Ἔδειξεν Ἠλίας τοῦ βαπτίσματος τὴν ἰσχὺν ἐπὶ τοῦ βωμοῦ τῶν ὁλοκαυτωμάτων, οὐ διὰ πυρὸς, ἀλλὰ δι᾽ ὕδατος τὴν θυσίαν ὁλοκαυτώσας. Ἄλλως μὲν οὖν ἡ τοῦ πυρὸς φύσις τῷ ὕδατι μάχεται· ἐπειδὴ δὲ μυστικῶς τὸ ὕδωρ τρίτον τότε τοῦ βωμοῦ κατεχύθη, ἀρχὴ ἐγένετο τῷ πυρὶ, καὶ ἐξῆψε τὴν φλόγα ὥσπερ ἔλαιον. Λάβετέ μοι, φησὶν, ὑδρίας, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε, καὶ ἐδευτέρωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν δεικνύντος τοῦ λόγου, ὅτι διὰ τοῦ βαπτίσματος τῷ Θεῷ οἰκειοῦται ὁ προσαγόμενος, καὶ ὅτι φῶς καθαρὸν καὶ οὐράνιον ἐν ταῖς τῶν προσιόντων ψυχαῖς διὰ τῆς εἰς τὴν Τριάδα πίστεως ἀναλάμπει. Εἰ χρυσὸν τῇ ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ᾽ ἀπῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφόρεις πρὸς τὴν ὑπέρθεσιν· ἐπειδὴ δὲ οὐχ ὕλης εὔχροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ καὶ αἰτίας ἀπαριθμῇ, δέον ἐπιτρέχειν τῷ δώρῳ. Ὢ τοῦ θαύματος! ἀνακαινίζῃ, μὴ χωνευόμενος· ἀναπλάττῃ, μὴ συντριβόμενος· θεραπεύῃ, μὴ ὀδυνώμενος, καὶ οὐ λογίζῃ τὴν χάριν. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι;