Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Γόρδιον τὸν μάρτυρα

Μέγας Βασίλειος

Ο βίος, ο διωγμός και η ασκητική προετοιμασία

Αναφορά στην καταγωγή και τη στρατιωτική ιδιότητα του Γορδίου, την απόφασή του να καταφύγει στην έρημο λόγω του διωγμού και την πνευματική του προετοιμασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Ἀμυδρὰ γάρ τις φήμη πρὸς ἡμᾶς διεδόθη, τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασώζουσα. Καί πως δοκεῖ τὸ καθ᾽ ἡμᾶς τῷ τῶν ζωγράφων προσεοικέναι. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκόνων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον, ὡς εἰκὸς, τῶν ἀρχετύπων ἀπολιμπάνονται· καὶ ἡμᾶς, αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας, κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι. Ἀλλ᾽ ἐπειδὴ ἐνέστηκεν ἡ ἡμέρα ὑπόμνησιν φέρουσα μάρτυρος, ἐπιφανῶς τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλήσαντος, εἴπωμεν ὅσα οἴδαμεν. Οὗτος ἔφυ μὲν ἀπὸ τῆς πόλεως ταύτης, ὅθεν καὶ μᾶλλον αὐτὸν ἀγαπῶμεν, διότι οἰκεῖος ἡμῖν ὁ κόσμος ἐστίν. Ὥσπερ γὰρ τὰ εὔκαρπα τῶν φυτῶν, οὓς ἂν ἐκθρέψῃ καρποὺς, τῇ οἰκείᾳ γῇ παρατίθεται· οὕτω καὶ οὗτος ἐκ τῶν λαγόνων τῆς ἡμετέρας ἀναδραμὼν, καὶ πρὸς μήκιστον ὕψος τῆς δόξης διαναστὰς, τῇ ἐνεγκούσῃ καὶ θρεψαμένῃ τῶν οἰκείων τῆς εὐσεβείας καρπῶν τὴν ἀπόλαυσιν ἐχαρίσατο. Καλοὶ μὲν γὰρ καὶ οἱ ἐκ τῆς ὑπερορίας καρποὶ, ὅταν ἡδεῖς τε ὦσι καὶ τρόφιμοι· πολλῷ μέντοι ἡδίους τῶν ἐπηλύδων οἱ ἡμεδαποὶ καὶ ἐγχώριοι, πρὸς τῇ ἀπολαύσει ἔτι καὶ καλλωπισμόν τινα ἡμῖν διὰ τῆς οἰκειότητος χαριζόμενοι. Ἐγκατειλεγμένος δὲ στρατείᾳ ἐπιφανεῖ, ὡς ἑκατὸν στρατιωτῶν ἀρχὴν πιστευθῆναι, καὶ σώματος ῥώμῃ καὶ ψυχῆς ἀνδρίᾳ τοῖς στρατιωτικοῖς καταλόγοις ἐμπρέπων.

Ἐπεὶ δὲ ὁ τότε τύραννος τὸ πικρὸν καὶ ἀνήμερον τῆς ψυχῆς μέχρι τοῦ πολέμου τῆς Ἐκκλησίας ἐξέτεινε, καὶ ἦρε χεῖρα θεομάχον κατὰ τῆς εὐσεβείας, κηρύγματα δὲ ἦν πανταχοῦ, καὶ διαγράμματα ἥπλωτο κατὰ πᾶσαν ἀγορὰν καὶ πάντα τόπον ἐπίσημον, μὴ προσκυνεῖσθαι Χριστὸν, ἢ θάνατον εἶναι τὴν ζημίαν τοῖς προσκυνοῦσι· καὶ πρόσταγμα ἦν ὑποκύπτειν εἰδώλοις ἅπαντας, καὶ λίθους καὶ ξύλα χαράγματι τέχνης μεμορφωμένα θεοὺς ἡγεῖσθαι, ἢ τοὺς μὴ πειθομένους πάσχειν ἀνήκεστα· σύγχυσις δὲ ἦν καὶ ταραχὴ διὰ πάσης τῆς πόλεως, καὶ λεηλασίαι κατὰ τῶν εὐσεβούντων· χρήματα διηρπάζετο, πληγαῖς τὰ τῶν φιλοχρίστων σώματα κατεξαίνετο, γυναῖκες εἵλκοντο διὰ μέσης τῆς πόλεως· οὐ νεότης ἐλεεινὴ, οὐ γῆρας αἰδέσιμον ἦν· ἀλλ᾽ οἱ μηδὲν ἀδικοῦντες τὰ τῶν κακούργων ὑπέμενον, ἐστενοχωρεῖτο τὰ δεσμωτήρια, ἔρημοι ἦσαν οἱ εὐθηνούμενοι τῶν οἴκων, αἱ δὲ ἐρημίαι πλήρεις τῶν φυγαδευομένων· ἔγκλημα δὲ ἦν τοῖς ταῦτα πάσχουσιν ἡ εὐσέβεια, καὶ πατὴρ παρεδίδου παῖδα, καὶ πατέρα υἱὸς κατεμήνυεν, ἀδελφοὶ κατ᾽ ἀλλήλων ἐμαίνοντο, καὶ δοῦλοι δεσπόταις ἑαυτῶν ἐπανίσταντο· δεινὴ δέ τις νὺξ κατειλήφει τὸν βίον, πάντων ἀγνοησάντων ἀλλήλους ἐκ τῆς τοῦ διαβόλου φρενοβλαβείας· κατεβάλλοντο μὲν οἶκοι προσευχῆς ὑπὸ χειρῶν ἀνοσίων, ἀνετρέπετο δὲ θυσιαστήρια, καὶ οὐκ ἦν προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι, ἀλλὰ κατήφεια δεινὴ, ὥσπερ τις νεφέλη, τὰ πάντα κατεῖχεν· ἀπελήλαντο μὲν οἱ τοῦ θείου θεραπευταὶ, διεπτόητο δὲ πᾶς τῆς εὐσεβείας θίασος, δαίμονες δὲ κατεχόρευον, κνίσσαις καὶ αἵμασι τὰ πάντα καταμιαίνοντες· τότε ὁ γενναῖος οὗτος προλαβὼν τὴν ἐκ τῶν δικαστηρίων ἀνάγκην, ῥίψας τὴν ζώνην, ὑπερόριος ἦν, ὑπεριδὼν δυναστείας, ὑπεριδὼν δόξης, πλούτου παντοδαποῦ, συγγενείας, φίλων, οἰκετῶν, ἀπολαύσεως βίου, πάντων ὅσα ἀνθρώποις ἐστὶ περισπούδαστα, πρὸς τὰς βαθυτάτας καὶ ἀνθρώποις ἀβάτους ἐρημίας ἀπέδραμε, τὸν μετὰ τῶν θηρίων βίον τῆς πρὸς τοὺς εἰδωλολατροῦντας κοινωνίας ἡμερώτερον ἡγησάμενος, κατὰ τὸν ζηλωτὴν Ἠλίαν· ὃς, ὅτε εἶδεν ἐπικρατοῦσαν τὴν εἱδωλολατρείαν τῆς Σιδωνίας, ἐπὶ τὸ ὄρος ἀνέδραμε τὸ Χωρὴβ, καὶ ἐν τῷ σπηλαίῳ διῆγεν, ἐκζητῶν τὸν Θεὸν, ἕως εἶδε τὸν περιπόθητον, ὡς ἰδεῖν ἀνθρώπῳ Θεὸν δυνατόν.

Τοιοῦτος οὖν ἦν καὶ ὁ Γόρδιος, ἀποφυγὼν θορύβους πολιτικοὺς, ὄχλον ἀγοραῖον, ἀρχοντικοὺς τύφους, τὰ δικαστήρια, τοὺς συκοφάντας, τοὺς πωλοῦντας, τοὺς ὠνουμένους, τοὺς ὀμνύοντας, τοὺς ψευδομένους, τὴν αἰσχρολογίαν, τὴν εὐτραπελίαν, τἄλλα ὅσα, ὥσπερ ἐφόλκια, αἱ πολυάνθρωποι τῶν πόλεων ἐπισύρονται. Καθαρεύων τὰ ὦτα, καθαρεύων τοὺς ὀφθαλμούς· καὶ πρό γε πάντων τὴν καρδίαν κεκαθαρμένος, ἵνα Θεὸν ἰδεῖν δυνηθῇ, καὶ μακάριος γένηται· εἶδε δι᾽ ἀποκαλύψεων, ἐδιδάχθη τὰ μυστήρια, οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπων, ἀλλ᾽ ἔχων τὸν μέγαν διδάσκαλον τὸ Πνεῦμα τῆς ἀληθείας.

Ὄθεν ἐλθὼν εἰς ἔννοιαν τοῦ βίου, ὡς ἀνωφελὴς, ὡς μάταιος, ὡς ὀνείρου παντὸς καὶ σκιᾶς ἀδρανέστερος, ἠρεθίσθη σφοδρότερον πρὸς τὴν ἐπιθυμίαν τῆς ἄνω κλήσεως. Καὶ οἷον ἀθλητὴς, αἰσθόμενος ἑαυτοῦ ἱκανῶς γυμνασθέντος καὶ ἀλειψαμένου πρὸς τὸν ἀγῶνα, ταῖς νηστείαις, ταῖς ἀγρυπνίαις, ταῖς προσευχαῖς, τῇ διηνεκεῖ καὶ ἀπαύστῳ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, τηρήσας τὴν ἡμέραν ταύτην, ἐν ᾗ πανδημεὶ πᾶσα ἡ πόλις ἑορτὴν ἄγουσα φιλοπολέμῳ δαίμονι κατειλήφει θέατρον, ἀγῶνα ἱππικὸν θεωμένη.