Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος

Μέγας Βασίλειος

Θεολογική ανάλυση των φράσεων «προς τον Θεόν» και «Θεός ην ο Λόγος»

Ερμηνεία της αχώριστης συνύπαρξης και διάκρισης των υποστάσεων. Αναίρεση των κακοδοξιών περί συγχύσεως των προσώπων και ανομοιότητας κατ' ουσίαν μεταξύ Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Πάλιν τὸ, Ἦν, διὰ τοὺς βλασφημοῦντας, ὅτι οὐκ ἦν. Ποῦ ἦν ὁ Λόγος; Οὐκ ἐν τόπῳ· οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερίγραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ Πατὴρ ἐν τόπῳ, οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος· ἀλλ’ ἄπειρος μὲν ὁ Πατὴρ, ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν νοήσῃς, καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου, τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμπαρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν.

Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Θαύμασον τὴν ἀκρίβειαν ἑκάστης φωνῆς· οὐκ εἶπεν, Ἐν τῷ Θεῷ ἦν ὁ Λόγος· ἀλλὰ, Πρὸς τὸν Θεόν· ἵνα τὸ ἰδιάζον τῆς ὑποστάσεως παραστήσῃ. Οὐκ εἶπεν, Ἐν τῷ Θεῷ, ἵνα μὴ πρόφασιν δῷ τῇ συγχύσει τῆς ὑποστάσεως.

Πονηρὰ γὰρ κἀκείνη ἡ βλασφημία τῶν φύρειν τὰ πάντα ἐπιχειρούντων, καὶ ἓν τὸ ὑποκείμενον λεγόντων, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, προσηγορίας δὲ διαφερούσας τῷ ἑνὶ πράγματι ἐπιφημίζεσθαι. Πονηρὰ ἡ ἀσέβεια, καὶ φευκτὴ οὐχ ἧττον τῶν ἀνόμοιον εἶναι κατ’ οὐσίαν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ Θεῷ καὶ Πατρὶ βλασφημούντων. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶτα συγχρησάμενος τῇ τοῦ Λόγου φωνῇ πρὸς τὴν παράστασιν τῆς κατὰ τὴν γέννησιν ἀπαθείας, ταχὺ καὶ τὸ ἐκ τοῦ Λόγου βλάβος ἐγγινόμενον ἡμῖν παρεμυθήσατο. Καὶ οἷον ἀφαρπάζων αὐτὸν τῆς συκοφαντίας τῶν βλασφημούντων, Τί, φησὶν, ἐστὶν ὁ Λόγος; Θεὸς ἦν ὁ Λόγος. Μή μοι τεχνολόγει διαφοράς τινας λόγων, μηδὲ ἐκ τῆς σῆς κακοτεχνίας προστρίψῃς τινὰ βλασφημίαν τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. Ἔχεις τὴν ἀπόφασιν· ὑποτάγηθι τῷ Κυρίῳ. Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἀνακεφαλαιοῦται ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἑαυτοῦ τὴν θεολογίαν, ἣν περὶ τοῦ Μονογενοῦς ἡμῖν ὁ εὐαγγελιστὴς παρέδωκεν.