Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Γόρδιον τὸν μάρτυρα

Μέγας Βασίλειος

Προοίμιο: Ο σκοπός των χριστιανικών εγκωμίων

Ο συγγραφέας εξηγεί ότι η τιμή προς τους μάρτυρες αποσκοπεί στην πνευματική ωφέλεια και τη μίμηση των αρετών τους, απορρίπτοντας τις κοσμικές ρητορικές επιδείξεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΙΗʹ. Εἰς Γόρδιον τὸν μάρτυρα. Νόμος ἐστὶ φύσεως ταῖς μελίσσαις μὴ ἀπαίρειν τῶν σίμβλων πρὶν ἂν ὁ βασιλεὺς αὐτῶν τῆς πτήσεως ἀφηγήσηται. Ἐπεὶ οὖν καὶ τὸν λαὸν Κυρίου εἶδον νῦν πρῶτον ἐπὶ τὰ οὐράνια ἄνθη, τοὺς μάρτυρας, ἐξιόντα, ζητῶ τὸν ἡγεμόνα. Τίς ὁ κινήσας τὸν πολὺν τοῦτον ἐσμόν; τίς ὁ τὴν χειμερινὴν κατήφειαν εἰς ἐαρινὴν φαιδρότητα μεταστήσας; Νῦν γὰρ δὴ πρῶτον ὁ λαὸς, οἱονεὶ σίμβλων τινῶν, τῆς πόλεως προχυθέντες, τὸν προπόλεον κόσμον, τὸ σεμνὸν τοῦτο καὶ πάγκαλον τῶν μαρτύρων στάδιον, πανδημεὶ κατειλήφασιν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἀναστῆσαν ἤγαγε τὸ θαῦμα τοῦ μάρτυρος, ἐκλαθομένους τῆς ἀσθενείας, δεῦρο δὴ καὶ αὐτοὶ τῇ κατὰ δύναμιν φωνῇ, οἷόν τινι ἄνθει τῶν τοῦ ἀνδρὸς ἔργων περιβομβήσωμεν, ὅσιά τε ποιοῦντες καὶ τοῖς παροῦσιν ἅμα κεχαρισμένα· Ἐγκωμιαζομένου γὰρ δικαίου, εὐφρανθήσονται λαοὶ, ὁ σοφὸς ἡμῖν ἀρτίως ἔλεγε Σολομών. Καίτοιγε ἠπόρουν κατ᾽ ἐμαυτὸν, τί ποτε ἄρα βούλεται τῷ παροιμιαστῇ τὸ αἴνιγμα.

Ἆρα, ὅτι, ῥήτορός τινος ἢ λογογράφου δεινοῦ συνθέντος λόγον πρὸς τὴν τῶν ἀκουόντων ἔκπληξιν, ἤχῳ τινὶ κεκομψευμένῳ κατακτυποῦντι τὰς ἀκοὰς, εὐφραίνονται οἱ λαοὶ, τήν τε εὕρεσιν τῶν νοημάτων, καὶ τὴν διάθεσιν, καὶ τὸ τῆς λέξεως πομπικὸν καὶ πρὸς ἁρμονίαν κεκροτημένον ἀποδεχόμενοι; Ἢ τοῦτο μὲν οὐκ ἂν εἶπέ ποτε ὁ μηδαμοῦ τῷ τοιούτῳ εἴδει τῶν λόγων χρησάμενος· οὐδ᾽ ἂν προέτρεψεν ἡμᾶς πανηγυρικῶς ἐμπομπεύειν τοῖς ἐγκωμίοις τῶν μακαρίων ὁ τὸ πεζὸν τῆς λέξεως καὶ τὸ τῆς φωνῆς ἀκατάσκευον πανταχοῦ προτιμήσας. Τί οὖν ἐστιν, ὅ φησιν; Ὅτι εὐφραίνονται λαοὶ εὐφροσύνην πνευματικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατωρθωμένων, εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, ἀφ᾽ ὧν ἀκούουσιν, ἐναγόμενοι. Ἡ γὰρ τῶν εὐπολιτεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σωζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ. Διότι ὁμοῦ τε ἠκούσαμεν διηγουμένου τοῦ Πνεύματος τὸν Μωϋσέως βίον, καὶ εὐθὺς ἡμᾶς ζῆλος εἰσῆλθε τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τὸ πρᾶον τοῦ τρόπου ζηλωτὸν ἑκάστῳ καὶ μακαριστὸν κατεφάνη. Τοῖς μὲν γὰρ ἄλλοις ἀνθρώποις ἐκ τῆς τῶν λόγων αὐξήσεως συνίσταται τὰ ἐγκώμια· τοῖς δικαίοις δὲ ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡ ἀλήθεια πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆς ἀρετῆς.

Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν διαπρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν Δεσπότην διὰ τῶν δούλων· ἐγκωμιάζομεν δὲ τοὺς δικαίους διὰ τῆς μαρτυρίας ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν. Προτροπὴ γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμψὼν διηγήματα.

Οὐκ οἶδεν οὖν ἐγκωμίων νόμον τὸ θεῖον διδασκαλεῖον, ἀλλὰ τὴν μαρτυρίαν τῶν πεπραγμένων ἀντ᾽ ἐγκωμίων λογίζεται, ὡς καὶ τοῖς ἁγίοις ἐξαρκοῦσαν πρὸς ἔπαινον, καὶ τοῖς ὡρμημένοις πρὸς ἀρετὴν αὐτάρκη οὖσαν εἰς ὠφέλειαν. Ἐγκωμίων μὲν γὰρ νόμος πατρίδα διερευνᾶσθαι, καὶ γένος ἀναζητεῖν, καὶ ἀγωγὴν διηγεῖσθαι· ὁ δὲ ἡμέτερος νόμος, τοὺς τῶν γειτόνων λόγους κατασιγάσας, ἀπὸ τῶν ἰδίων ἑκάστου τὴν μαρτυρίαν πληροῖ. Τί γὰρ ἐγὼ παρὰ τοῦτο σεμνότερος, εἰ ἡ πόλις ποτὲ χαλεποὺς καὶ μεγάλους ἀγῶνας διενεγκοῦσα, λαμπρὰ κατὰ τῶν πολεμίων ἀνέστησε τρόπαια; τί δὲ, εἰ θέσεως εὐκαίρως ἔχει, ὡς πρὸς χειμῶνά τε εἶναι καὶ θέρος ἐπιτηδείαν; Εἰ δὲ καὶ ἡ αὐτὴ ἀνδρῶν τέ ἐστιν εὔφορος, καὶ βοσκήματα τρέφειν αὐτάρκης, τί μοι ἐκ τούτων ὄφελος; Ἀλλὰ καὶ ταῖς τῶν ἵππων ἀγέλαις τῆς ὑφ᾽ ἡλίῳ κρατεῖ. Τί οὖν ἡμᾶς δύναται ταῦτα τὴν ἀνθρωπείαν ἀρετὴν βελτίους ποιῆσαι; Ἦ που καὶ τὰς τοῦ γείτονος ὄρους κορυφὰς διηγούμενοι, ὡς ὑπερνεφεῖς τέ εἰσι καὶ ἐπὶ πολὺ τοῦ ἀέρος διανεστήκασιν, ἑαυτοὺς ἀπατήσομεν ὡς τοῖς ἀνδράσι διὰ τούτων ἐκπληροῦντες τὸν ἔπαινον; Πάντων ἐστὶ καταγελαστότατον, ὅλου τοῦ κόσμου παρὰ τῶν δικαίων ὑπεροφθέντος, ἡμᾶς ἐξ ὀλίγων τῶν ἀτιμασθέντων πληροῦν αὐτοῖς τὰ ἐγκώμια. Ἀρκεῖ τοίνυν ἡ μνήμη πρὸς ὠφέλειαν διηνεκῆ.

Οὐ γὰρ δὴ ἐκείνοις χρεία προσθήκης εἰς εὐδοκίμησιν, ἀλλ᾽ ἡμῖν τοῖς ἐν τῷ βίῳ ἀναγκαία ἡ μνήμη διὰ τὴν μίμησιν. Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν, καὶ τῷ μύρῳ τὸ εὐωδεῖν· οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτο μικρὸν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε.