούντων.