Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ «Μὴ δῷς ὕπνον τοῖς ὀφθαλμοῖς σου»

Μέγας Βασίλειος

Το παράδειγμα της μέλισσας: Κοινοκτημοσύνη και ανεξικακία

Μετάβαση στο παράδειγμα της μέλισσας προς αποφυγή της πλεονεξίας. Εξαίρεται η θαυμαστή κατασκευή της κηρήθρας, η φιλοπονία και η απουσία φθοροποιού εκδίκησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Πολλάκις γοῦν ἐκ τῶν ἑαυτῶν καταδύσεων προκομίσαντες τὸν σῖτον διαψύχουσιν, ἐπειδὰν διάβροχος γένηται. Τότε τοίνυν, ὅταν ἴδῃς τὰ σιτηρέσια ἐπὶ τὴν μυρμηκιὰν, γίνωσκε, ὅτι ἀνέχει ὁ ὄμβρος. Πόθεν τοῦτο ἢ τοῦ Κυρίου; ἵνα μείνῃ τὸ ζῶον, καὶ μὴ λιμῷ διαφθαρῇ. Μὴ τοίνυν μήτε τὰ περὶ σὲ ἀλόγῳ τινὶ καὶ αὐθαιρέτῳ συντυχίᾳ νομίσῃς οἰκονομεῖσθαι. «Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν.» Τί κοινότερον τῶν ὑποδειγμάτων τούτων; Τίς ἀγνοεῖ μύρμηκα; Τίς οὐκ οἶδε μέλισσαν;

Τὰ πατούμενα ζῶα, τὰ σύντροφα ἡμῖν, ταῦτα ἡμῖν ὑποδείκνυσιν. Ἵνα δὲ αὐτῶν λάβωμεν ὁδηγίαν εἰς τὸ ἐπιμελεῖσθαι ἑαυτῶν, ἐπειδὴ οὐκ αὔταρκες ἦν τὸ ὑπόδειγμα τοῦ μύρμηκος, τὴν μέλισσαν προσπαρέθηκεν. Ἠδύνατο γάρ μοι εἰπεῖν ὁ φειδωλὸς, ὁ περιεκτικὸς τῶν ἰδίων κτημάτων, ὅτι μιμοῦμαι τὸν μύρμηκα· ἀμετάδοτον γὰρ τὸ ζῶον, καὶ ἑαυτῷ μὲν συνάγει, ἑτέρῳ δὲ οὐ θησαυρίζει. Εἶπεν ἂν, Τῇ διδασκαλίᾳ πείθομαι. Ὁ μύρμηξ πονεῖ εἰς οἰκείαν ἀπόλαυσιν· οὐκοῦν κἀγὼ ἀποτίθεμαι· μηδέν μοι πλέον παραινεθῇ.

