Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (ὁμιλία α΄)

Μέγας Βασίλειος

Αναίρεση προφάσεων και ιστορικά πρότυπα από την Παλαιά Διαθήκη

Απόρριψη των δικαιολογιών περί σωματικής ασθένειας και εκτενής παράθεση βιβλικών παραδειγμάτων προς ανάδειξη της θαυματουργικής δύναμης της νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν. Οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι (εἰπέ μοι); κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμάτων ποικιλίαν, ἀλλ᾽ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκοπώτερον τῇ γαστρί; λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; μᾶλλον δὲ μηδὲ κεῖσθαι, ἀλλὰ πυκνὰ μεταστρέφεσθαι διαῤῥηγνυμένην καὶ στένουσαν; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις βαρυνομένην τοῖς ἀγωγίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης.

Τὴν μὲν γὰρ πεπιεσμένην τῷ πλήθει βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα ῥᾳδίως ὑπεραίρει τοῦ κλύδωνος, οὐδενὸς ἐμποδίζοντος αὐτὴν ὑψηλοτέραν γενέσθαι. Καὶ τοίνυν τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρυνόμενα, εὐκόλως ὑποβρύχια ταῖς ἀῤῥωστίαις γίνεται· εὐσταλεῖ δὲ καὶ κούφῃ τῇ τροφῇ κεχρημένα, καὶ τὸ προσδοκώμενον ἐκ νόσου κακὸν ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγε, καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τινὰ σπιλάδος ἐπιδρομὴν διεκρούσατο. Ἦπου καὶ τὸ ἡσυχάζειν κατὰ σὲ τοῦ τρέχειν ἐπιπονώτερον, καὶ τοῦ παλαίειν τὸ ἠρεμεῖν· εἴπερ οὖν καὶ τὸ τρυφᾷν τοῦ λιτῶς διαιτᾶσθαι τοῖς ἀσθενοῦσι φῂς εἶναι καταλληλότερον. Ἦ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λιτότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν.

Ἀλλ᾽ ἐπὶ τὴν ἱστορίαν βαδιζέτω ὁ λόγος, τὸ ἀρχαῖον τῆς νηστείας διεξιών· καὶ ὅπως πάντες οἱ ἅγιοι, ὥσπερ τινὰ κλῆρον πατρῷον διαδεξάμενοι, οὕτω διεφύλαξαν, πατὴρ παιδὶ παραδιδόντες· ὅθεν καὶ εἰς ἡμᾶς ἀκολουθίᾳ διαδοχῆς διεσώθη τὸ κτῆμα.

Οὐκ ἦν ἐν τῷ παραδείσῳ οἶνος, οὔπω ζωοθυσίαι, οὔπω κρεωφαγίαι. Μετὰ τὸν κατακλυσμὸν οἶνος· μετὰ τὸν κατακλυσμὸν, Φάγεσθε πάντα ὡς λάχανα χόρτου. Ὅτε ἀπεγνώσθη ἡ τελείωσις, τότε συνεχωρήθη ἡ ἀπόλαυσις. Δεῖγμα δὲ τῆς τοῦ οἴνου ἀπειρίας Νῶε ἀγνοῶν τοῦ οἴνου τὴν χρῆσιν. Οὔπω γὰρ εἰς τὸν βίον παρεληλύθει, οὐδ᾽ ἐτέτριπτο ἐν τῇ συνηθείᾳ τῇ τῶν ἀνθρώπων. Οὔτε οὖν ἄλλον τεθεαμένος, οὔτε αὐτὸς πειραθεὶς, τῇ ἀπ᾽ αὐτοῦ βλάβῃ περιέπεσεν ἀφυλάκτως· Ἐφύτευσε γὰρ ἄμπελον Νῶε, καὶ ἔπιεν ἀπὸ τοῦ καρποῦ, καὶ ἐμεθύσθη, οὐχὶ τῷ πάροινος εἶναι, ἀλλὰ τῷ ἄπειρος εἶναι τῶν μέτρων τῆς μεταλήψεως. Οὕτω νεαρώτερον παραδείσου τὸ εὕρημα τῆς οἰνοποσίας, καὶ οὕτως ἀρχαῖον τὸ τῆς νηστείας σεμνόν. Ἀλλὰ καὶ Μωϋσέα διὰ νηστείας ἔγνωμεν προσβαλόντα τῷ ὄρει. Οὐ γὰρ ἂν κατετόλμησε καπνιζομένης τῆς κορυφῆς, οὐδ᾽ ἂν ἐθάρσησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ νηστείας τὴν ἐντολὴν ὑπεδέξατο δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί. Καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος ἦν, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρείαν ἐξέμηνεν· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τεσσαράκοντα ἡμερῶν προσεδρίαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία.

