Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν μάρτυρα Ἰουλίτταν

Μέγας Βασίλειος

Το μαρτύριο και η ομολογία της αγίας Ιουλίττας

Εγκώμιο στην ανδρεία της μάρτυρος, περιγραφή της άδικης δίκης και της σταθερής ομολογίας της, καθώς και η θεολογική προτροπή της προς τις γυναίκες πριν από τη μαρτυρική της τελείωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΤΗΝ ΜΑΡΤΥΡΑ ΙΟΥΛΙΤΤΑΝ, {καὶ εἰς τὰ λειπόμενα τῆς προλεχθείσης ὁμιλίας τῆς περὶ εὐχαριστίας.} Ἡ μὲν ὑπόθεσις τῆς ἐκκλησίας ἐστὶ τὸ ἐπὶ τῇ μακαρίᾳ μάρτυρι γενόμενον κήρυγμα. Περιηγγείλαμεν γὰρ ὑμῖν τὴν ἡμέραν ταύτην, ὡς ὑπόμνημα ἔχουσαν τῆς μεγάλης ἀθλήσεως, ἣν ἐν γυναικείῳ σώματι ἀνδρειοτάτην καὶ πᾶσαν ἔκπληξιν ἐμποιοῦσαν τοῖς τότε παροῦσι τῷ θεάματι καὶ τοῖς εἰς ὕστερον ἐκ τῆς τῶν πεπειραμένων διηγήσεως δεχομένοις τὴν ἀκοὴν ἡ μακαριωτάτη γυναικῶν Ἰουλίττα ἤθλησεν, εἴπερ δὴ γυναῖκα προσαγορεύειν εὐπρεπὲς τὴν τῷ μεγαλοφυεῖ τῆς ψυχῆς τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν ἀποκρύψασαν· ὑφ᾽ ἧς ἡγοῦμαι μάλιστα πεπλῆχθαι τὸν κοινὸν ἡμῶν ἀντίπαλον, οὐ φέροντα τὴν ἀπὸ τῶν γυναικῶν ἧτταν. Ὃς, τὰ μεγάλα ἐκεῖνα ὑπερηφανευόμενος, σείειν πᾶσαν τὴν οἰκουμένην, καὶ καταλήψεσθαι ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ αἴρειν, καὶ πόλεις ἐρημώσειν, ἐφάνη γυναικείας ἀρετῆς ἡττώμενος. Ἣν ἐπιχειρήσας ἐν καιρῷ πειρασμοῦ διελέγξαι, ὡς οὐ δυναμένην ὑπὸ τῆς κατὰ τὴν φύσιν ἀσθενείας μέχρι παντὸς τὴν εἰς Θεὸν εὐσέβειαν διασώσασθαι, εὗρε διὰ τῆς πείρας ἀνδρειοτέραν τῆς φύσεως, καὶ τοσοῦτον αὐτοῦ τῶν φοβερῶν καταγελάσασαν, ὅσον αὐτὸς προσεδόκα τοῖς δεινοῖς αὐτὴν ὑποπτήξειν.

Δίκης γὰρ αὐτῇ πρός τινα τῶν ἐν τῇ πόλει δυνατῶν συνεστώσης, πλεονεκτικὸν ἄνδρα καὶ βίαιον, ἐξ ἁρπαγῆς καὶ λεηλασίας τὸν πλοῦτον ἑαυτῷ ἀθροίσαντα, ὃς, γῆς τε πλῆθος ἀποτεμόμενος, καὶ ἀγροὺς καὶ κώμας, καὶ βοσκήματα καὶ οἰκέτας, καὶ πᾶσαν τὴν περιοῦσαν τοῦ βίου κατασκευὴν ἐκ τῆς γυναικὸς πρὸς ἑαυτὸν μεταστήσας, κατειλήφει τὰ δικαστήρια, συκοφάνταις καὶ ψευδομάρτυσι, καὶ δωροδοκίᾳ τῶν δικαζόντων ἐπερειδόμενος· ὡς δὲ παρῆν ἡ κυρία, καὶ ὁ κῆρυξ ἐκάλει, καὶ οἱ συνήγοροι εὐτρεπεῖς, ἀρχομένην διδάσκειν τοῦ ἀνθρώπου τὴν τυραννίδα, καὶ διηγεῖσθαι μέλλουσαν τόν τε τρόπον τῆς ἐξ ἀρχῆς κτήσεως, καὶ τοῦ χρόνου τὸ μῆκος τοῦ βεβαιοῦντος τὴν δεσποτείαν, εἶτα τὴν βίαν τοῦ ἀνδρὸς καὶ τὴν πλεονεξίαν ὀδύρεσθαι· παρελθὼν, οὐκ ἔφη εἰσαγώγιμον εἶναι τὴν δίκην (μηδὲ γὰρ εἶναι θεμιτὸν τῶν κοινῶν μετέχειν τοὺς μὴ λατρεύοντας τοῖς θεοῖς τῶν βασιλέων, καὶ μὴ ἐξομνυμένους τὴν εἰς Χριστὸν πίστιν). Ἐδόκει δίκαια λέγειν τῷ ἄρχοντι, καὶ ἀναγκαῖα προτείνεσθαι. Καὶ εὐθὺς λιβανωτὸς, καὶ ἐσχάρα, καὶ πρότασις τοῖς δικαζομένοις· ἀρνουμένοις μὲν τὸν Χριστὸν, ἀπολαύειν τῶν νόμων καὶ τῆς ἀπ᾽ αὐτῶν ὠφελείας· ἀντεχομένοις δὲ τῆς πίστεως, μήτε δικαστηρίων, μήτε νόμων, μήτε τῆς λοιπῆς πολιτείας μετέχειν, ὡς ἠτιμωμένοις κατὰ τὸν νόμον τῶν τότε κρατούντων.

Τί οὖν ἐπὶ τούτοις; Ἆρα ἐδελεάσθη τῷ πλούτῳ; ἢ τῇ πρὸς τὸν ἀδικοῦντα φιλονεικίᾳ τὸ συμφέρον παρεῖδεν; ἢ τὸν ἐκ τῶν δικαστῶν ἐπηρτημένον κίνδυνον ἐξεπλάγη; Οὐμενοῦν· ἀλλ᾽, Ἐῤῥέτω, φησὶν, ὁ βίος, οἰχέσθω χρήματα· μηδὲ τὸ σῶμά μοι περιλειφθείη, πρίν τινα φωνὴν ἀφιέναι ἀσεβῆ κατὰ τοῦ κτίσαντός με Θεοῦ. Καὶ ὅσῳ πλέον ἑώρα τὸν ἄρχοντα τοῖς λόγοις τούτοις ἀγριαινόμενον, καὶ πρὸς τὴν ἐσχάτην κατ᾽ αὐτῆς ὀργὴν ἐκκαιόμενον, τοσούτῳ πλέον εὐχαρίστει τῷ Θεῷ, ὅτι, χρημάτων φθαρτῶν ἀμφισβητοῦσα, ἐφάνη τῶν οὐρανίων ἀγαθῶν ἑαυτῇ βεβαιοῦσα τὴν κτῆσιν καὶ γῆν μὲν ἀφαιρουμένη, ἵνα παράδεισον κτήσηται, ἀτιμίαν δὲ καταδικαζομένη, ἵνα τῶν στεφάνων τῆς δόξης καταξιωθῇ· σῶμα δὲ καταικιζομένη, καὶ ζωὴν ἀφαιρουμένη τὴν πρόσκαιρον, ἵνα τῶν μακαρίων ἐλπίδων λάβηται, μετὰ πάντων τῶν ἁγίων ἐν τῇ χαρᾷ τῆς βασιλείας εὑρισκομένη. Ὡς δὲ πολλάκις ἐρωτωμένη, πολλάκις τὴν αὐτὴν ἠφίει φωνὴν, δούλην ἑαυτὴν τοῦ Χριστοῦ λέγουσα, καὶ κατηρᾶτο τοῖς πρὸς τὴν ἄρνησιν προκαλουμένοις· τότε δὴ ὁ κριτὴς τῆς ἀδικίας οὐ μόνον τὰ κτήματα, ὧν ἀδίκως καὶ παρὰ τοὺς νόμους ἀφῄρητο, ἀπεστέρησεν, ἀλλὰ καὶ τὴν ζωὴν αὐτὴν προσεζημίωσεν ὡς ἐνόμιζε, πυρὶ παραδοὺς αὐτήν.

Ἡ δὲ πρὸς οὐδὲν οὕτω τῶν κατὰ τὸν βίον τερπνῶν ἠπειγμένως ἔδραμεν, ὡς ἐπὶ τὴν φλόγα ἦλθεν ἐκείνην, προσώπῳ καὶ σχήματι, καὶ οἷς ἐφθέγγετο, καὶ τῇ ἐπανθούσῃ φαιδρότητι, τῆς ψυχῆς τὸ περιχαρὲς ἐμφαίνουσα· παρακαλοῦσα τὰς παρεστηκυίας τῶν γυναικῶν, μὴ καταμαλακίζεσθαι πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας πόνους, μηδὲ τὴν τῆς φύσεως ἀσθένειαν προφασίζεσθαι. Ἐκ τοῦ αὐτοῦ φυράματος, λέγουσα, τοῖς ἀνδράσιν ἐσμέν.

Κατ᾽ εἰκόνα Θεοῦ γεγόναμεν, ὡς καὶ οὗτοι. Ἀρετῆς δεκτικὸν τὸ θῆλυ ὁμοτίμως τῷ ἄῤῥενι παρὰ τοῦ κτίσαντος γέγονε. Καὶ τί γὰρ ἢ συγγενεῖς τοῖς ἀνδράσι διὰ πάντων ἐσμέν; Οὐ γὰρ σὰρξ μόνον ἐλήφθη πρὸς γυναικὸς κατασκευὴν, ἀλλὰ καὶ ὀστοῦν ἐκ τῶν ὀστέων.

Ὥστε τὸ στεῤῥὸν, καὶ εὔτονον, καὶ ὑπομονητικὸν, ἐξ ἴσου τοῖς ἀνδράσι καὶ παρ᾽ ἡμῶν ὀφείλεται τῷ Δεσπότῃ. Ταῦτα εἰποῦσα, πρὸς τὴν πυρὰν ἥλατο· ἡ δὲ περισχοῦσα τῆς ἁγίας τὸ σῶμα, ὥσπερ τις θάλαμος φωτεινὸς, τὴν μὲν ψυχὴν ἐπὶ τὴν οὐράνιον χώραν, καὶ τὴν πρέπουσαν αὐτῇ λῆξιν ἀνέπεμψε, τὸ δὲ τίμιον σῶμα ἀκέραιον διεσώσατο τοῖς προσήκουσιν· ὅπερ ἐν τῷ καλλίστῳ προτεμενίσματι τῆς πόλεως κείμενον ἁγιάζει μὲν τὸν τόπον, ἁγιάζει δὲ τοὺς εἰς αὐτὸν συνιόντας. Γῆ δὲ ἡ κατευλογηθεῖσα τῇ ἐπιδημίᾳ τῆς μακαρίας, ἐκ τῶν οἰκείων λαγόνων ὕδατος φύσιν χαριεστάτην ἀνῆκεν· ὥστε τὴν μάρτυρα ἀντὶ μητρὸς γενομένην οἷόν τινι γάλακτι κοινῷ τιθηνεῖσθαι τοὺς ἐν τῇ πόλει. Τοῦτο καὶ ὑγιαίνουσι φυλακτήριον, καὶ τρυφῶσι σωφρόνως ἡδονῆς χορηγία, καὶ ἀῤῥωστοῦσι παραμυθία· τὴν τοῦ Ἑλισσαίου χάριν εἰς Ἱεριχουντίους, ταύτην εἰς ἡμᾶς παρασχομένης τῆς μάρτυρος, τὸ ἁλμυρὸν τῆς κοινῆς φύσεως τῶν περὶ τὸν τόπον ὑδάτων εἰς γλυκεῖαν καὶ ἀπαλὴν καὶ προσηνῆ πᾶσιν αἴσθησιν διὰ τῆς εὐλογίας μεταβαλούσης.

Οἱ ἄνδρες, μὴ καταδέξησθε γυναικῶν ἐλάττους ὀφθῆναι πρὸς τὴν εὐσέβειαν. Αἱ γυναῖκες, μὴ ἀπολειφθῆτε τοῦ ὑποδείγματος· ἀλλ᾽ ἀπροφασίστως τῆς εὐσεβείας ἀντέχεσθε· ἔργῳ πεῖραν λαβοῦσαι, ὅτι πρὸς οὐδὲν ὑμῖν τῶν ἀγαθῶν τὸ ἐλάττωμα τῆς φύσεως ἐμποδίζει.