Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Μάμαντα μάρτυρα
Η αρετή και η ευσέβεια ως το αληθές καύχημα του μάρτυρα
Αντιπαραβολή της κοσμικής ευγένειας και του πλούτου με την κατά Θεόν αρετή, μέσω της οποίας δοξάστηκε ο άγιος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αρετή και η ευσέβεια ως το αληθές καύχημα του μάρτυρα
Αντιπαραβολή της κοσμικής ευγένειας και του πλούτου με την κατά Θεόν αρετή, μέσω της οποίας δοξάστηκε ο άγιος.
Ταῦτα γὰρ ἐγκώμια μάρτυρος, ὁ πλοῦτος τῶν πνευματικῶν χαρισμάτων. Οὐ γὰρ ἔχομεν αὐτὸν κατὰ τὸν νόμον τῶν ἔξωθεν ἐγκωμίων ἀποσεμνύνειν· οὐκ ἔχομεν λέγειν πατέρας καὶ προγόνους περιφανεῖς. Αἰσχρὸν γὰρ ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφανῆ. Συνηθείας γὰρ νόμοις τὰ τοιαῦτα ἐν τοῖς ἐγκωμίοις παραλαμβάνουσιν.
Ἐπεὶ ὅ γε τῆς ἀληθείας ἴδια ἑκάστου ἀπαιτεῖ τὰ ἐγκώμια. Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι. Ἀλλ᾽ ὥσπερ ἄλλων ζώων ἡ ἀρετὴ ἐν αὐτῷ θεωρεῖται ἑκάστῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρχόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Τί πρὸς τὸν παῖδα ἡ τοῦ πατρὸς περιφάνεια;
Οὕτως οὐκ ἔλαβεν ἑτέρωθεν τὸ περιφανὲς ὁ μάρτυς· ἀλλ᾽ αὐτὸς τῷ ἐφεξῆς βίῳ λαμπτῆρα εὐκλείας ἀνῆψεν. Ἀπὸ Μάμαντος οἱ λοιποὶ, οὐκ ἀφ᾽ ἑτέρων Μάμας. Παῖδες οἱ παρὰ τούτου τὴν εὐσέβειαν διδαχθέντες τούτῳ σεμνυνέσθωσαν. Αὐτὸς γὰρ οἴκοθεν βρύει τὴν ἀρετήν. Οὐκ ἔστιν ὥσπερ χείμαῤῥος ἀλλοτρίᾳ συῤῥοίᾳ σεμνυνόμενος, ἀλλὰ πηγή ἐστιν ἀπὸ τῶν οἰκείων λαγόνων προχέουσα τὸ κάλλος.
Θαυμάσωμεν τὸν ἄνδρα μὴ ἀλλοτρίῳ κόσμῳ κοσμούμενον, ἀλλὰ τῷ ἰδίῳ ἀποσεμνυνόμενον. Ὁρᾷς τοὺς λαμπροὺς ἱπποτρόφους; ὁρᾷς τὰ λευκὰ αὐτῶν μνήματα; πῶς λίθοι εἰσὶ παρατρεχόμενοι; Μνήμῃ δὲ μάρτυρος καὶ πᾶσα μὲν χώρα κεκίνηται, πᾶσα δὲ πόλις πρὸς ἑορτὴν μεταπεποίηται. Οὐδὲ οἱ συγγενεῖς τῶν πρὸς τοὺς τῶν πατέρων ἀποτρέχουσι τάφους, ἀλλὰ πάντες ἐπὶ τὸν τόπον τῆς εὐσεβείας.
Πατέρα τοῦτον τὸν ἀρχηγὸν τῆς ἀληθείας, ἀλλ᾽ οὐχὶ πατέρας καὶ σωμάτων ἀρχηγοὺς ὀνομάζουσιν. Ὁρᾷς πῶς ἀρετὴ τιμᾶται, καὶ οὐχὶ πλοῦτος; Οὕτως ἡ Ἐκκλησία, δι᾽ ὧν τιμᾷ τοὺς προλαβόντας, προτρέπεται τοὺς παρόντας. Μή μοι, φησὶ, σπούδαζε περὶ πλοῦτον· μὴ περὶ σοφίαν τοῦ κόσμου τὴν καταργουμένην· μὴ περὶ δόξαν τὴν ἀπαθοῦσαν· ταῦτα τῷ βίῳ συναφανίζεται· ἀλλ᾽ εὐσεβείας ἐργάτης ἔσο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.