Μνήσθητι τῶν ἀπ᾽ αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ἐπιζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐνανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; Οὐχὶ νηστεία; Ἰωάννου δὲ ὁ βίος μία νηστεία ἦν· ὃς οὐ κλίνην εἶχεν, οὐ τράπεζαν, οὐ γῆν ἀροσίμην, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. Διὰ τοῦτο Μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἀνέστη Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἣν ἐν τοῖς ὑπὲρ τῶν θλίψεων καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον οὐρανὸν ἀνήγαγε. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἣν ὑπὲρ ἡμῶν ἀνέλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἷον λαβὴν ἐνδιδούς. Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ τῆς ἐνδείας ὑπέβη πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος. Σὺ δὲ ὑπερπιαίνων μὲν σεαυτὸν καὶ κατασαρκῶν οὐκ ἀνίης; ἐκτήκων δὲ τὸν νοῦν ἐν ἀτροφίᾳ, τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων οὐδένα λόγον ποιῇ;