Ἀλλ᾽ ἐνταῦθα πρὸς τὸ φιλόπονόν σε καὶ ἐργαστικὸν εἶναι ὁ μύρμηξ παρηνέχθη· πρὸς δὲ τὸ μεταδοτικὸν ἡ μέλισσα. «Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ὡς ἐργάτις ἐστίν.» Χρήσιμον τὸ ὑπόδειγμα τῆς μελίσσης δοῦναι τὸν καρπὸν, καὶ ἀμύνασθαι. Καὶ γὰρ ἡ μέλισσα, ἀμυνομένη, ἐπαποθνήσκει τῇ πληγῇ, καὶ Χριστιανοῦ θάνατος ἡ ἀνταπόδοσις τοῦ κακοῦ. Ἐκεῖνον μὲν μικρὸν ὠνείδισας, σεαυτὸν δὲ ἀπέκτεινας τῇ παρακοῇ τῆς ἐντολῆς· «Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.» Εἶδες πῶς ἡ μέλισσα τῷ κέντρῳ τὴν ζωὴν ἐναφίησιν; Οὕτω καὶ Χριστιανὸς, τὸν ἐχθρὸν ἀμυνόμενος, διὰ τῆς πληγῆς τῆς εἰς τὸν ἐχθρὸν τὴν ἑαυτοῦ ζωὴν ἀποβάλλει. Μήτε οὖν ἀμυντικὸς ἔσο τῶν ἐχθρῶν, μήτε φειδωλὸς τῶν οἰκείων· ἀλλὰ μάθε ἀπὸ τῆς μελίσσης· ᾗ τῇ μὲν θάνατον προξενεῖ τὸ ἀμύνασθαι· τὴν δὲ ἐνέργειαν αὑτῆς προτίθεται εἰς ἀπόλαυσιν βασιλεῦσι καὶ ἰδιώταις, τρυφῶσί τε καὶ ἀῤῥώστοις· τῇ μὲν ἐπιτηδεύσει καὶ παντὶ τῷ βίῳ χρησιμεύει μέχρι τῆς ὀσμῆς. Ἡ δὲ μέλισσα τῇ ποικιλίᾳ τῆς τέχνης καὶ μέλι ἐκλέγεσθαι οἶδεν ἀπὸ τοῦ αὐτοῦ ἄνθους· καὶ τὸ μὲν εἰς μέλι ἀποτίθεται, τὸ δὲ εἰς κηρίον, καὶ τὸν κηρὸν περιπήγνυσι τῷ μέλιτι. Τίς ἐδίδαξε τὴν μέλισσαν ἐκείνην ποιεῖν τὰς σύριγγας, ὑφαίνειν δὲ τὸν λεπτὸν ὑμένα; Τίς αὐτῶν, παλαιῷ διδασκάλῳ φοιτήσασα, τὰ ἑξάπλευρα καὶ τετράπλευρα ποιεῖν ἐδιδάχθη;

Πῶς γωνίαν ἔστησε διὰ τοῦ κηροῦ, καὶ τοίχους διύφανεν, ἵνα αἱ μὲν γωνίαι τὸ στερεὸν παρασκευάσωσιν, οἱ δὲ τοῖχοι τὸ μέλι φυλάξωσι; Διὰ τί οὐχ ἕνα σύριγγα ἐποίησεν, ἀλλ᾽ ἔνθεν κἀκεῖθεν διέπηξε τοῦ μέλιτος τὰς ἀποθήκας;

Πῶς ἑκάστῳ πυθμένι ἴδιον ἐνίησι μέλι; Εἰ ἓν ἐποίει τὸ πανδοχεῖον, διεῤῥάγη ἂν τῷ βάρει τὸ ὑποκείμενον· ἀλλ᾽ ὑποτίθησι τοὺς πυθμένας, καὶ τοίχους ὑποβάλλει, καὶ γωνίας ἀσφαλίζεται. Τίς οἰκοδόμος; Οὐκ ἐκεῖνος ἐπαιδεύθη τὰ οἰκοδομικά. Εἶδες ἐν μελίσσῃ ὅση σοφία, ἐν μύρμηκι ὅσον τὸ φιλόπονον; Οὐκ αἰσχυνόμεθα, ἐὰν ἀπέλθωμεν μύρμηκος σοφίας, καὶ φιλοπονίας μελίσσης ἀπολιπόμενοι; Τὰ μικρὰ ταῦτα ζῶα διεγειρέτω ἡμῶν τὸν νοῦν πρὸς τῶν ἀγαθῶν ἔργων ἐπιμέλειαν. Συναγελαστικὸν τὸ ζῶον· οὔτε μύρμηξ ἰδιαστικὸν, οὔτε μέλισσα μοναστική· κατὰ ἀγέλας ζῶσι, κατὰ ἀγέλας ἵπτανται. Οὐκ εἶδες μέλισσάν ποτε καθ᾽ ἑαυτὴν πετομένην, ἀλλ᾽ ἀλλήλαις κοινωνοῦσι τῆς πτήσεως. Οὐ βασκαίνουσιν ἀλλήλαις τῶν ἀνθῶν· κοινῇ ἀπαίρουσιν ἐπὶ λειμῶνας, κοινῇ πάλιν ἐπὶ ἰδίας σηκοὺς ἐπανέρχονται. Ἑκάστη τὴν ἰδίαν καλιὰν γνωρίζει· ἀπὸ τοῦ ἰδίου ἐξερχομένη ἔργου, κοινωνεῖ τῆς ἐργασίας τοῖς συννόμοις. Τοῦτο δὲ ἐν ἡμῖν οὐκ ἔστιν.