Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν μάρτυρα Ἰουλίτταν

Μέγας Βασίλειος

Η ανθρώπινη θνητότητα και η θεία πρόνοια

Θεώρηση του θανάτου ως φυσικής αποδημίας και η αναγκαιότητα πνευματικής προετοιμασίας και ευγνωμοσύνης για τη σοφία της θείας πρόνοιας στα όρια της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Τί οὖν οὐκ ἐπιτρέπομεν τὰ αὐτοῦ κτήματα πρὸς τὸ δοκοῦν διατίθεσθαι τῷ φρονίμῳ Δεσπότῃ, ἀλλ᾽ ὡς οἰκείων στερούμενοι ἀγανακτοῦμεν, καὶ τοῖς ἀποθνήσκουσιν ὡς ἀδικηθεῖσι συμπάσχομεν; Σὺ δὲ ἐκεῖνο λογίζου, ὅτι οὐκ ἀπέθανε τὸ παιδίον, ἀλλ᾽ ἀπεδόθη· οὐδὲ ἀπετελεύτησεν ὁ φίλος, ἀλλ᾽ ἀπεδήμησε, καὶ μικρόν τι προείληφε τῆς ὁδοῦ, ἣν καὶ ἡμᾶς ἀναγκαίως δεήσει πορεύεσθαι. Ἔστω σοι ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν παρεχομένη ἀδιαλείπτως· ἥτις, πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προκατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ᾽ οὐδενὸς ἐάσει σε τῶν προσπιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ τῷ προευτρεπισμένῳ τῆς διανοίας ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων, καὶ τῶν κυμάτων τὰς ἐπιδρομὰς ὑπομένειν. Διὰ τί γὰρ οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προειθίσθης, ἀλλ᾽ ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ υἱοῦ ἡ γέννησις, εἴ τίς σε ἤρετο, ποταπόν ἐστι τὸ τεχθέν; τί ποτε ἂν ἀπεκρίνω;

Ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυόμενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί τῶν περὶ ἡμᾶς ἕστηκε; τί ἀκίνητον ἔχει τὴν φύσιν καὶ ἀμετάπτωτον; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε τὴν γῆν. Οὐδὲ ταῦτα διαιωνίζει. Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, φησίν· οἱ ἀστέρες ἐκ τοῦ οὐρανοῦ πεσοῦνται· ὁ ἥλιος σκοτισθήσεται· ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Πρὸς ταῦτα ἀποβλέπων, ὅταν καὶ ἐπὶ σὲ ἔλθῃ τῶν κοινῶν τὸ μέρος, ἔνεγκε μύσας, οὐκ ἀπαθῶς, οὐδὲ ἀναισθήτως (τίς γὰρ μισθὸς ἀναλγησίας;), ἀλλ᾽ ἐπιπόνως μὲν καὶ σὺν ἀλγηδόσι μυρίαις.

Πλὴν ὑπένεγκε, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, τὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν οὐ μόνον ἐκ τοῦ τύπτειν τοὺς ἀντιπάλους, ἀλλὰ καὶ ἐκ τοῦ φέρειν στεῤῥῶς τὰς παρ᾽ αὐτῶν πληγὰς ἐπιδεικνύμενος· καὶ ὥσπερ τις κυβερνήτης σοφὸς καὶ ἀτάραχος ὑπὸ τῆς ἄγαν περὶ τὸν πλοῦν ἐμπειρίας, ὀρθὴν καὶ ἀβάπτιστον, καὶ παντὸς χειμῶνος ὑψηλοτέραν τὴν ψυχὴν διασώζων. Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ δὲ οὐχ οὕτως ἔμαθες, οὐδὲ ἐδιδάχθης. Ἀλλ᾽ ἀρχὴν μὲν φιλίας λαμβάνειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρονίου ἔθους οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ τὸν χωρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον ἡμῖν γενομένην διατριβὴν παντελῶς ἄλογον.

Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχομένη, εὐθυμίας δημιουργὸς, θυμηδιῶν πρόξενος, τὰ χρηστὰ συναύξουσα, ἐν ταῖς λύπαις τὸ πλεῖστον μέρος τῶν ἀνιαρῶν ἀφαιρουμένη αὕτη ἐξαίφνης ἀναρπασθεῖσα οἴχεται. Μὴ ἀγριάνῃς τῷ πάθει μηδὲ αὐτόματόν τινα εἴπῃς εἶναι συντυχίαν τῶν γινομένων, ὡς μηδενὸς προστάτου τὸν κόσμον οἰκονομοῦντος· μηδὲ κακόν τινα δημιουργὸν ὑπόθῃς, ἐκ τῆς κατὰ τὴν λύπην ἀμετρίας πονηρὰ δόγματα ὑποτιθέμενος σεαυτῷ, ἀλλὰ μηδὲ ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν καὶ τὴν τῆς συναφείας διαίρεσιν μετὰ ἀλγημάτων δεχομένῳ· οὐ μὴν τούτου γε ἕνεκεν ἢ διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτελές.

Ἐννόησον γὰρ, ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας ἑαυτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ᾽ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ Δαβὶδ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου;

Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνεγκαλίσατο τὸν Κύριον ἡμῶν; ποίαν φωνὴν ἀφῆκεν; Οὐχ ὅτι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα; Τῷ γὰρ ἐπειγομένῳ πρὸς τὴν ἄνω διαγωγὴν βαρυτέρα πάσης κολάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώματός ἐστι διατριβή. Μὴ τοίνυν τῇ ἑαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν διατάξεις ἀκολουθεῖν· ἀλλὰ λογίζου περὶ τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις, καὶ διὰ τὴν συνεχῆ μετ᾽ ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες καταλάβωσι, λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας δὲ ἀλλήλοις ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσεν.

Εὐγνώμονος οὖν διανοίας οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν, ἀλλ᾽ ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ καὶ ὅτε περιῆν σοι τὸ γύναιον, ἢ ὁ φίλος, ἢ τὸ παιδίον, ἢ ὅ τι οὖν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ᾽ ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων.