Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ἅγιον βάπτισμα προτρεπτική

Μέγας Βασίλειος

Το άδηλο του βίου, ο πνευματικός αγώνας και οι μεθοδείες του διαβόλου

Προειδοποίηση για την αβεβαιότητα του χρόνου του θανάτου, ανάλυση της απάτης του εχθρού που προτρέπει σε αναβολή και σύγκριση του κόπου της αρετής με τη φθορά της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ἀπό τινος ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὸ βάπτισμα; ὅτε οὐδὲ φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα, τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ, αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ οὐδὲ συνετῶς ἐπακολουθῆσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθου τῆς χάριτος, ἢ ἀναισθήτως ἔχεις τῶν γινομένων. Ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ.

Μίμησαι τὸν εὐνοῦχον. Εὗρεν ἐκεῖνος τὸν κατηχοῦντα, καὶ οὐχ ὑπερεῖδε τὴν μάθησιν, ἀλλ᾽ ἐπὶ τὸ ἅρμα ἀνεβιβάσατο τὸν πένητα ὁ πλούσιος, τὸν ἰδιώτην καὶ εὐκαταφρόνητον ὁ σοβαρὸς καὶ ὑπέρογκος· καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον τῆς βασιλείας, ἐδέξατο μὲν τῇ καρδίᾳ τὴν πίστιν, οὐκ ἀνεβάλετο δὲ τὴν σφραγῖδα τοῦ Πνεύματος. Ἐπειδὴ γὰρ ἀπήντησαν ὕδατι, Ἰδοὺ, φησὶν, ὕδωρ. Ἐκ περιχαρείας ὁ λόγος· Ἰδοὺ τὸ ζητούμενον, Τί κωλύει με βαπτισθῆναι;

Ὅπου προαίρεσις ἑτοίμη, τὸ κωλύον οὐδέν. Ὁ γὰρ καλῶν φιλάνθρωπος, ὁ διάκονος εὐτρεπὴς, ἡ χάρις ἄφθονος· ἡ προθυμία ἐνυπαρχέτω, καὶ τὸ ἐμποδίζον οὐκ ἔσται. Εἷς ἐστιν ὁ κωλύων, ὁ ἐμφράσσων ἡμῖν τὰς εἰς σωτηρίαν ὁδοὺς, ὃν νικήσωμεν τῇ συνέσει. Ἐκεῖνος τὸν ὄκνον ἡμῖν ἐμποιεῖ· ἡμεῖς διαναστῶμεν πρὸς ἐργασίαν. Ἐκεῖνος διακένοις ἐπαγγελίαις τὰς καρδίας ἡμῶν ἐξαπατᾷ· ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύεσθαι; Διὰ τοῦτο ὁ Κύριος, ἀναλύων αὐτοῦ τὰς πονηρὰς συμβουλίας, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Ἐκεῖνος λέγει· Τὴν σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Θεῷ.

Ὁ Κύριος ἀντιβοᾷ· Σήμερον τῆς ἐμῆς φωνῆς ἀκούσατε. Νόησον τὸν ἐχθρόν· οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι Θεοῦ (οἶδεν, ὅτι βαρὺ τοῦτο ἀκοῦσαι Χριστιανοῖς), ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. Σοφός ἐστι τοῦ κακοποιῆσαι. Συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Εἶτα, ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ τὸ μὲν παρὸν δι᾽ ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς.

Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῇ τῶν νεοττῶν ὑπαρχόντων δι᾽ ἁπαλότητα, ἑαυτὴν προβαλλομένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευόντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προχείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐνεποίει τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ ἑαυτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς περὶ τῶν ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος. Δεῦρο δὴ οὖν μοι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον· ἐπίδος σεαυτοῦ τὴν ὀνομασίαν· καταγράφηθι μετὰ τῆς Ἐκκλησίας. Ὁ στρατιώτης καταλόγοις ἐναριθμεῖται· ὁ ἀθλητὴς ἐναπογραψάμενος ἀγωνίζεται· ὁ δημότης πολιτογραφηθεὶς τοῖς φυλέταις ἐναριθμεῖται. Πᾶσι τούτοις ὑπεύθυνος εἶ, ὡς στρατιώτης Χριστοῦ, ὡς ἀθλητὴς εὐσεβείας, ὡς τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς. Ἀπογράφηθι ἐν ταύτῃ τῇ βίβλῳ, ἵνα μεταγραφῇς εἰς τὴν ἄνω. Μάθε, διδάχθητι εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. Ἀγγαρευόμενος προστίθει· ἀποστερούμενος μὴ δικάζου· μισούμενος ἀγάπα· διωκόμενος ἀνέχου· βλασφημούμενος παρακάλει.

Νεκρώθητι τῇ ἁμαρτίᾳ· συσταυρώθητι τῷ Χριστῷ· ὅλην τὴν ἀγάπην μετάθες ἐπὶ τὸν Κύριον. Ἀλλὰ χαλεπὰ ταῦτα. Τί δὲ τῶν ἀγαθῶν εὔκολον; Τίς καθεύδων τρόπαιον ἔστησε; Τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη;

Οὐδεὶς μὴ δραμὼν ἀνείλετο τὸ βραβεῖον. Πόνοι γεννῶσι δόξαν, κάματοι προξενοῦσι στεφάνους. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, φημὶ κἀγώ· ἀλλὰ ταύτας μὲν τὰς θλίψεις ἡ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μακαριότης ἐκδέχεται· τοὺς δὲ τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν ἀναμένει.

Ἀλλὰ γὰρ ἀκριβῶς σκοποῦντι, οὐδὲ τὰ τοῦ διαβόλου ἔργα τοῖς ἐργάταις τῆς ἀνομίας ἀκμητὶ παραγίνεται. Ποῖοι ἱδρῶτες τῆς σωφροσύνης; Ὁ δὲ πορνεύων καθίδρως ἐστὶ, τῆς ἡδονῆς αὐτὸν ἐκτηκούσης. Τί τοσοῦτον ὑφαιρεῖ τοῦ σώματος ἡ ἐγκράτεια, ὅσον ἡ βδελυρὰ καὶ λυσσώδης ἀκολασία διαφθείρει;

Νύκτες δὲ ἄϋπνοι τῶν διανυκτερευόντων ἐν προσευχαῖς· ἀλλὰ πολλῷ χαλεπώτεραι τῶν ἐπαγρυπνούντων ταῖς ἀδικίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθήσεσθαι, καὶ ὁ ἐπὶ ταῖς ἡδοναῖς οἶστρος πᾶσαν ἀνάπαυσιν παντελῶς ἀπελαύνει. Εἰ δὲ, φεύγων τὸ στενὸν τῆς ἐπὶ σωτηρίαν φερούσης, τὸ εὐρύχωρον διώκεις τῆς ἁμαρτίας, φοβοῦμαι μὴ, μέχρι τέλους τὴν πλατεῖαν ὁδεύσας, ἀκόλουθον εὕρῃς τῇ ὁδῷ τὸ κατάλυμα.

Ἀλλὰ δυσφύλακτος ὁ θησαυρός. Καὶ ἐπαγρύπνησον, ἀδελφέ. Ἔχεις συνεργοὺς, ἐὰν θέλῃς, προσευχὴν νυκτοφυλακοῦσαν, νηστείαν οἰκουροῦσαν, ψαλμῳδίαν ψυχαγωγοῦσαν. Ταύτας συμπαράλαβε. Αὗται συναγραυλείτωσάν σοι ἐπὶ τὰς φυλακὰς τῶν τιμίων. Τί βέλτιον, εἰπέ μοι, πλουτοῦντας ἡμᾶς ὑπὲρ τῆς φυλακῆς τῶν τιμίων ἀγωνιᾷν, ἢ μηδὲ ἔχειν τὴν ἀρχὴν ὃ φυλάξωμεν; Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται. Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ᾽ ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ μὲν ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀτεκνώσεις. Ἀλλ᾽ ὅμως ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι· τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Σὺ δὲ λόγῳ μὲν ἀποσεμνύνεις τὸν ἁγιασμόν· ἔργῳ δὲ τοῖς κατεγνωσμένοις ἐνδιατρίβεις. Ὅρα μή ποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελός σοι τῆς μεταμελείας οὐδέν. Σωφρονισάτω σε τὸ τῶν παρθένων ὑπόδειγμα. Ἐκεῖναι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις μὴ ἔχουσαι, ὅτε συνεισελθεῖν αὐτὰς ἐχρῆν τῷ νυμφίῳ, τότε ἐνδεῶς ἔχουσαι τῶν ἀναγκαίων ᾐσθάνοντο. Διὸ καὶ μωρὰς αὐτὰς ὁ λόγος ἀπεκάλεσεν, ὅτι, τὸν καιρὸν τῆς τοῦ ἐλαίου χρήσεως εἰς τὸ περιιέναι καὶ συμπορίζειν παραναλώσασαι, ἔλαθον ἑαυτὰς ἀποκλείσασαι τῆς φαιδρότητος τοῦ νυμφῶνος.