Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν φθόνον

Μέγας Βασίλειος

Τα χαρακτηριστικά του φθονερού και η δαιμονική συνεργεία

Ανάλυση της ανάπτυξης του φθόνου μεταξύ οικείων, εξήγηση της βασκανίας ως ενέργεια των δαιμόνων μέσω των ανθρώπων, καθώς και περιγραφή των εξωτερικών γνωρισμάτων και της συκοφαντικής διάθεσης των φθονερών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Σοφὸς ἄρα ἦν ὁ τῷ βασκάνῳ ἀνδρὶ μηδὲ συνδειπνεῖν ἐπιτρέπων· ἀπὸ τῆς ἐν τῷ δείπνῳ συνουσίας περὶ πάσης ὁμοῦ τῆς κατὰ τὸν βίον κοινωνίας διαλεγόμενος. Ὥσπερ γὰρ τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι ποῤῥωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω χρὴ, καθ᾽ ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυτοὺς ποιοῦντας. Οὐδὲ γὰρ ἄλλως δυνατὸν συμπλακῆναι τῷ φθόνῳ, μὴ δι᾽ οἰκειότητος αὐτῷ προσεγγίσαντα.

Ἐπείπερ κατὰ τὸν Σολομῶντος λόγον, Τῷ ἀνδρὶ ὁ ζῆλος παρὰ τοῦ ἑταίρου αὐτοῦ. Καὶ γὰρ οὕτως ἔχει. Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύθης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος· καὶ ἐν τῷ ὁμοεθνεῖ μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συνηθεστάτοις· καὶ τῶν συνήθων τοῖς γείτοσι καὶ ὁμοτέχνοις, καὶ τοῖς ἄλλως οἰκείοις· κἀν τούτοις πάλιν, ἡλικιώταις καὶ συγγενέσι καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Ἐκεῖνό γε μὴν κἂν ἐπαινέσειέ τις τοῦ κακοῦ, ὅτι ὅσῳπερ ἂν σφοδρότερος κινηθῇ, τοσούτῳ χαλεπώτερός ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω καὶ τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς γὰρ λυπούμενος ἠλάττωσέ ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυτὸν μέντοι προσανάλωσε ταῖς λύπαις κατατηκόμενος.

Ἤδη δὲ καὶ τῶν ἰοβόλων αὐτῶν ὀλεθριώτεροι εἶναι οἱ νοσοῦντες τὴν βασκανίαν ὑπονενόηνται· εἴπερ τὰ μὲν διὰ πληγῆς ἐνίησι τὸν ἰὸν, καὶ κατὰ μικρὸν σηπεδόσι τὸ δηχθὲν ἐπινέμεται· τοὺς δὲ φθονερούς τινες οἴονται καὶ δι᾽ ὀφθαλμῶν μόνων τὴν βλάβην ἐπιβάλλειν· ὥστε τὰ εὐεκτικὰ σώματα, καὶ ἐκ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς εἰς τὴν ἄκραν ὥραν ὑπερανθήσαντα, τήκεσθαι παρ᾽ αὐτῶν καταβασκαινόμενα, καὶ ὅλον ἀθρόως συναναιρεῖσθαι τὸν ὄγκον, οἷον ῥεύματός τινος ὀλεθρίου ἐκ τῶν φθονερῶν ὀφθαλμῶν ἀποῤῥέοντος, καὶ λυμαινομένου καὶ διαφθείροντος. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι, ὡς δημώδη καὶ τῇ γυναικωνίτιδι παρεισαχθέντα ὑπὸ γραϊδίων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ ἴδιον ἀποκέχρηνται βούλημα· ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Εἶτα οὐ φρίσσεις ὑπηρέτην σεαυτὸν ποιῶν δαίμονος ὀλεθρίου, ἀλλ᾽ ὑποδέχῃ κακὸν, δι᾽ οὗ ἐχθρὸς μὲν γενήσῃ τῶν μηδὲν ἀδικούντων, ἐχθρὸς δὲ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀφθόνου;

Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρημα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κολάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέρησις βασιλείας. Δῆλοι δέ πως καὶ αὐτῷ τῷ προσώπῳ τυγχάνουσιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὁφρὺς συμπεπτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας κριτήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα.

Οὐ πρᾶξις κατ᾽ ἀρετὴν ἐπαινετὴ παρ᾽ ἐκείνοις, οὐ λόγου δύναμις σεμνότητι κεκοσμημένη καὶ χάρισιν, οὐκ ἄλλο τι τῶν ζηλωτῶν καὶ περιβλέπτων οὐδέν. Ὥσπερ δὲ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολλοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτως οἱ βάσκανοι τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται· κἄν τι προσπταῖσαι συμβῇ, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦτο δημοσιεύουσι, καὶ ἀπὸ τούτων τοὺς ἄνδρας γνωρίζειν βούλονται· ὥσπερ οἱ πονηροὶ τῶν ζωγράφων ἀπὸ τῆς ἐνδιαστρόφου ῥινὸς, ἢ ἀπό τινος οὐλῆς ἢ κολοβώματος, ἐκ φύσεως ἢ ἐκ πάθους ἐπισυμβάντος, τὰς μορφὰς τῶν γραφομένων ἀποσημαίνοντες. Δεινοὶ δὲ ταῖς εἰς τὸ χεῖρον παρατροπαῖς τὸ ἐπαινετὸν διαπτύσαι, καὶ ἐκ τῆς γείτονος κακίας τὴν ἀρετὴν διαβαλεῖν. Θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον δὲ τὸν σώφρονα· τὸν δίκαιον ἀπηνῆ· κακοῦργον τὸν φρόνιμον.

Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον διαβάλλουσι, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον· πάλιν τὸν οἰκονομικὸν φειδωλόν. Καὶ ὅλως, πάντα τὰ τῆς ἀρετῆς εἴδη οὐκ ἀπορεῖ παρ᾽ αὐτοῖς ὀνόματος ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Τί οὖν; ἐν τῇ κατηγορίᾳ τοῦ κακοῦ τὸν λόγον στήσομεν;