Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Μάμαντα μάρτυρα

Μέγας Βασίλειος

Ο ποιμενικός βίος του αγίου και η βιβλική τυπολογία του Καλού Ποιμένος

Εξαίρεται η ταπεινότητα της ποιμενικής ζωής του αγίου και αναλύεται η έννοια του αληθινού ποιμένα σε αντιδιαστολή με τον ιδιοτελή μισθωτό και τον λύκο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Αὕτη γὰρ καὶ εἰς οὐρανόν σε ἀνοίσει, αὕτη καὶ ἀθάνατόν σου τὴν μνήμην καὶ διαρκῆ τὴν εὔκλειαν παρὰ ἀνθρώποις παρασκευάσει. Ὥστε, εἴ τις μέμνηται τοῦ ποιμένος, μὴ θαυμαζέτω τὸν πλοῦτον. Συνήλθομεν γὰρ ἐπαινέσαι οὐχὶ πλούσιον ὄντα· μὴ ἀπέλθῃς πλούσιον θαυμάζων, ἀλλὰ πενίαν μετ᾽ εὐσεβείας. Ποιμὴν οὐδὲν μέγα, οὐδὲ σοφὸν ἐπιτήδευμα. Οὐκ ἂν, ὀργισθεὶς, ἀντὶ ὀνείδους εἶπες τῷ παροξύναντί σε· Ποιμὴν εἶ; Ποιμὴν οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς κεκτημένος, πήραν ἀνημμένος, καὶ κορύνην φέρων, καὶ τὰ πρὸς ἡμέραν ἐφόδια, οὐδεμίαν μέριμναν περὶ τῆς αὔριον ἔχων. Θηρίοις πολέμιος, ἡμερωτάτων ζώων σύννομος, φεύγων ἀγορὰν, φεύγων δικαστήρια, οὐ γνωρίζων συκοφάντας, οὐ γνωρίζων ἐμπορίαν, οὐκ εἰδὼς πλοῦτον, οὐκ ἔχων ἰδίαν σκέπην, ὑπὸ τὴν κοινὴν τοῦ κόσμου διαιτώμενος, ἐν νυκτὶ πρὸς οὐρανὸν ἀναβλέπων, καὶ διὰ τῶν ἀστέρων ἀναγινώσκων τὸ θαῦμα τοῦ πεποιηκότος.

Ποιμήν. Μὴ ἐπαισχυνώμεθα τὴν ἀλήθειαν. Μὴ τοὺς ἔξωθεν μυθοποιοὺς μιμώμεθα, μὴ περιστέλλωμεν τὴν ἀλήθειαν εὐπρεπείᾳ ῥημάτων. Γυμνὴ ἡ ἀλήθεια, ἀσυνηγόρητος, αὐτὴ ἑαυτὴν δεικνῦσα. Πλείονι λόγῳ τὸ ταπεινόν· ἀλλὰ μᾶλλον θαυμάσεις τῷ ἐγκωμίῳ.

Ποιμὴν καὶ πένης, ταῦτα τῷ Χριστιανῷ τὰ σεμνολογήματα. Ἐὰν τοὺς ἀρχηγοὺς τοῦ διδασκαλείου τοῦ κατ᾽ εὐσέβειαν ζητήσῃς, ἁλιεῖς τε καὶ τελῶναι· ἐὰν τοὺς μαθητὰς, σκυτοτόμοι πένητες. Οὐδεὶς πλούσιος, οὐδαμοῦ περιφάνεια. Ταῦτα πάντα μετὰ τοῦ κόσμου κατήργηται. Ἰδοὺ τοίνυν τίνος ἡμέραν ἑορτάζομεν, ἐπὶ τίνι φαιδροὶ πάντες ἐσμὲν, ἐπὶ τίνι βίος μεταπεποίηται. Ἐπειδὴ ὑπεμνήσθημεν τοῦ ποιμένος, μὴ καταφρόνει τῆς προσηγορίας. Ἤκουσας, ὅτι ὁ πρῶτος εὐαρεστήσας Ἄβελ ποιμὴν ὑπῆρξε.

