Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν λιμὸν καὶ τὴν αὐχμόν

Μέγας Βασίλειος

Τα πνευματικά αίτια της συμφοράς και η ανάγκη έμπρακτης μετάνοιας

Ανάδειξη της πλεονεξίας, της ραθυμίας και της ασπλαχνίας ως αιτιών της θείας παιδαγωγίας, με έλεγχο της επιφανειακής προσευχής και προτροπή σε ειλικρινή, πρακτική μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Λεγέσθω τοίνυν καὶ πρὸς ἡμᾶς παρὰ τοῦ αὐτοῦ προφήτου, οὗ μικρὸν πρόσθεν ἐν προοιμίοις ἐμνημονεύσαμεν· Καὶ ἐγὼ, φησὶν, ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· καὶ μερὶς μία βραχήσεται, καὶ μερὶς, ἐφ᾽ ἣν οὐ βρέξω, ξηρανθήσεται. Καὶ συναθροίσονται δύο ἢ τρεῖς πόλεις εἰς μίαν, πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσι· διότι οὐκ ἐπεστράφητε πρὸς μὲ, λέγει Κύριος. Μάθωμεν οὖν, ὅτι δι᾽ ἀποστροφὴν καὶ ἀμέλειαν ταύτας ἡμῖν ὁ Θεὸς τὰς πληγὰς ἐνίησιν, οὐκ ἐκτρῖψαι ζητῶν, ἀλλ᾽ ἐπανορθῶσαι σπουδάζων, κατὰ τοὺς χρηστοὺς τῶν πατέρων καὶ ἀμελεῖς τῶν τέκνων, οἳ θυμοῦνται κατὰ τῶν νέων, καὶ διανίστανται, οὐ κακόν τι δοῦναι σπουδάζοντες. ἀλλ᾽ ἐκ τῆς νηπιώδους ὀλιγωρίας καὶ τῶν τῆς νεότητος ἁμαρτιῶν εἰς ἐπιμέλειαν ἄγοντες. Ὁρᾶτε τοίνυν, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τὰς ὥρας τῶν ἰδίων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις διήμειψεν.

Ὁ χειμὼν οὐκ ἔσχε τὸ σύνηθες ὑγρὸν μετὰ τοῦ ξηροῦ, ἀλλὰ πᾶσαν ἰκμάδα τῷ κρυστάλλῳ κατέδησέ τε καὶ ἀπεξήρανεν, ἄμοιρος δὲ διετέλεσε καὶ νιφάδων καὶ ὑετῶν. Τὸ ἔαρ πάλιν τὸ μὲν ἕτερον μέρος τῶν ἰδιωμάτων ἔδειξε, τὴν θερμότητα λέγω· τοῦ δὲ ὑγροῦ τὴν μετουσίαν οὐκ ἔσχε. Καῦμα δὲ καὶ κρυμὸς, καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ᾽ ἡμῶν συμφωνήσαντα βλάβην, τοῦ βίου καὶ τῆς ζωῆς τοὺς ἀνθρώπους ἐλαύνουσι. Τίς οὖν ἄρα τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; τίς ὁ νεωτερισμὸς τῶν καιρῶν; Ἐρευνήσωμεν, ὡς νοῦν ἔχοντες· ὡς λογικοὶ, λογισώμεθα. Μὴ ὁ κυβερνῶν τὸ πᾶν οὐκ ἔστι; μὴ ὁ ἀριστοτέχνης Θεὸς ἐπελάθετο τῆς οἰκονομίας; μὴ ἀφῃρέθη τῆς ἐξουσίας καὶ τῆς δυνάμεως; ἢ τὴν ἰσχὺν μὲν τὴν αὐτὴν ἔχει, καὶ τοῦ κράτους οὐ παρελύθη· παρηνέχθη δὲ εἰς σκληρότητα, καὶ τὸ λίαν ἀγαθὸν, καὶ τὸ περὶ ἡμᾶς κηδεμονικὸν εἰς μισανθρωπίαν μετέβαλεν; Οὐκ ἂν εἴποι τις σωφρονῶν· ἀλλὰ φανερὰ καὶ δῆλα τὰ αἴτια δι᾽ ἃ συνήθως οὐ διοικούμεθα. Λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαινοῦμεν, καὶ ταύτης ἀποστεροῦμεν τοὺς δεομένους.

Δοῦλοι ὄντες, ἐλευθερούμεθα, καὶ τοὺς ὁμοδούλους οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν Θεὸν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας. Πολύτοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. Διὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ δίκαιον κριτήριον. Διὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀνοίγει τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλείσαμεν.

Διὰ τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη ἐψύγη. Φωνὴ λιτανευόντων εἰκῆ βοᾷ, καὶ πρὸς τὸν ἀέρα διασκεδάννυται. Οὐδὲ γὰρ ἡμεῖς τῶν ἀξιούντων ἠκούσαμεν. Οἵα δὲ ἡμῶν ἡ προσευχὴ καὶ ἡ δέησις; Οἱ ἄνδρες, πλὴν ὀλίγων, ταῖς ἐμπορίαις σχολάζετε· αἱ γυναῖκες, ὑπηρετεῖτε τούτοις εἰς τὴν ἐργασίαν τοῦ μαμμωνᾶ. Ὀλίγοι λοιπὸν μετ᾽ ἐμοῦ καὶ τῆς προσευχῆς, καὶ οὗτοι ἰλιγγιῶντες, χασμώμενοι, μεταστρεφόμενοι συνεχῶς, καὶ ἐπιτηροῦντες πότε τοὺς στίχους ὁ ψαλμῳδὸς συμπληρώσει, πότε, ὡς δεσμωτηρίου, τῆς ἐκκλησίας, καὶ τῆς ἀνάγκης τῆς προσευχῆς ἀφαιρεθήσονται. Οἱ δὲ δὴ παῖδες οἱ σμικρότατοι οὗτοι, οἱ τὰς δέλτους ἐν τοῖς διδασκαλείοις ἀποθέμενοι, καὶ συμβοῶντες ἡμῖν, ὡς ἄνεσιν μᾶλλον καὶ τέρψιν τὸ πρᾶγμα μετέρχονται, ἑορτὴν ποιούμενοι τὴν ἡμετέραν λύπην, ἐπειδὴ τῆς ἐπαχθείας τοῦ παιδευτοῦ, καὶ τῆς φροντίδος τῶν μαθημάτων πρὸς ὀλίγον ἐλευθεροῦνται. Τὸ δὲ τῶν τελείων ἀνδρῶν πλῆθος, καὶ ὁ ταῖς ἁμαρτίαις ἐνεχόμενος δῆμος ἄνετος, καὶ ἐλευθεριάζων, καὶ γεγανωμένος τὴν πόλιν διατρέχει· ὁ τῶν κακῶν τὴν αἰτίαν ἐν ταῖς ψυχαῖς περιφέρων· ὁ τὴν συμφορὰν κινήσας καὶ ἐργασάμενος. Ἀναίσθητα δὲ καὶ ἄμεμπτα βρέφη πρὸς τὴν ἐξομολόγησιν ἐπείγεται καὶ ἀθροίζεται, οὔτε τὴν ἀφορμὴν τῶν λυπούντων, οὔτε τοῦ συνήθως προσεύξασθαι γνῶσιν ἢ δύναμιν ἔχοντα.

Σύ μοι πάρελθε εἰς μέσον, ὁ ταῖς ἁμαρτίαις πεφυρμένος· σὺ πρόσπεσον καὶ κλαῦσον καὶ στέναξον· ἄφες τὸ βρέφος ἐνεργεῖν τὰ ἴδια τῆς ἡλικίας ἀκόλουθα. Ἵνα τί κρύπτῃ κατηγορούμενος, καὶ τὸ ἀνεύθυνον εἰς ἀπολογίαν προϊστᾷς; Μὴ γὰρ παίζεται ὁ κριτὴς, ἵνα ὑποβολιμαῖον ἀντεισαγάγῃς πρόσωπον; Ἔδει δὲ παρεῖναι κἀκεῖνο μετὰ σοῦ πάντως, οὐ μόνον. Ὁρᾷς, ὡς καὶ Νινευΐται τῇ μεταμελείᾳ τὸν Θεὸν δυσωποῦντες, καὶ πενθοῦντες ἐπὶ τοῖς ἁμαρτήμασιν, ἃ μετὰ τὴν θάλασσαν καὶ τὸ κῆτος Ἰωνᾶς ἐξεβόησεν, οὐ τὰ βρέφη μόνον εἰς τὴν μετάνοιαν προεστήσαντο, αὐτοὶ δὲ τρυφῶντες, αὐτοὶ εὐωχούμενοι διέζων τὸν βίον· ἀλλὰ πρώτους μὲν ἐδάμασε τοὺς πατέρας τοὺς ἡμαρτηκότας ἡ νηστεία, καὶ ