Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν μάρτυρα Ἰουλίτταν

Μέγας Βασίλειος

Το πάθος της μεμψιμοιρίας και το χρέος της ευχαριστίας

Ανάλυση της ανθρώπινης τάσης προς την αχαριστία και υπομνηματισμός της οφειλόμενης δοξολογίας για τις θείες ευεργεσίες στη δημιουργία και την οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Εἰ μὲν γυναικὶ μόνῃ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις, ἢ καὶ ὅτι τῶν ἐχθρῶν τινας εὐημεροῦντας ἑώρας. Ὅρα τοίνυν μή ποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευάζωμεν, παρόντων μὲν οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προσκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες, μετὰ τὴν στέρησιν τὸ παρελθὸν μακαρίζουσιν. Ἀλλ᾽ οὐδεὶς ἡμῶν ἀποκλείεται τοῦ εὐχαριστεῖν ὑπ᾽ οὐδεμιᾶς περιστάσεως βίου, ἐὰν εὐγνωμόνως ἕκαστον ἐπιλογίζεσθαι θέλῃ. Πολλὰς γὰρ ἀναθεωρήσεις καὶ οὐκ ἀτερπεῖς ὁ ἑκάστου ἡμῶν βίος κέκτηται, ἐάνπερ ἄρα καταδεξώμεθα πρὸς τὸ ὑποβεβηκὸς ἀποβλέπειν, καὶ οὕτως ἐκ τῆς πρὸς τὸ χεῖρον συγκρίσεως τὸ ὑπάρχον ἡμῖν ἀγαθὸν, πόσου τινὸς ἄξιόν ἐστιν, ἐκμετρεῖν. Οἰκέτης εἶ; Ἔχεις τὸν σεαυτοῦ ταπεινότερον· εὐχαρίστει, ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις.

Οὐκ ἐπιλείψουσιν οὐδὲ τοῦτον αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Οὐ γὰρ ἔχει πέδας, οὐ δέδεται ἐν ξύλῳ. Ὁ δεσμώτης ἔχει τὸ ζῇν ἀρκοῦσαν ἀφορμὴν εἰς εὐχαριστίαν· ἥλιον ὁρᾷ, ἀναπνεῖ τὸν ἀέρα, ἐπὶ τούτοις εὐχαριστεῖ. Ἀδίκως κολάζῃ; Τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; Καὶ οὕτως εὐχαρίστει, ἐνταῦθα τὴν δίκην τῶν τετολμημένων ἀποτιννὺς, ἀλλὰ μὴ ἐπ᾽ ἀκεραίοις τοῖς ἁμαρτήμασι τῇ αἰωνίᾳ κολάσει ταμιευθείς. Κατὰ δὴ τὸν αὐτὸν λόγον ἐπὶ παντὸς βίου καὶ πάντων ἐπιτηδευμάτων ἔξεστι τῷ εὐγνώμονι μεγάλας τῶν παρόντων ἀποδιδόναι τῷ εὐεργέτῃ τὰς χάριτας. Νῦν δὲ τὸ τῶν δυσαρεστουμένων πεπόνθασιν οἱ πολλοί· τὸ μὲν παρὸν ἀτιμάζοντες, τῶν δὲ ἀπόντων ἐπιθυμοῦντες. Οὐ γὰρ τοὺς ὑποδεεστέρους αὐτῶν ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει, ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Ὁ δοῦλος, ὅτι μὴ ἐλεύθερός ἐστι, δυσχεραίνει· ὁ ἐν ἐλευθερία τραφεὶς, ὅτι μὴ εὐπατρίδης, μηδὲ τῶν περιβλέπτων ἐπ᾽ εὐγενείᾳ, μηδ᾽ ὅτι ἑπτὰ πάππους ἔχει ἀριθμεῖν εἰς τὸ ἄνω, ἱπποτρόφους λαμπροὺς, ἢ μονομάχοις τὸν πλοῦτον ἐξαναλώσαντας.

Ὁ κατὰ γένος περιφανὴς σχετλιάζει, ὅτι μὴ ἐπὶ πλούτῳ κομᾷ· ὁ πλούσιος λυπεῖται καὶ ὀδύρεται, ὅτι μὴ πόλεων καὶ ἐθνῶν ἐστιν ἄρχων· ὁ στρατηγὸς, ὅτι μὴ βασιλεύει· ὁ βασιλεὺς, ὅτι μὴ πάσης ὁμοῦ τῆς ὑφ᾽ ἡλίῳ κρατεῖ, ἀλλ᾽ ἔστιν ἔθνη τοῖς αὐτοῦ σκήπτροις μὴ ὑποκύπτοντα. Ἐκ πάντων δὲ τούτων συνάγεται τὸ ἐπὶ μηδενὶ τὸν εὐεργέτην εὐχαριστεῖσθαι.

Ἀλλ᾽ ἡμεῖς, ἀφέντες τὰ ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀποδιδόναι. Εἴπωμεν ἐν μὲν ταῖς σκυθρωποτέραις περιστάσεσι τῶν πραγμάτων τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε· λόγῳ ἐτίμησε· τέχνας ἡμῖν συνεργοὺς τῆς ζωῆς ἐχαρίσατο· τροφὰς ἐκ τῆς γῆς ἀνίησι· βοσκημάτων ἡμῖν ὑπηρεσίαν δέδωκε. Δι᾽ ἡμᾶς ὄμβροι· δι᾽ ἡμᾶς ἥλιος· ἡ ὀρεινὴ, ἡ πεδιάσιμος ἡμῶν ἕνεκεν διακεκόσμηται, ἀποφυγὰς ἡμῖν πρὸς τὰς ἐκ τῶν ὀρῶν ἀκρότητας εὐτρεπίζουσα. Δι᾽ ἡμᾶς ποταμοὶ ῥέουσι· δι᾽ ἡμᾶς βρύουσιν αἱ πηγαί· ἡ θάλασσα ἡμῖν ἀνεῖται πρὸς ἐμπορίαν· οἱ ἐκ μετάλλων πλοῦτοι, αἱ πανταχόθεν ἀπολαύσεις, πάσης τῆς κτίσεως δωροφορούσης ἡμῖν, διὰ τὴν πλουσίαν καὶ ἄφθονον εἰς ἡμᾶς χάριν τοῦ εὐεργέτου.

Καὶ τί δεῖ τὰ μικρὰ λέγειν; Δι᾽ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρεῖσαν σάρκα Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Μετὰ τῶν ἀχαρίστων ὁ εὐεργέτης· πρὸς τοὺς καθημένους ἐν σκότει ὁ ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν σταυρὸν ὁ ἀπαθής· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πνεῦμα υἱοθεσίας, χαρισμάτων διανομαὶ, στεφάνων ἐπαγγελίαι· τὰ ἄλλα, ὅσα οὐδὲ ἐξαριθμήσασθαι ῥᾴδιον, ἐφ᾽ οἷς πᾶσι πρέπουσά ἐστιν ἡ φωνὴ τοῦ προφήτου· Τί ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Καὶ γὰρ αὖ καὶ τοῦτο οὐκ εἴρηται δεδωκέναι, ἀλλ᾽ ἀντιδεδωκέναι ὁ μεγαλόδωρος, ὡς οὐχὶ κατάρχων χάριτος, ἀλλ᾽ ἀμειβόμενος τοὺς ὑπάρξαντας· τὸ γὰρ τῶν λαμβανόντων εὐχάριστον εἰς εὐεργεσίαν καταλογίζεται. Ὃς, καὶ χρήματα διδοὺς αἰτεῖ παρὰ σοῦ τὴν ἐλεημοσύνην διὰ τῆς χειρὸς τῶν πενήτων· κἂν λάβῃ τὰ ἑαυτοῦ, ἀκεραίαν σοι τὴν χάριν, ὡς ὑπὲρ οἰκείων, ἀποπληροῖ. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Οὐ γὰρ ἀφίεμαι τῆς φωνῆς τοῦ Προφήτου, καλῶς ἀποροῦντος, καὶ περισκοποῦντος ἑαυτοῦ τὴν πενίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον.