Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (λόγος β')

Μέγας Βασίλειος

Η ασυμβατότητα της μέθης με την εγκράτεια

Αυστηρή αποδοκιμασία της συνήθειας της κραιπάλης πριν από την έναρξη της νηστείας, με έμφαση στην πνευματική αντίθεση μεταξύ μέθης και άσκησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ἤδη οὖν σεαυτὸν ἄξιον παρασκεύασον τῆς σεμνοτάτης νηστείας· μὴ τῇ σημερινῇ μέθῃ τὴν αὔριον διαφθείρῃς ἐγκράτειαν. Κακὸς ὁ λογισμὸς, πονηρὰ ἡ ἐπίνοια· Ἐπειδὴ πέντε ἡμερῶν νηστεία ἡμῖν προκεκήρυκται, σήμερον ἑαυτοὺς τῇ μέθῃ καταβαπτίσωμεν.

Οὐδεὶς, γυναῖκα νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλαβὼν εἰσοικίζεται. Οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔκολον.

Οὐ γὰρ μὴ εἰσέλθῃ νηστεία καὶ δέησις εἰς ψυχὴν ῥυπωθεῖσαν ὑπὸ τῆς μέθης. Τὸν νηστεύοντα εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος τὸν κραιπαλῶντα ὡς βέβηλον καὶ ἀνίερον οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς εἰς νηστείαν σοι τὴν κραιπάλην λογίσομαι;

Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἀλλ᾽ ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; Ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔνδεια νηστείαν προσμαρτυρεῖ.

Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως, ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρεχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπομείνασαν. Εὐθὺς ἡ πρώτη τῶν νηστειῶν ἀδόκιμός σοι γενήσεται, διὰ τὸ ἐναποκεῖσθαί σοι τῆς μέθης τὰ λείψανα. Ὧν δὲ ἡ ἀπαρχὴ ἀδόκιμος, καὶ τὸ πᾶν ἀπόβλητον δηλονότι. Μέθυσοι Θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν. Εἰ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; Εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν;

Οὐχ ὁρᾷς, ὅτι καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς οἱ ἐμπειρότατοι πωλοδάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; Σὺ δὲ ἐξεπίτηδες σεαυτὸν καταπιέζεις τῷ κόρῳ· τοσοῦτον τῇ γαστριμαργίᾳ καὶ τὰ ἄλογα παρελαύνεις. Βαρουμένη γαστὴρ οὐχ ὅπως πρὸς δρόμον, ἀλλ᾽ οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία· διότι, καταθλιβομένη τῷ πλήθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλ᾽ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ᾽ ἑκάτερα.