Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ἅγιον βάπτισμα προτρεπτική

Μέγας Βασίλειος

Παλαιοδιαθηκικές προτυπώσεις της πνευματικής αναγέννησης

Αντιπαραβολή του βαπτίσματος με γεγονότα της Παλαιάς Διαθήκης, όπως η σαρκική περιτομή, η διάβαση της Ερυθράς Θαλάσσης και ο βίος του προφήτου Ηλιού, τα οποία προεικονίζουν την πνευματική ελευθερία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Γλυκύτητα μέλιτος πῶς ἀναγγείλω τοῖς ἀγνοοῦσι; Γεύσασθε καὶ ἴδετε. Αἴσθησις λόγου παντὸς ἐναργεστέρα πρὸς πεῖραν. Ὁ Ἰουδαῖος τὴν περιτομὴν οὐχ ὑπερτίθεται διὰ τὴν ἀπειλὴν, ὅτι Πᾶσα ψυχὴ, ἥτις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς· σὺ δὲ τὴν ἀχειροποίητον περιτομὴν ἀναβάλλῃ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς, ἐν τῷ βαπτίσματι τελειουμένην, αὐτοῦ τοῦ Κυρίου ἀκούσας· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ δι᾽ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

Κἀκεῖ μὲν ὀδύνη καὶ ἕλκος· ἐνταῦθα δὲ δρόσος ψυχῆς, καὶ ἕλκους καρδίας ἴαμα. Προσκυνεῖς τὸν ὑπὲρ σοῦ ἀποθανόντα; Οὐκοῦν κατάδεξαι αὐτῷ συνταφῆναι διὰ τοῦ βαπτίσματος. Ἐὰν μὴ σύμφυτος γένῃ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, πῶς κοινωνὸς γενήσῃ τῆς ἀναστάσεως; Ὁ Ἰσραὴλ ἐκεῖνος εἰς τὸν Μωϋσῆν ἐβαπτίσθη ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, σοὶ τοὺς τύπους παραδιδοὺς, καὶ χαρακτηρίζων τὴν ἐπ᾽ ἐσχάτων τῶν καιρῶν δειχθησομένην ἀλήθειαν· σὺ δὲ περιφεύγεις τὸ βάπτισμα, οὐκ ἐν θαλάσσῃ τυπούμενον, ἀλλ᾽ ἐν ἀληθείᾳ τελειούμενον· οὐκ ἐν νεφέλῃ, ἀλλ᾽ ἐν τῷ Πνεύματι· οὐκ εἰς Μωϋσῆν τὸν ὁμόδουλον, ἀλλ᾽ εἰς Χριστὸν τὸν ποιήσαντα. Ὁ Ἰσραὴλ εἰ μὴ παρῆλθε τὴν θάλασσαν, οὐκ ἂν ἐχωρίσθη τοῦ Φαραώ· καὶ σὺ, ἐὰν μὴ παρέλθῃς διὰ τοῦ ὕδατος, οὐ χωρισθήσῃ τῆς πικρᾶς τυραννίδος τοῦ διαβόλου. Οὐκ ἂν ἔπιεν ἐκεῖνος ἐκ τῆς πνευματικῆς πέτρας, εἰ μὴ τυπικῶς ἐβαπτίσθη· οὐδέ σοί τις δώσει τὴν ἀληθινὴν πόσιν, ἐὰν μὴ ἀληθινῶς βαπτισθῇς. Ἔφαγεν ἄρτον ἀγγέλων ἐκεῖνος μετὰ τὸ βάπτισμα· σὺ δὲ πῶς βρώσῃ τὸν ζῶντα ἄρτον, ἂν μὴ πρότερον ὑποδέξῃ τὸ βάπτισμα; Εἰσῆλθεν ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγγελίας διὰ τὸ βάπτισμα· σὺ δὲ πῶς ἐπανέλθῃς εἰς τὸν παράδεισον, μὴ σφραγισθεὶς τῷ βαπτίσματι;

Ἢ οὐκ οἶδας, ὅτι φλογίνη ῥομφαία τέτακται φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς, τοῖς μὲν ἀπίστοις φοβερὰ καὶ φλογίζουσα, τοῖς δὲ πεπιστευκόσιν εὐπρόσιτος καὶ ἵμερον ἐπιλάμπουσα; Καὶ στρέφεσθαι αὐτὴν ἐποίησεν ὁ Δεσπότης· ὅταν μὲν γὰρ ἴδῃ πιστὸν, τὰ νῶτα δίδωσιν· ὅταν δέ τινα τῶν ἀσφραγίστων, κατὰ στόμα προσαπαντᾷ.

Ἠλίας ἅρμα πυρὸς καὶ ἵππους πυρίνους πρὸς αὐτὸν ἐλθόντας οὐ κατεπλάγη, ἀλλ᾽ ἐπιθυμίᾳ τῆς ἄνω πορείας τῶν φοβερῶν κατετόλμησε, καὶ μετὰ περιχαρείας ἐπέβη τῶν φλογίνων ὀχημάτων, ὁ ἐν σαρκὶ ζῶν ἔτι· σὺ δὲ, οὐ πυρίνων ἁρμάτων ἐπιβήσεσθαι μέλλων, ἀλλὰ δι᾽ ὕδατος καὶ Πνεύματος ἀναβαίνειν εἰς τὸν οὐρανὸν, οὐκ ἐπιτρέχεις τῇ κλήσει;

Ἔδειξεν Ἠλίας τοῦ βαπτίσματος τὴν ἰσχὺν ἐπὶ τοῦ βωμοῦ τῶν ὁλοκαυτωμάτων, οὐ διὰ πυρὸς, ἀλλὰ δι᾽ ὕδατος τὴν θυσίαν ὁλοκαυτώσας. Ἄλλως μὲν οὖν ἡ τοῦ πυρὸς φύσις τῷ ὕδατι μάχεται· ἐπειδὴ δὲ μυστικῶς τὸ ὕδωρ τρίτον τότε τοῦ βωμοῦ κατεχύθη, ἀρχὴ ἐγένετο τῷ πυρὶ, καὶ ἐξῆψε τὴν φλόγα ὥσπερ ἔλαιον. Λάβετέ μοι, φησὶν, ὑδρίας, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε, καὶ ἐδευτέρωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν δεικνύντος τοῦ λόγου, ὅτι διὰ τοῦ βαπτίσματος τῷ Θεῷ οἰκειοῦται ὁ προσαγόμενος, καὶ ὅτι φῶς καθαρὸν καὶ οὐράνιον ἐν ταῖς τῶν προσιόντων ψυχαῖς διὰ τῆς εἰς τὴν Τριάδα πίστεως ἀναλάμπει. Εἰ χρυσὸν τῇ ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ᾽ ἀπῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφόρεις πρὸς τὴν ὑπέρθεσιν· ἐπειδὴ δὲ οὐχ ὕλης εὔχροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ καὶ αἰτίας ἀπαριθμῇ, δέον ἐπιτρέχειν τῷ δώρῳ. Ὢ τοῦ θαύματος! ἀνακαινίζῃ, μὴ χωνευόμενος· ἀναπλάττῃ, μὴ συντριβόμενος· θεραπεύῃ, μὴ ὀδυνώμενος, καὶ οὐ λογίζῃ τὴν χάριν. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι;

Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰκισμῶν ἀπαλλαγῆς κατεδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε, οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰχμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα. Ὢ τῶν πονηρῶν ἐμποδίων! ὢ τῆς αἰσχρᾶς καὶ ἀτελέστου ἀσχολίας! Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυπάθειαι;