Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (ὁμιλία α΄)

Μέγας Βασίλειος

Η πνευματική διάσταση της νηστείας, τα πάθη και η μέθη

Η πάλη μεταξύ σαρκός και πνεύματος, ο ορισμός της αληθινής νηστείας ως αποχής από την κακία και αυστηρή προειδοποίηση για την ασυμβατότητά της με την οινοποσία και τη μέθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Μνήσθητι τῶν ἀπ᾽ αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ἐπιζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐνανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; Οὐχὶ νηστεία; Ἰωάννου δὲ ὁ βίος μία νηστεία ἦν· ὃς οὐ κλίνην εἶχεν, οὐ τράπεζαν, οὐ γῆν ἀροσίμην, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. Διὰ τοῦτο Μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἀνέστη Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἣν ἐν τοῖς ὑπὲρ τῶν θλίψεων καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον οὐρανὸν ἀνήγαγε. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἣν ὑπὲρ ἡμῶν ἀνέλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἷον λαβὴν ἐνδιδούς. Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ τῆς ἐνδείας ὑπέβη πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος. Σὺ δὲ ὑπερπιαίνων μὲν σεαυτὸν καὶ κατασαρκῶν οὐκ ἀνίης; ἐκτήκων δὲ τὸν νοῦν ἐν ἀτροφίᾳ, τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων οὐδένα λόγον ποιῇ;

Ἢ ἀγνοεῖς, ὅτι, ὥσπερ ἐπὶ παρατάξεως ἡ τοῦ ἑτέρου συμμαχία ἧτταν ποιεῖ τοῦ ἑτέρου, οὕτως ὁ τῇ σαρκὶ προσθέμενος τὸ πνεῦμα καταγωνίζεται, καὶ ὁ πρὸς τὸ πνεῦμα μεταταξάμενος καταδουλοῦται τὴν σάρκα; Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται. Ὥστε, εἰ βούλει ἰσχυρὸν ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας.

Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξωθεν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται· καὶ τό· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Οὐ καταφρονήσεις τῶν φθειρομένων βρωμάτων; οὐκ ἐπιθυμίαν λήψῃ τῆς ἐν τῇ βασιλείᾳ τραπέζης, ἣν πάντως ἡ ἐνθάδε νηστεία προευτρεπίσει;

Ἀγνοεῖς τῇ ἀμετρίᾳ τοῦ κόρου παχὺν σεαυτῷ τὸν βασανιστὴν κατασκευάζων σκώληκα; Τίς γὰρ ἐν τροφῇ δαψιλεῖ καὶ τρυφῇ διηνεκεῖ ἐδέξατό τινα κοινωνίαν χαρίσματος πνευματικοῦ; Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη.

Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; Οὐ τῶν κρεωφαγίαν ἐπιζητούντων; Ἐκεῖνοι, ἕως μὲν ἠρκοῦντο τῷ μάννα καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον· Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν· ἐπειδὴ δὲ ἐμνήσθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας.

Οὐ φοβῇ τὸ ὑπόδειγμα; οὐ φρίσσεις τὴν ἀδηφαγίαν, μήπου σε τῶν ἐλπιζομένων ἀγαθῶν ἀποκλείσῃ; Ἀλλ᾽ οὐδ᾽ ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν, ὥς φησιν ὁ προφήτης· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος· οὐ κρέα, οὐδὲ οἶνος, οὐδὲ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται. Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ τῶν δαιμόνων στρατιάν· Τοῦτο γὰρ τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα· ὁ δὲ κόρος ὕβρεων ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους. Ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐγγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Νηστεία δὲ καὶ γαμικῶν ἔργων μέτρα γνωρίζει, καὶ τῶν ἐκ νόμου συγκεχωρημένων τὴν ἀμετρίαν κολάζουσα, σύμφωνον σχολὴν ἐμποιεῖ, ἵνα παραμείνωσι τῇ προσευχῇ.

Μὴ μέντοι ἐν τῇ ἀποχῇ μόνη τῶν βρωμάτων τὸ ἐκ τῆς νηστείας ἀγαθὸν ὁρίζου. Νηστεία γὰρ ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. Λύε πάντα σύνδεσμον ἀδικίας· ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφλήματα. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε.

Κρεῶν οὐκ ἐσθίεις, ἀλλ᾽ ἐσθίεις τὸν ἀδελφόν. Οἴνου ἀπέχῃ, ἀλλ᾽ ὕβρεων οὐ κρατεῖς. Τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια. Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη ἐστὶ τῆς ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτίζουσα τὴν διάνοιαν. Φόβος ἑτέρα μέθη, ὅταν ἐφ᾽ ἃ μὴ δεῖ γένηται· Ἀπὸ φόβου γὰρ, φησὶν, ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Καὶ ὅλως ἕκαστον τῶν παθημάτων, ἐκστατικὸν διανοίας ὑπάρχον, μέθη ἂν δικαίως προσαγορεύοιτο. Ἐννόησόν μοι τὸν ὀργιζόμενον ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυτοῦ κύριος, ἀγνοεῖ ἑαυτὸν, ἀγνοεῖ τοὺς παρόντας· ὥσπερ ἐν νυκτομαχίᾳ πάντων ἅπτεται, πᾶσι προσπταίει· ἀταμίευτα φθέγγεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, ἀπειλεῖ, διόμνυται, βοᾷ, διαῤῥήγνυται.

Φύγε ταύτην τὴν μέθην, μηδὲ τὴν διὰ τοῦ οἴνου προσδέξῃ. Μὴ προλάβῃς πολυποσίᾳ τὴν ὑδροποσίαν. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐδὲ γὰρ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι᾽ ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Μέθη εἰς ἀκολασίαν εἰσάγει, ἐπὶ νηστείαν αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται· ὁ νηστεύων προεγκρατεύεται.

Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον, εἰς τετρημένον πίθον ἀντλεῖς. Ὁ μὲν γὰρ οἶνος διαῤῥέει, τὴν ἰδίαν ὁδὸν ἀποτρέχων· ἡ δὲ ἁμαρτία ἐναπομένει.

Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ παραμένεις τῷ οἴνῳ καθ᾽ ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Μέθη γὰρ ὕπνον μὲν ἐπάγει, ἀδελφὸν θανάτου, ἐγρήγορσιν δὲ ὀνείροις προσεοικυῖαν.

Ἆρα οἶδας τίς ἐστιν ὃν ὑποδέχεσθαι μέλλεις; Ὁ ἐπαγγειλάμενος ἡμῖν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν. Τί οὖν προλαμβάνεις τῇ μέθῃ, καὶ ἀποκλείεις τῷ Δεσπότῃ τὴν εἴσοδον; τί προτρέπῃ τὸν ἐχθρὸν προκατασχεῖν σου τὰ ὀχυρώματα; Μέθη Κύριον οὐχ ὑποδέχεται· μέθη Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ ἀποδιώκει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Νηστεία πόλεως εὐσχημοσύνη, ἀγορᾶς εὐστάθεια, οἴκων εἰρήνη, σωτηρία τῶν ὑπαρχόντων. Βούλει αὐτῆς ἰδεῖν τὴν σεμνότητα;