Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν φθόνον

Μέγας Βασίλειος

Η φύση και η εσωτερική λειτουργία του φθόνου

Εισαγωγή στο πάθος του φθόνου, η φθοροποιός επίδρασή του στην ψυχή, η τάση απόκρυψής του και η επιθυμία για την πτώση του πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ ΙΑʹ. Περὶ φθόνου. Ἀγαθὸς ὁ Θεὸς, καὶ ἀγαθῶν τοῖς ἀξίοις παρεκτικός· πονηρὸς ὁ διάβολος, καὶ κακίας παντοίας δημιουργός. Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Φυλαξώμεθα οὖν, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου, μὴ κοινωνοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρεθῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τιμωρίαν ἐκφεύξεται; Φθόνου γὰρ πάθος οὐδὲν ὀλεθριώτερον ψυχαῖς ἀνθρώπων ἐμφύεται· ὃς, ἐλάχιστα λυπῶν τοὺς ἔξωθεν, πρῶτον κακὸν καὶ οἰκεῖόν ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ ἰὸς σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει.

Μᾶλλον δὲ ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι, οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέφυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐπραγίας ὁ φθόνος. Διόπερ οὐδέποτε ἀνίαι, οὐδέποτε δυσθυμίαι τὸν βάσκανον ἐπιλείπουσιν. Εὐφόρησεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ τὸν βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσι; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλγηδόνος ἐστὶ τῷ βασκάνῳ. Ὥστε οὐδὲν διαφέρει ἀνθρώπου γυμνοῦ παρὰ πάντων τιτρωσκομένου.

Ἀνδρεῖος τίς ἐστιν; εὐεκτεῖ; ταῦτα πλήττει τὸν βάσκανον. Ἕτερος χαριέστερος τὴν μορφήν; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερέχει; ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται καὶ ζηλοῦται; ἄλλος πλουτεῖ καὶ φιλοτιμεῖται λαμπρῶς ἐν ἐπιδόσεσι καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαινος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐτοῦ τύπτοντα τὴν καρδίαν.

Καὶ τὸ χαλεπὸν τῆς νόσου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται· ἀλλὰ κύπτει μὲν, καὶ κατηφής ἐστι, καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ. Ἐρωτώμενος δὲ τὸ πάθος, ἐρυθριᾷ δημοσιεῦσαι τὴν συμφορὰν, ὅτι Βάσκανός εἰμι καὶ πικρὸς, καὶ ἐπιτρίβει με τὰ τοῦ φίλου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν ὀδύρομαι, καὶ οὐ φέρω τὴν θέαν τῶν ἀλλοτρίων καλῶν, ἀλλὰ συμφορὰν ποιοῦμαι τὴν τῶν πλησίον εὐημερίαν. Ταῦτα γὰρ ἂν εἴποι, εἰ τὰ ἀληθῆ λέγειν βούλοιτο. Ὧν οὐδὲν ἐξειπεῖν αἱρούμενος, ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχουσαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσαν.

Οὐκοῦν οὔτε ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμακον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλεξητήριον, καίτοι πλήρεις αἱ Γραφαὶ τῶν ἰαμάτων τούτων· ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων.

Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται, καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται· ὀδυρομένῳ δὲ συνδακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας, καὶ τοῦ συμπαθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρότερα, ἀλλ᾽ ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τὸ παιδίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκωμίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ εὐμαθὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον· οὐκ ἂν αὐτῷ περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέντοι πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν, βασκαίνει τῷ τεθνεῶτι. Τὸν πλοῦτον θαυμάζει μετὰ τὴν ἔκπτωσιν. Τὴν ὥραν τοῦ σώματος, ἢ τὴν ῥώμην καὶ τὴν εὐεξίαν μετὰ τὰς νόσους ἐπαινεῖ καὶ ἐξαίρει. Καὶ ὅλως, ἐχθρὸς μέν ἐστι τῶν παρόντων, φίλος δὲ τῶν ἀπολλυμένων.