Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος

Μέγας Βασίλειος

Εισαγωγή στη θεολογία του Κατά Ιωάννην Ευαγγελίου

Εγκώμιο της θεολογίας του ευαγγελιστή Ιωάννη και επισήμανση της αδυναμίας της ανθρώπινης διάνοιας να κατανοήσει πλήρως το βάθος των δογμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ Ιϛ. Εἰς τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πᾶσα μὲν ἡ τῶν Εὐαγγελίων φωνὴ μεγαλοφυεστέρα τῶν λοιπῶν τοῦ Πνεύματος διδαγμάτων, καθ’ ὅτι ἐν ἐκείνοις μὲν διὰ τῶν δούλων ἡμῖν ἐλάλησε τῶν προφητῶν, ἐν δὲ τοῖς Εὐαγγελίοις αὐτοπροσώπως διελέχθη ἡμῖν ὁ Δεσπότης. Αὐτοῦ γε μὴν τοῦ εὐαγγελικοῦ κηρύγματος ὁ μεγαλοφωνότατος, καὶ πάσης μὲν ἀκοῆς μείζονα, πάσης δὲ διανοίας ὑψηλότερα φθεγξάμενος, Ἰωάννης ἐστὶν, ὁ υἱὸς τῆς βροντῆς· οὗ τὸ προοίμιον τῆς εὐαγγελικῆς συγγραφῆς ἄρτι ἀναγνωσθὲν ἠκούσαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.

Ταῦτα οἶδα πολλοὺς καὶ τῶν ἔξω τοῦ λόγου τῆς ἀληθείας μέγα φρονούντων ἐπὶ σοφίᾳ κοσμικῇ καὶ θαυμάσαντας, καὶ τοῖς ἑαυτῶν συντάγμασιν ἐγκαταμίξαι τολμήσαντας. Κλέπτης γὰρ ὁ διάβολος, καὶ τὰ ἡμέτερα ἐκφερομυθῶν πρὸς τοὺς ἑαυτοῦ ὑποφήτας.

Εἰ οὖν ἡ σαρκίνη σοφία τοσοῦτον ἐθαύμασε τῶν ῥημάτων τὴν δύναμιν, τί ποιήσωμεν ἡμεῖς οἱ μαθηταὶ τοῦ Πνεύματος, ἐὰν παρέργως ἀκούσωμεν καὶ μικράν τινα τὴν ἐνυπάρχουσαν αὐτοῖς δύναμιν εἶναι λογισώμεθα; Καὶ τίς οὕτως ἀναισθησίαν νοσῶν, ὥστε τοιοῦτον κάλλος ἐννοίας καὶ βάθος δογμάτων οὕτως ἀνέφικτον μὴ οὐχὶ καταπλαγῆναι, καὶ ἐπιθυμῆσαι αὐτῶν τῆς ἀληθοῦς καταλήψεως; Ἀλλὰ γὰρ οὐχὶ τὸ θαυμάσαι τὰ καλὰ δύσκολον, ἀλλὰ τὸ ἐν ἀκριβεῖ κατανοήσει γενέσθαι τῶν θαυμασθέντων, τοῦτο χαλεπὸν καὶ δυσέφικτον. Ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν οὐδεὶς μέν ἐστιν ὃς οὐχ ὑπερεπαινεῖ, τὸ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος, καὶ τῶν ἀκτίνων τὴν συμμετρίαν, καὶ τὸ ἀποστίλβον αὐτοῦ φῶς κατασπαζόμενος· ἐὰν μέντοι βιαιότερον φιλονεικήσῃ τῷ κύκλῳ ἀντεξάγειν ἑαυτοῦ τὰς τῶν ὀμμάτων βολὰς, οὐ μόνον οὐ κατόψεται τὰ περισπούδαστα, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τῆς ὄψεως προσδιαφθείρας οἰχήσεται. Τοιοῦτόν τί μοι δοκῶ τὴν διάνοιαν πάσχειν, τὴν φιλονεικοῦσαν ἀκριβῆ ποιεῖσθαι τῶν προκειμένων ῥημάτων τὴν ἐξέτασιν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τίς ἐννοήσει ἀξίως τὰ περὶ τῆς ἀρχῆς;