Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Γόρδιον τὸν μάρτυρα

Μέγας Βασίλειος

Η εκούσια εμφάνιση στο στάδιο και η ανάκριση

Η θαρραλέα παρουσία του μάρτυρα ενώπιον του πλήθους κατά τη διάρκεια ειδωλολατρικής εορτής και η σταθερή ομολογία του απέναντι στις απειλές και τις υποσχέσεις του άρχοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Ἐπεὶ οὖν πᾶς ὁ δῆμος ἄνω συνείλεκτο, οὐκ Ἰουδαῖος ἀπῆν, οὐχ Ἕλλην· καὶ Χριστιανῶν δὲ πλῆθος οὐκ ὀλίγον αὐτοῖς συνανεφύρετο, οἱ ἀφυλάκτως βιοῦντες, καὶ καθήμενοι μὲν μετὰ συνεδρίου ματαιότητος, μὴ ἐκκλίνοντες δὲ συστροφὰς πονηρευομένων, οἳ καὶ τότε παρῆσαν θεαταὶ τοῦ τάχους τῶν ἵππων, καὶ τῆς ἐμπειρίας τῶν ἡνιόχων· ἀλλὰ καὶ δούλους ἀνῆκαν δεσπόται, καὶ παῖδες ἐκ διδασκαλείων πρὸς τὴν θέαν ἔτρεχον, παρῆν δὲ καὶ γυναικῶν ὅσον δημῶδες καὶ ἄσημον, πλῆρες δὲ ἦν τὸ στάδιον, καὶ πάντες ἤδη πρὸς τὴν θέαν τῆς τῶν ἵππων ἁμίλλης ἦσαν συντεταμένοι· τότε δὴ ὁ γενναῖος ἐκεῖνος καὶ μέγας τὴν ψυχὴν, μέγας τὸ φρόνημα, ἄνωθεν ἐκ τῶν ὀρέων ἐπικαταβὰς τῷ θεάτρῳ, οὐ κατεπλάγη τὸν δῆμον, οὐκ ἐλογίσατο πόσαις χερσὶ πολεμίαις ἑαυτὸν παραδίδωσιν· ἀλλ᾽ ἀτρόμῳ τῇ καρδίᾳ καὶ γαύρῳ τῷ φρονήματι, οἱονεὶ πέτρας συνεχεῖς, ἢ δένδρα πολλὰ, τοὺς τὸ στάδιον περικαθημένους παραδραμὼν, εἰς τὸ μέσον κατέστη, βεβαιῶν τὸν λόγον, ὅτι Δίκαιος ὡς λέων πέποιθε.

Καὶ οὕτως ἀπτόητος ἦν τὴν ψυχὴν, ὥστε, ἐν περιφανεῖ τοῦ θεάτρου γενόμενος, ἀτρέπτῳ τῇ παῤῥησίᾳ ἐξεβόησε τὴν φωνὴν ἐκείνην, ἧς μέχρι τοῦ νῦν εἰσί τινες οἱ ἀκούσαντες· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι· δηλῶν διὰ τούτων, ὅτι οὐ πρὸς ἀνάγκην ἤχθη πρὸς τοὺς κινδύνους, ἀλλ᾽ ἑκουσίως ἐπέδωκεν ἑαυτὸν τῷ ἀγῶνι· μιμησάμενος τὸν Δεσπότην, ὃς ἐν τῷ σκότει τῆς νυκτὸς ἀγνοούμενος τοῖς Ἰουδαίοις ἑαυτὸν κατεμήνυσεν.

Εὐθὺς μὲν οὖν ἐπέστρεφε τὸ θέατρον τῷ παραδόξῳ τῆς θέας, ἀνὴρ ἀπηγριωμένος τὴν ὄψιν, διὰ τὴν χρονίαν ἐν τοῖς ὄρεσι δίαιταν αὐχμηρὰν ἔχων τὴν κεφαλὴν, βαθὺς τὴν ὑπήνην, τὴν ἐσθῆτα ῥυπῶν, κατεσκληκὼς ἅπαν τὸ σῶμα, βακτηρίαν φέρων, καὶ πήραν ἐνημμένος· οἷς πᾶσιν ἐπέπρεπέ τις χάρις, ἐκ τοῦ ἀφανοῦς αὐτὸν περιλάμπουσα.

Ὡς δ᾽ οὖν ἐγνώσθη ὅστις ἐστὶν, εὐθὺς βοὴ συμμιγὴς παρὰ πάντων ἤρθη· τῶν μὲν οἰκείων τῆς πίστεως ὑπὸ περιχαρείας κροτούντων, τῶν δὲ πολεμούντων τῇ ἀληθείᾳ εἰς τὸν κατ᾽ αὐτοῦ φόνον τὸν δικαστὴν παρορμώντων, καὶ προκαταδικαζόντων εἰς θάνατον. Πάντα δ᾽ οὖν βοῆς καὶ θορύβου πεπλήρωτο· παρώφθησαν μὲν ἵπποι, παρώφθησαν δὲ ἡνίοχοι· ἡ δὲ τῶν ἁρμάτων ἐπίδειξις ψόφος μάταιος ἦν.

Οὐδενὸς γὰρ ἐσχόλαζεν ὀφθαλμὸς ἄλλο τι βλέπειν ἢ Γόρδιον, οὔτε τις ἀκοὴ ἄλλο τι ἠνείχετο ἀκούειν ἢ τὰ ἐκείνου ῥήματα. Καὶ θροῦς τις ἄσημος, οἷον αὔρα, διὰ παντὸς τοῦ θεάτρου διεξιὼν, τὸν ἱππόδρομον ὑπερήχει. Ἐπεὶ δὲ διὰ τῶν κηρύκων σιωπὴ τῷ δήμῳ ὑπεσημάνθη, ἐκοιμήθησαν μὲν αὐλοὶ, κατεσιγάσθησαν δὲ ὄργανα πολυαρμόνια· ἠκούετο Γόρδιος, ἐθεωρεῖτο Γόρδιος. Καὶ εὐθὺς ἀνάρπαστος ἦν πρὸς τὸν ἄρχοντα αὐτοῦ που καθήμενον, καὶ τὸν ἀγῶνα διατιθέντα. Τέως μὲν οὖν πραείᾳ καὶ ἡμέρῳ φωνῇ τίς καὶ πόθεν εἴη διεπυνθάνετο. Ὡς δὲ εἶπε τὴν πατρίδα, τὸ γένος, τὸ εἶδος τοῦ ἀξιώματος ἐν ᾧ ἦν, τὴν αἰτίαν τῆς φυγῆς, τὴν ἐπάνοδον, ὅτι Πάρειμι, ἔργῳ καὶ τὴν τῶν ὑμετέρων προσταγμάτων καταφρόνησιν, καὶ τὴν εἰς Θεὸν, ἐφ᾽ ὃν ἤλπισα, πίστιν ἐπιδειξόμενος· καὶ γὰρ ἤκουσά σε, φησὶ, πολλῶν διαφέρειν τῇ ἀγριότητι· ὡς οὖν ἐπιτήδειόν μοι τὸν καιρὸν τοῦτον εἰς τὸ πληρωθῆναί μου τὴν ἐπιθυμίαν ἐξελεξάμην. Τούτοις τοῖς λόγοις τὸν θυμὸν τοῦ ἄρχοντος ὡς πῦρ ἀναφλέξας, ὅλην ἤγειρεν ἐφ᾽ ἑαυτὸν τοῦ ἀνδρὸς τὴν μανίαν. Καὶ, Κάλει, φησὶ, δημίους. Ποῦ δὲ αἱ μολυβίδες; ποῦ δὲ αἱ μάστιγες; Ἐπὶ τροχοῦ κατατεινέσθω, ἐπὶ τοῦ ξύλου στρεβλούσθω, φερέσθω τὰ κολαστήρια· τὰ θηρία, τὸ πῦρ, τὸ ξίφος, ὁ σταυρὸς, ὁ βόθρος εὐτρεπιζέσθω.

