Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν φθόνον

Μέγας Βασίλειος

Βιβλικά παραδείγματα των συνεπειών του φθόνου

Ανασκόπηση των ιστορικών συνεπειών του πάθους, αρχίζοντας από τον φθόνο του διαβόλου και επεκτεινόμενη στις περιπτώσεις του Κάιν, του Σαούλ, των αδελφών του Ιωσήφ, έως τη σταύρωση του Χριστού από τους Ιουδαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Τί ἂν οὖν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; Φθορὰ τῆς ζωῆς, λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαίμονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Οὐχ ὁ φθόνος; δι᾽ οὗ καὶ θεομάχος φανερῶς ἀπηλέγχθη, ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ μεγαλοδωρεᾷ τῇ εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβόλου, καὶ φθόνον καὶ φόνον παρ᾽ αὐτοῦ διδαχθεὶς, τὰς ἀδελφὰς ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Τί οὖν ἦν ὃ ἐποίησεν;

Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύθη πρὸς ζῆλον, καὶ ἀνεῖλε τὸν τιμηθέντα, ἵνα καθάψηται τοῦ τιμήσαντος. Πρὸς γὰρ τὴν θεομαχίαν ἀδυνατῶν, εἰς ἀδελφοκτονίαν μετέπεσε. Φύγωμεν, ἀδελφοὶ, νόσον θεομαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμφορὰν ἀλογωτάτην.

Τί λυπῇ, ἄνθρωπε, μηδὲν δεινὸν πεπονθώς; τί πολεμεῖς τῷ ἐν ἀγαθοῖς τισιν ὄντι, μηδὲν τῶν σῶν ἐλαττώσαντι; Ἐὰν δὲ δὴ καὶ εὐεργετούμενος ἀγανακτῇς, οὐκ ἄντικρυς τῆς ἑαυτοῦ ὠφελείας βασκαίνεις; Ὁποῖος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου τοῦ πρὸς τὸν Δαβὶδ ἐποιήσατο. Πρῶτον μὲν γὰρ, τῇ παναρμονίῳ ἐκείνῃ καὶ θείᾳ μουσικῇ τῆς μανίας ἀπαλλαγεὶς, ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην· ἔπειτα σὺν αὐτῷ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, ὅμως ἐπειδὴ ἐν τοῖς ἐπινικίοις τὸ δεκαπλάσιον τῆς τῶν συμβάντων αἰτίας τῷ Δαβὶδ ἀνέθεσαν αἱ χορεύουσαι· Ἐπάταξε Δαβὶδ ἐν μυριάσι, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ· διὰ μίαν ταύτην φωνὴν, καὶ τὴν ἐξ αὐτῆς τῆς ἀληθείας ὑπάρξασαν μαρτυρίαν, πρῶτον αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀνελεῖν ἐπεχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕτω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρατεύσας ἐπ᾽ αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας διηρευνᾶτο.

Εἰ δὲ ἠρωτήθη τοῦ πολέμου τὴν πρόφασιν, εἶπεν ἂν πάντως τὰς τοῦ ἀνδρὸς εὐποιίας. Ὅς γε παρ᾽ αὐτὸν τὸν καιρὸν τῆς διώξεως καθεύδων καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, καὶ πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας φυλαξαμένου, οὐδ᾽ ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν· ἕως, καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρετὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησε. Δυσμεταχειριστότατον ἔχθρας εἶδος ὁ φθόνος. Τοὺς μὲν γὰρ ἄλλως δυσμενεῖς ἡμερωτέρους ποιοῦσιν αἱ εὐποιίαι· τὸν βάσκανον δὲ καὶ κακοήθη τὸ καλῶς παθεῖν πλέον προσερεθίζει· καὶ ὅσῳπερ ἂν μειζόνων τύχῃ, μειζόνως ἀγανακτεῖ καὶ ἀνιᾶται, καὶ δυσχεραίνει. Πλεῖον γὰρ ἄχθεται τῇ δυνάμει τοῦ εὐεργέτου, ἢ χάριν ἔχει τοῖς εἰς αὐτὸν γινομένοις. Ποῖον οὐ νικῶσι θηρίον τῇ χαλεπότητι τῶν τρόπων; Τί τῶν ἀνημέρων οὐχ ὑπερβάλλουσιν ἀγριότητι; Οἱ κύνες τρεφόμενοι ἡμεροῦνται· οἱ λέοντες χειροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαίνονται.

Τί τὸν γενναῖον Ἰωσὴφ δοῦλον ἐποίησεν; Οὐχ ὁ φθόνος τῶν ἀδελφῶν; Ἔνθα καὶ θαυμάσαι ἄξιον τὴν ἀλογίαν τῆς νόσου. Φοβηθέντες γὰρ τῶν ὀνειράτων τὴν ἔκβασιν, δοῦλον ἐποίουν τὸν ἀδελφὸν, ὡς οὐκ ἄν ποτε δούλου προσκυνηθέντος. Καίτοι εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, ἀντὶ τίνος βασκαίνετε τῷ σφαλλομένῳ;

Νυνὶ δὲ ὑπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας περιτρέπεται αὐτοῖς τὸ σοφόν. Δι᾽ ὧν γὰρ ἐνόμιζον ἐμποδίζειν τῇ προῤῥήσει, διὰ τούτων ἐφάνησαν ὁδοποιοῦντες τὴν ἔκβασιν. Εἰ γὰρ μὴ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον, οὐκ ἂν διὰ σωφροσύνην ταῖς ἐπιβουλαῖς τῆς ἀκολάστου γυναικὸς περιέπεσεν, οὐκ ἂν ἐβλήθη εἰς δεσμωτήριον, οὐκ ἂν ἐγένετο συνήθης τοῖς ὑπηρέταις τοῦ Φαραὼ, οὐδ᾽ ἂν συνέβαλε τὰ ὀνείρατα, ὅθεν τὴν ἀρχὴν ἐδέξατο τῆς Αἰγύπτου, καὶ διὰ τὴν σιτοδείαν ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ πρὸς αὐτὸν ἐλθόντων προσεκυνήθη. Μετάβα τῷ λόγῳ ἐπὶ τὸν μέγιστον φθόνον, καὶ ἐπὶ μεγίστοις συστάντα, ὃς ἐκ τῆς Ἰουδαίων μανίας κατὰ τοῦ Σωτῆρος ἐγένετο.

Διὰ τί ἐφθονεῖτο; Διὰ τὰ θαύματα. Τίνες δὲ ἦσαν αἱ θαυματοποιίαι; Σωτηρία τῶν δεομένων· ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο· ἠγείροντο οἱ νεκροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο· δαίμονες ἀπηλαύνοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβουλεύετο· λεπροὶ ἐκαθαρίζοντο, καὶ χωλοὶ περιεπάτουν, κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον, καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο. Καὶ τὸ τελευταῖον θανάτῳ παρέδωκαν τὸν τὴν ζωὴν χαρισάμενον, καὶ ἐμαστίγουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκαζον τὸν κριτὴν τοῦ κόσμου. Οὕτω μέχρι πάντων διεξῆλθε τὰ τοῦ φθόνου κακά. Καὶ ἑνὶ τούτῳ ὅπλῳ ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου μέχρι συντελείας αἰῶνος πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, ὁ χαίρων ἡμῶν τῇ ἀπωλείᾳ, ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἴσου πάθους συγκαταβάλλων.