Καὶ ἄλλος, ὁ τεχνικὸς λόγος. Ὅρα μήποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς. Πῶς γὰρ ἦν ἐν ἀρχῇ ὁ ἀνθρώπινος λόγος, τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; Πρὸ ἀνθρώπου θηρία· πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ πάντα· ὅσα χερσαῖα, καὶ ὅσα ἔνυδρα, πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες, ἥλιος, σελήνη, βοτάναι, σπέρματα, γῆ, θάλαττα, οὐρανός. Οὐ τοίνυν ἐν ἀρχῇ ἦν ὁ ἀνθρώπινος λόγος, ἀλλ’ οὐδὲ ὁ τῶν ἀγγέλων. Πᾶσα γὰρ ἡ κτίσις κατωτέρα τῶν αἰώνων ἐστὶ, τὴν ἀρχὴν τοῦ εἶναι λαβοῦσα παρὰ τοῦ κτίσαντος. Ὁ δὲ ἐν καρδίᾳ λόγος, καὶ αὐτὸς ἑκάστου τῶν νοηθέντων ἐστὶ νεώτερος. Ἀλλ’ ἄκουε τοῦ λόγου θεοπρεπῶς. Περὶ γὰρ τοῦ Μονογενοῦς διαλεγόμενός σοι, Λόγον εἶπεν αὐτόν. Ὥσπερ οὖν καὶ φῶς μετ’ ὀλίγον ἐρεῖ, καὶ ζωὴν, καὶ ἀνάστασιν, καὶ οὔτε φῶς ἀκούσας, ἐπὶ τὸ αἰσθητὸν τοῦτο καὶ ὀφθαλμοῖς ὁρατὸν καταφέρῃ, οὔτε ζωὴν ἀκούσας, τὴν κοινὴν ταύτην νοεῖς, ἣν καὶ τὰ ἄλογα ζῇ· οὕτω καὶ Λόγον ἀκούων, φύλαξαι μήποτε τῇ σῇ ἀσθενείᾳ τῆς διανοίας πρὸς χαμαιζήλους καὶ ταπεινὰς διανοίας ὑπενεχθῇς. Ἀλλ’ ἐρεύνα τὴν διάνοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ, ὅτι ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη. Διὰ τί Λόγος;