Τίς ἐκείνου μιμητής; Μωϋσῆς ὁ μέγας νομοθέτης, ὁ τὴν πεῖραν Φαραὼ ἀποδράσας, ὁ μισήσας τῶν συννόμων τὸ ἐπίβουλον, οὗτος ἐν τῷ ὄρει τῷ Χωρὴβ ἐποίμαινεν· δι᾽ ὧν ἐποίμαινε Θεῷ προσωμίλει. Οὐ δικαζόμενος εἶδεν ἐπὶ βάτου ἄγγελον, ἀλλὰ ποιμαίνων ἐκείνης τῆς ὁμιλίας τῆς οὐρανίου ἠξιώθη. Τίς μετὰ Μωϋσέα; Ἰακὼβ ὁ πατριάρχης, ἐν τῷ ποιμαίνειν ὑπομονὴν τὴν περὶ τῆς ἀληθείας ἐπιδεικνύμενος, μικρᾷ εἰκόνι τὸν ὅλον ἑαυτοῦ χαρακτηρίσας βίον. Τίνι παρέδωκε τὸν ζῆλον; Τῷ Δαβίδ. Δαβὶδ ἐκ ποιμαντικῆς παρῆλθεν εἰς βασιλείαν. Ἀδελφαὶ γὰρ ποιμαντικὴ καὶ βασιλική· παρ᾽ ὅσον ἡ μὲν τῶν ἀλόγων, ἡ δὲ τῶν λογικῶν τὴν ἐπιστασίαν ἐπεπίστευτο. Οὕτως ὑποβάθρα τῆς μείζονος ἐπιστήμης ἐστὶν αὕτη. Διὰ τοῦτο ἀμφότερα συλλαμβάνων ὁ Κύριός ἐστι καὶ ποιμὴν καὶ βασιλεὺς, τοὺς ἀλόγους ποιμαίνων, τοὺς λογικωτέρους ὑπὸ τὴν ἐπιστασίαν τῆς βασιλείας ἄγων. Βούλει μαθεῖν πηλίκον ἐστὶ ποιμήν; Κύριος ποιμαίνει με. Πῶς δὲ ἀδελφὴ βασιλείας ποιμαντική;

Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ὁ ἐνταῦθα ποιμὴν ἐκεῖ βασιλεύς. Καὶ μὴ νομίσῃς παρ᾽ ἄλλων μὲν μαρτυρεῖσθαι, αὐτὸν δὲ ἐπαισχύνεσθαι τῇ προσηγορίᾳ ταύτῃ. Ἀλλὰ κατασιωπήσας τοὺς νόθους ποιμένας, ἐφ᾽ ἑαυτὸν περιίστησι τὴν ἀληθῆ τῆς ποιμαντικῆς μαρτυρίαν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Πῶς, ὅταν τὰ μεγάλα λέγῃ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὴν γῆν· ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος· ὡς ὅταν τἄλλα λέγῃ τὰ ἀξιοπρεπῆ καὶ ἄξια περὶ Θεοῦ λέγεσθαι, οὕτως λέγει· Ὁ ποιμὴν ὁ καλός;

Ἀποδιώκει τοὺς νόθους, καὶ τὴν ἀλήθειαν εἰς ἑαυτὸν περιίστησιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Μάθε τίς ἐστιν ὁ ποιμὴν, καὶ τίς ἐστιν ὁ καλός. Αὐτὸς ἑρμηνεύει. Ὁ ἀληθινὸς ποιμὴν τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, οὐ μέλει αὐτῷ, ὅταν ἴδῃ λύκον ἐρχόμενον.

Ἐνταῦθα ζητεῖ ἡ Ἐκκλησία, εἰ ποιμὴν ὁ Κύριος, τίς μισθωτὸς ποιμήν; Μὴ ὁ διάβολος; Καὶ εἰ ὁ διάβολος μισθωτὸς ποιμὴν, τίς ὁ λύκος; Ἀλλὰ λύκος μὲν ὁ διάβολος, τὸ ἀνήμερον θηρίον, τὸ ἁρπακτικὸν, τὸ ἐπίβουλον, ὁ κοινὸς πάντων ἐχθρός.

Ἐχέτω τοίνυν ἰδίαν προσηγορίαν μισθωτὸς ποιμήν. Μισθωτοὺς ποιμένας τότε μὲν πρὸς τοὺς τότε ἀποστρεφόμενος ὁ Κύριος ἔλεγεν. Εἰσὶ δὲ καὶ οἱ νῦν, ὡς οὐκ ὄφελον, οἱ τὴν προσηγορίαν τῶν μισθωτῶν οἰκειούμενοι. Τότε ἀρχιερεῖς ἐνεδείκνυντο καὶ Φαρισαῖοι, καὶ πᾶν ἐκεῖνο τὸ κόμμα τὸ Ἰουδαϊκόν. Ἐκείνους μισθωτοὺς ἔλεγε ποιμένας, τοὺς οὐ διὰ τὸ ἀληθὲς, ἀλλὰ διὰ τὸ αὐτῶν χρειῶδες τὴν τοῦ ποιμαίνειν ἐξουσίαν λαβόντας. Οἱ ἐπὶ προφάσει ματαίᾳ προσευχόμενοι, ἵνα κατεσθίωσι τὸν ἄρτον τῶν χηρῶν καὶ τῶν ὀρφανῶν, οὗτοι μισθωτοί. Οἱ τὴν χρείαν θεραπεύοντες, οἱ τὸ παρὸν διώκοντες, οὐ πρὸς τὸ μέλλον ἀτενίζοντες, μισθωτοὶ, καὶ οὐ ποιμένες εἰσί. Καὶ νῦν μισθωτοὶ πολλοὶ δοξαρίου δυστήνου τὴν ἑαυτῶν ζωὴν ἀποδιδόντες, οἱ καὶ νῦν ἐπὶ τοῖς ὑγιαίνουσι τοῦ Κυρίου ῥήμασι σχίσμα ποιοῦντες.