Ἀλλὰ γὰρ οἷα κερδαίνει, φησὶν, ἅπαξ μόνον ἀποθνήσκων ὁ ἀλιτήριος; Οἷα μὲν οὖν ζημιοῦμαι, ὑποφθάσας εἶπεν ὁ Γόρδιος, μὴ δυνάμενος ὑπὲρ Χριστοῦ πολλάκις ἀποθανεῖν! Ὁ δὲ, πρὸς τῇ ἐκ φύσεως ἀγριότητι, ἔτι χαλεπώτερος ἦν πρὸς τὸ ἀξίωμα τοῦ ἀνδρὸς ἀποβλέπων, οἰκείαν ἀτιμίαν ἡγούμενος τὸ νεανικὸν τῆς διανοίας ἀνάστημα. Καὶ ὅσῳ μᾶλλον ἑώρα τὴν καρδίαν ἀπτόητον, τοσούτῳ μειζόνως ἐξηγριοῦτο, καὶ φιλονεικότερος ἦν νικῆσαι τὴν ἔνστασιν τοῦ ἀνδρὸς τῇ ἐπινοίᾳ τῶν ἀλγεινῶν.

Καὶ ὁ μὲν ταῦτα. Ὁ δὲ πρὸς τὸν Θεὸν ἀποβλέπων, ἐκ τῶν ἱερῶν Ψαλμῶν κατεπῇδεν ἑαυτοῦ τῇ ψυχῇ, λέγων· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος· καὶ τό· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· καὶ ὅσα συγγενῆ τούτοις, πρὸς ἀνδρίαν παρακαλοῦντα, ἐκ τῶν θείων λογίων δεδιδαγμένος ἦν· ὅς γε τοσοῦτον ἀπεῖχεν εἶξαι τοῖς ἀπειλουμένοις καὶ ὑποπτῆξαι, ὥστε καὶ προεκαλεῖτο ἐφ᾽ ἑαυτὸν τὰ δεινά. Τί μέλλετε; φησί· τί ἑστήκατε; Ξαινέσθω σῶμα, στρεβλούσθω μέλη· βασανιζέσθω ὡς ἂν ἐθέλητε. Μή μοι βασκήνητε τῆς μακαρίας ἐλπίδος. Ὅσῳ γὰρ ἂν ἐπιτείνητε τὰ δεινὰ, τοσούτῳ μείζονά μοι τὴν ἀντίδοσιν προξενεῖτε. Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην.

Ἀντὶ τῶν μωλώπων, τῶν ἐπανισταμένων τῷ σώματι, φωτεινὸν ἔνδυμα ἡμῖν ἐν τῇ ἀναστάσει ἐπανθήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτηρίου παράδεισος, ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης ἡ μετ᾽ ἀγγέλων διαγωγή. Σπείρατε πολλὰ ἐν ἐμοὶ ἵνα θερίσω πολλαπλασίονα. Ὡς δὲ τοῖς φοβεροῖς ἑλεῖν αὐτὸν οὐκ ἠδύναντο, καὶ τὸ πρᾶγμα ἀμήχανον ἦν, μεταβαλόντες ἐθώπευον. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία· τὸν δειλὸν ἐκπλήσσει, τὸν ἀνδρεῖον μαλάσσει. Ὁποῖα ἦν καὶ τὰ τότε τεχνάσματα τοῦ κακούργου. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν οὐκ ἐνδιδόντα ταῖς ἀπειλαῖς, ἀπάταις αὐτὸν καὶ δελεάσμασι περιελθεῖν ἐπειρᾶτο. Καὶ δωρεὰς καθυπισχνεῖτο, τὰς δὲ ἐδίδου, καὶ ἄλλας παρὰ βασιλέως ἥξειν διηγγυᾶτο, τὴν ἐν στρατείᾳ περιφάνειαν, χρημάτων πόρους, πᾶν ὅ τι ἂν βούλοιτο.