Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος

Μέγας Βασίλειος

Ερμηνεία της φράσης «Εν αρχή ην» και η άχρονη ύπαρξη του Υιού

Ανάλυση της άκτιστης θείας αρχής σε αντιπαραβολή με τα κτιστά δημιουργήματα. Προβολή της άχρονης ύπαρξης του Υιού και αναίρεση των κακοδοξιών περί υπαγωγής του δημιουργού στον χρόνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Ποία ῥημάτων δύναμις εὑρεθῇ ὁμοτίμως δυναμένη παραστῆσαι τὸ νοηθέν; Μέλλων παραδιδόναι ἡμῖν τὰ περὶ τῆς θεολογίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐδεμίαν ἀρχὴν ἄλλην τῷ λόγῳ ἢ τὴν ἀρχὴν τῶν ὅλων ἔδωκεν. ᾜδει τοὺς ἐπιφυομένους τῇ δόξῃ τοῦ Μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον· προῄδει τοὺς μέλλοντας ἡμῖν προφέρειν τὰ σοφίσματα, τὰ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων αὐτοῖς μεμηχανημένα. Ὅτι, Εἰ ἐγεννήθη, οὐκ ἦν· καὶ, Πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν· καὶ, Ἐξ οὐκ ὄντων τὴν ὑπόστασιν ἔλαβε. Τοιαῦτα δὲ φθέγγονται γλῶσσαι ἠκονημέναι διὰ πιθανολογίας ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἵνα τοίνυν μηδενὶ λέγειν ἐξῇ τὰ τοιαῦτα, προλαβὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος.

Ἐὰν κρατῇς ταύτην τὴν φωνὴν, οὐδὲν οὐ μὴ πάθῃς δεινὸν παρὰ τῶν κακοτέχνων. Ἐὰν γὰρ λέγῃ ἐκεῖνος, Εἰ ἐγεννήθη, οὐκ ἦν· σὺ εἰπὲ, Ἐν ἀρχῇ ἦν. Ἀλλὰ, φησὶ, πρὶν ἢ γεννηθῆναι πῶς ἦν; Σὺ μὴ ἀφῇς τὸ, Ἦν· μὴ καταλίπῃς τὸ, Ἐν ἀρχῇ. Ἀρχῆς ἡ κορυφὴ οὐ καταλαμβάνεται· ἀρχῆς τὸ ἐξώτερον οὐχ εὑρίσκεται. Μὴ παραλογίσηταί σέ τις τῷ πολυσήμῳ τῆς λέξεως. Πολλαὶ γὰρ ἀρχαὶ πολλῶν πραγμάτων κατὰ τὸν βίον τοῦτον· ἀλλὰ μία ἀρχὴ ἐπὶ πάντων, ἡ ἐπέκεινα. Ἀρχὴ γὰρ ὁδοῦ ἀγαθῆς, εἶπεν ἡ Παροιμία. Ἀλλ’ ὁδοῦ μὲν ἀρχὴ ἡ πρώτη κίνησις, ὅθεν ἀρχόμεθα τῆς πορείας, ἧς τὸ κατόπιν δυνατόν ἐστιν εὑρεῖν. Καὶ, Ἀρχὴ σοφίας φόβος Κυρίου.

Ἔστι καὶ ταύτης τῆς ἀρχῆς ἕτερόν τι προκείμενον· τῆς γὰρ τῶν τεχνῶν ἀναλήψεως ἀρχή ἐστιν ἡ στοιχείωσις. Στοιχεῖον οὖν ἐστι τῆς σοφίας ὁ φόβος τοῦ Κυρίου· ἀλλὰ ταύτης τῆς ἀρχῆς ἐστί τι πρεσβύτερον, ἡ κατάστασις τῆς ψυχῆς, τοῦ μήπω σοφισθέντος καὶ τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότος. Ἀρχαὶ λέγονται καὶ αἱ πολιτικαὶ δυναστεῖαι, αἱ τῶν ἀξιωμάτων ὑπεροχαί. Ἀλλ’ αὗται αἱ ἀρχαὶ, τινῶν εἰσιν ἀρχαὶ, καὶ πρός τι ἑκάστη. Ἀρχὴ γὰρ τῆς γραμμῆς τὸ σημεῖον· καὶ ἀρχὴ τῆς ἐπιφανείας ἡ γραμμή· καὶ ἀρχὴ τοῦ σώματος ἡ ἐπιφάνεια· καὶ τοῦ κατὰ σύνθεσιν λόγου ἀρχαὶ τὰ στοιχεῖα.

