Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Μάμαντα μάρτυρα

Μέγας Βασίλειος

Προοίμιο και προτροπή προς το εκκλησίασμα

Ο ομιλητής καλεί τους πιστούς να συνεισφέρουν στο κοινό εγκώμιο, μνημονεύοντας τα θαύματα του μάρτυρα Μάμαντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΚΓʹ. Εἰς τὸν ἅγιον μάρτυρα Μάμαντα. Οὐκ ἀγνοῶ τὸ μέγεθος τῶν ὑπὸ τῆς πανηγύρεως ἐγκωμίων· ἀλλ᾽ ὥσπερ τοῦτο ἐπίσταμαι, οὕτω καὶ τῆς ἀσθενείας τῆς ἐμαυτοῦ ἐπαισθάνομαι. Ἡ μὲν γὰρ ὑπόθεσις ἀπαιτεῖ ἄξιόν τι ῥηθῆναι τῶν συνελθόντων καὶ τῆς ἐλπίδος ἧς ἔχουσιν ἐφ᾽ ἡμῖν, καὶ τῆς ὑποθέσεως. Ἐπειδὴ γὰρ ἐπὶ τῇ μεγίστῃ τῶν μαρτύρων ἄγομεν τὴν μνήμην σήμερον, ὀρθὴ πᾶσα διάνοια καὶ ἐμπαράσκευος ἀκοὴ, εἰπεῖν τι ἄξιον τοῦ μάρτυρος προσδοκῶσα, καὶ πόθῳ τῷ περὶ αὐτὸν τὴν ἐκκλησίαν ἐπάγει. Καὶ γὰρ εὐγνώμονες παῖδες μεγάλα ἀπαιτοῦσι τὰ τῶν πατέρων ἐγκώμια, καὶ οὐκ ἂν καταδέξαιντο ἐν μικρότητι τοῦ λέγοντος κινδυνεύειν τῶν ἐγκωμιαζομένων τὸ μέγεθος. Ὥστε ὅσῳ μείζων ἡ προθυμία, τοσούτῳ μέγας ὁ κίνδυνος. Τί οὖν ποιήσομεν; Πῶς δὲ καὶ τὰς ὑμετέρας ἐπιθυμίας ἀποπληρώσομεν, καὶ αὐτοὶ μὴ ἀπέλθωμεν ἀσυντελεῖς τῶν παρόντων; Παρακαλέσομεν ἑκάστην ψυχὴν, ἃ ἔχουσα ἦλθεν ἐν τῇ μνήμῃ, ταῦτα ἀνακαινήσασαν τῇ διανοίᾳ, οἴκοθεν ἐπισιτισαμένην, τοῖς οἰκείοις ἐφοδίοις ἑαυτὴν εὐφράνασαν ἀπελθεῖν.

Μνήσθητέ μοι τοῦ μάρτυρος, ὅσοι δι᾽ ὀνείρων αὐτοῦ ἀπηλαύσατε· ὅσοι, περιτυχόντες τῷ τόπῳ τούτῳ, ἐσχήκεσαν αὐτὸν συνεργὸν εἰς προσευχήν· ὅσοις, ὀνόματι κληθεὶς, ἐπὶ τῶν ἔργων παρέστη· ὅσους ὁδοιπόρους ἐπανήγαγεν· ὅσους ἐξ ἀῤῥωστίας ἀνέστησεν· ὅσοις παῖδας ἀπέδωκεν ἤδη τετελευτηκότας· ὅσοις προθεσμίας βίου μακροτέρας ἐποίησεν. Πάντα μοι συναγαγόντες, ἐγκώμιον ἐκ κοινοῦ ἐράνου πονήσατε. Ἀλλήλοις διάδοτε, ἃ οἶδεν ἕκαστος, τῷ μὴ εἰδότι· ἃ μὴ οἶδε, λαμβανέτω παρὰ τοῦ εἰδότος, καὶ οὕτως ἐκ συνεισφορᾶς ἀλλήλους συνεστιάσαντες, ἡμῶν τῇ ἀσθενείᾳ σύγγνωτε.