Ὅλως δὲ, ὑπερκύψας τῷ λογισμῷ τὰ ἀνθρώπινα, καὶ πρὸς τὸ ὄντως καλὸν καὶ ἐπαινετὸν ἀπιδὼν, πολλοῦ ἄν τι δέοις τῶν φθαρτῶν καὶ γηΐνων μακαριστὸν κρῖναι καὶ ζηλωτόν. Οὕτω δὲ ἔχοντι, καὶ μὴ ὡς ἐπὶ μεγάλοις ἐκπεπληγμένῳ τοῖς κοσμικοῖς, ἀμήχανόν ποτε παραγενέσθαι τὸν φθόνον, Εἰ δὲ πάντως δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ διὰ τοῦτο οὐκ ἀνέχῃ δεύτερος εἶναι (ἔστι γὰρ οὖν δὴ καὶ τοῦτο πρὸς τὸ φθονεῖν ἀφορμή), σὺ δὲ ἐπὶ τὴν κτῆσιν τῆς ἀρετῆς, ὥσπερ τι ῥεῦμα, μετάθες σεαυτοῦ τὸ φιλότιμον. Μὴ γὰρ πάντως πλουτεῖν ἐκ παντὸς τρόπου βούλου, μηδὲ εὐδόκιμος εἶναι ἐκ τῶν τοῦ κόσμου πραγμάτων. Οὐ γὰρ ἐπὶ σοὶ ταῦτα· ἀλλὰ δίκαιος ἔσο, καὶ σώφρων, καὶ φρόνιμος, καὶ ἀνδρεῖος, καὶ ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἡ μὲν γὰρ ἀρετὴ ἐφ᾽ ἡμῖν, καὶ δυνατὴ κτηθῆναι τῷ φιλοπόνῳ· ἡ δὲ τῶν χρημάτων περιβολὴ, καὶ ὥρα σώματος, καὶ ὄγκος ἀξιωμάτων, οὐκ ἐφ᾽ ἡμῖν. Εἰ τοίνυν καὶ μεῖζον ἀγαθὸν ἡ ἀρετὴ καὶ διαρκέστερον, καὶ ὁμολογουμένην παρὰ πάντων ἔχουσα τὴν προτίμησιν, ταύτην ἡμῖν διωκτέον· ἣν ἐγγενέσθαι τῇ ψυχῇ, ἀπό τε τῶν ἄλλων παθῶν καὶ μάλιστα δὴ πάντων ἀπὸ τῆς βασκανίας μὴ καθαρευούσῃ, ἀμήχανον.