Οὐ μὴν κἀκείνη τοιαύτη ἡ ἀρχή. Οὐδενὶ γὰρ προσδέδεται· οὐδενὶ δουλεύει· μετ’ οὐδενὸς θεωρεῖται· ἀλλ’ ἐλευθέρα ἐστίν· ἀδέσποτος, λελυμένη τῆς πρὸς ἕτερον σχέσεως· ἀνυπέρβατος διανοίᾳ, ἣν οὐκ ἔστιν ὑπερβῆναι τοῖς λογισμοῖς, ἧς οὐκ ἔστιν ἐξευρεῖν τὰ ἐπέκεινα. Ἐὰν γὰρ φιλονεικήσῃς τῇ φαντασίᾳ τοῦ νοῦ παραδραμεῖν τὴν ἀρχὴν, εὑρήσεις αὐτὴν προτρέχουσάν σου, καὶ προαπαντῶσαν τοῖς λογισμοῖς.

Ἄφες σεαυτοῦ τὸν νοῦν δραμεῖν ὅσον βούλεται, καὶ διαταθῆναι ἐπὶ τὰ ἄνω· εἶτα εὑρήσεις αὐτὸν μυρία πλανηθέντα, καὶ πολλὰ κενεμβατήσαντα, καὶ πάλιν ἐπανιόντα πρὸς ἑαυτὸν, διὰ τὸ μὴ δύνασθαι κατωτέραν ἑαυτοῦ τὴν ἀρχὴν ποιῆσαι. Διότι ἀεὶ τοῦ νοουμένου ἐξωτέρα καὶ πλείων εὑρίσκεται ἡ ἀρχή. Ἐν ἀρχῇ τοίνυν ἦν ὁ Λόγος. Ὢ τοῦ θαύματος Πῶς πᾶσαι ἀλλήλαις ὁμοτίμως αἱ φωναὶ συνεζεύχθησαν Τὸ, Ἦν, ἴσον δύναται τοῦ, Ἐν ἀρχῇ.

Ποῦ ὁ βλάσφημος; ποῦ ἡ χριστομάχος γλῶττα; ἡ λέγουσα, Ἦν ποτε, ὅτε οὐκ ἦν; Ἄκουε τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ ἦν. Εἰ δὲ ἐν ἀρχῇ ἦν, πότε οὐκ ἦν; Τὴν ἀσέβειαν αὐτῶν στενάξω, ἢ τὴν ἀμαθίαν βδελύξομαι; Ἀλλὰ πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν.

Οἶδας γὰρ πότε ἐγεννήθη, ἵνα τὸ πρὶν δυνηθῇς ἐπενεγκεῖν τῷ χρόνῳ; Τὸ γὰρ, Πρὸ τοῦ, χρονική ἐστι φωνὴ, ἕτερον ἑτέρου προτιθεῖσα εἰς παλαιότητα. Τὸν δὲ τοῦ χρόνου ποιητὴν πῶς εὔλογον ταῖς χρονικαῖς προσηγορίαις ὑποκειμένην ἔχειν τὴν γέννησιν;

Ἐν ἀρχῇ τοίνυν ἦν. Ἐὰν μὴ ἀποστῇς τοῦ Ἦν, οὐδεμίαν παρείσδυσιν δώσεις τῇ πονηρᾷ βλασφημίᾳ. Ὥσπερ γὰρ οἱ θαλαττεύοντες, ὅταν ἐπὶ δύο σαλεύωσιν ἀγκυρῶν, καταφρονοῦσι τοῦ κλύδωνος· οὕτω καὶ σὺ τῆς πονηρᾶς ταύτης ταραχῆς, τῆς ἐκ τῶν πνευμάτων τῆς πονηρίας ἐγγινομένης τῷ βίῳ, καὶ διασαλευούσης τῶν πολλῶν τὴν πίστιν, καταγελάσῃ, ἐὰν τῇ ἀσφαλείᾳ τῶν ῥημάτων τούτων τὴν ψυχὴν ἔχῃς ἐνορμισθεῖσαν.