Ἃς γὰρ ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μέθη συνέτριψεν, οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ γαστριμαργίας ὁ λαὸς ἐκεῖνος ὁ τὸν Θεὸν διὰ τῶν μεγίστων τεραστίων δεδιδαγμένος, εἰς τὴν Αἰγυπτίων εἰδωλομανίαν ἐξεκυλίσθη. Παράλληλα θὲς ἀμφότερα· πῶς νηστεία Θεῷ προσάγει, καὶ πῶς τρυφὴ τὴν σωτηρίαν προδίδωσι. Κατάβα ὁδῷ βαδίζων ἐπὶ τὰ κάτω.

Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ δοῦλον ἐποίησε τοῦ ἀδελφοῦ; Οὐ βρῶσις μία, δι᾽ ἣν ἀπέδοτο τὰ πρωτοτόκια; Τὸν δὲ Σαμουὴλ οὐχ ἡ μετὰ νηστείας προσευχὴ ἐχαρίσατο τῇ μητρί; Τί τὸν μέγαν ἀριστέα τὸν Σαμψὼν ἀκαταγώνιστον ἀπειργάσατο; Οὐχ ἡ νηστεία, μεθ᾽ ἧς ἐν τῇ γαστρὶ τῆς μητρὸς συνελήφθη;

Νηστεία αὐτὸν ἐκύησε· νηστεία αὐτὸν ἐτιθηνήσατο· νηστεία αὐτὸν ἤνδρωσεν, ἣν ὁ ἄγγελος διετάξατο τῇ μητρί· Ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ μὴ φάγῃ, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ. Νηστεία προφήτας γεννᾷ, δυνατοὺς ῥώννυσι· νηστεία νομοθέτας σοφίζει, ψυχῆς ἀγαθὸν φυλακτήριον, σώματι σύνοικος ἀσφαλὴς, ὅπλον ἀριστεύουσιν, ἀθληταῖς γυμνάσιον. Τοῦτο πειρασμοὺς ἀποκρούεται, τοῦτο ἀλείφει πρὸς εὐσέβειαν, νήψεως σύνοικος, σωφροσύνης δημιουργός. Ἐν πολέμοις ἀνδραγαθεῖ, ἐν εἰρήνῃ ἡσυχίαν διδάσκει. Τὸν Ναζιραῖον ἁγιάζει, τὸν ἱερέα τελειοῖ. Οὐ γὰρ δυνατὸν ἄνευ νηστείας ἱερουργῖας κατατολμῆσαι, οὐ μόνον ἐν τῇ μυστικῇ νῦν καὶ ἀληθινῇ λατρείᾳ, ἀλλὰ καὶ ἐν τῇ τυπικῇ τῇ κατὰ τὸν νόμον προσαγομένῃ. Αὕτη θεατὴν ἐποίησε τοῦ μεγάλου θεάματος τὸν Ἠλίαν· τεσσαράκοντα γὰρ ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀνθρώπῳ, τὸν Κύριον. Νηστεύων ἀπέδωκε τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φανεὶς κατὰ τοῦ θανάτου διὰ νηστείας.

Ἀπὸ νηστεύοντος στόματος φωνὴ ἐξελθοῦσα ἀπέκλεισε τῷ παρανομοῦντι λαῷ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἵνα γὰρ μαλάξῃ τὴν ἀδάμαστον καρδίαν τῶν σκληροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκαταδικάσαι. Διὰ τοῦτο, Ζῇ Κύριος, ἔφη, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Καὶ ἐπήγαγε παντὶ τῷ λαῷ νηστείαν διὰ τοῦ λιμοῦ, ὥστε τὴν ἐκ τῆς τρυφῆς καὶ τοῦ ἀνειμένου βίου κακίαν ἐπανορθώσασθαι.

Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῇ Σουναμίτιδι τῆς ξενίας ἀπέλαυσε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἀλεύρου βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε, καὶ τῆς τολύπης συμπαραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς εὕροις ἂν τὴν νηστείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολιτείαν χειραγωγήσασαν. Ἔστι τις φύσις σώματος, ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρὶ, ἥτις, ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπηνθρακῶσθαι δοκεῖ, ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα ἐπὶ τῆς Βαβυλωνίας ἐκ τῆς νηστείας ἔχοντα τὸ ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ φλογὶ τῆς καμίνου, οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλάβης.

Ἦπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο· οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ᾽ ἐφύλασσεν ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαρακονταεννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι. Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλμησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι.