Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (λόγος β')

Μέγας Βασίλειος

Καταδίκη της οινοποσίας και ορισμός της αληθινής νηστείας

Έλεγχος της προεόρτιας μέθης και ανάδειξη της αληθούς νηστείας ως ουσιαστικής αποχής από την αμαρτία και συμμετοχής στην πνευματική τράπεζα της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Τὴν μὲν γὰρ νηστείαν καὶ διὰ τὴν συνήθειαν καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδὼ οἱ πολλοὶ καταδέχονται· φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε, πρὶν ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν;

Οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει; Γαστὴρ συναλλακτής ἐστιν ἀπιστότατος· ταμιεῖον ἀφύλακτον, πολλῶν ἐναποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Ὅρα καὶ μή σοι αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ νῦν ἀναγνωσθέντα λεχθῇ· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος. Τί μιγνύεις τὰ ἄμικτα; Τίς μετοχὴ νηστείας πρὸς μέθην; τίς κοινωνία τῇ οἰνοφλυγίᾳ πρὸς τὴν ἐγκράτειαν; Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ναὸς μὲν γὰρ Θεοῦ εἰσιν ἐν οἷς τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ, ναὸς δὲ εἰδώλων οἱ διὰ τῆς μέθης τὸν συρφετὸν τῆς ἀκολασίας ὑποδεχόμενοι. Ἡ σήμερον ἡμέρα προπύλαιόν ἐστι τῶν νηστειῶν. Οὐ δήπου δὲ ὁ ἐν τοῖς προθύροις βεβηλωθεὶς ἄξιός ἐστιν εἰσελθεῖν εἰς τὰ ἅγια. Οὐδεὶς οἰκέτης, ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται.

Μέθη ἔχθρα ἐστὶν εἰς Θεόν· νηστεία δὲ ἀρχὴ μετανοίας. Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς τὸν Θεὸν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατασκευάσῃ τὴν ἀλλοτρίωσιν. Οὐ μέντοι ἐξαρκεῖ καθ᾽ ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Ἀληθὴς νηστεία ἡ τοῦ κακοῦ ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἐποχὴ, ἐπιθυμιῶν χωρισμὸς, καταλαλιᾶς, ψεύδους, ἐπιορκίας.

Ἡ τούτων ἔνδεια νηστεία ἐστὶν ἀληθής. Ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλόν. Κατατρυφήσωμεν δὲ τοῦ Κυρίου, ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν τῇ ἀναλήψει τῶν σωτηρίων νομίμων, καὶ ἐν πᾶσι τοῖς διορθωτικοῖς τῶν ψυχῶν ἡμῶν δόγμασιν. Ἀπὸ μέντοι τῆς ἐν τῷ κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ προφήτης ἀπεύχεται λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων· καὶ τό· Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Οὐ γὰρ ἂν περὶ αἰσθητῶν ἄρτων εἶπεν ὁ εἰδὼς τοὺς παῖδας τοῦ πατριάρχου ἡμῶν Ἰακὼβ ἄρτων ἕνεκεν καταβάντας εἰς Αἴγυπτον, ἀλλὰ περὶ τῆς πνευματικῆς λέγει τροφῆς, καθ᾽ ἣν ὁ ἔσω ἡμῶν ἄνθρωπος τελειοῦται. Μὴ ἔλθῃ καὶ ἐφ᾽ ἡμᾶς ἡ τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία· Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃν διὰ τοῦτο ἐπήγαγεν ὁ δίκαιος κριτὴς, ἐπειδὴ ἑώρα αὐτῶν τὸν μὲν νοῦν ἐν τῇ ἀτροφίᾳ τῶν τῆς ἀληθείας δογμάτων λιμαγχονούμενον, ὑπερπιαινόμενον δὲ αὐτῶν καὶ κατασαρκούμενον τὸν ἔξω ἄνθρωπον. Πάσας τοίνυν τὰς ἐφεξῆς ἡμέρας ἑστιάσει ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἑωθιναῖς τε καὶ ἑσπεριναῖς εὐφροσύναις.

Μηδεὶς ἑκουσίως ἀπολιμπανέσθω τῆς πνευματικῆς εὐωχίας. Πάντες μετάσχωμεν τοῦ νηφαλίου κρατῆρος, ὃν ἡ σοφία, κεράσασα, προέθηκεν ἡμῖν ἐξίσου, καθ᾽ ὅσον ἐστὶ χωρητικὸς ἕκαστος ἀπαρύεσθαι. Ἐκέρασε γὰρ τὸν ἑαυτῆς κρατῆρα, καὶ ἔσφαξε τὰ ἑαυτῆς θύματα· τουτέστι, τὴν τῶν τελείων τροφὴν, Τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὧν δαψιλῶς ἐμφορηθέντες, εὑρεθείημεν ἄξιοι καὶ τῆς ἐν τῷ νυμφῶνι εὐφροσύνης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.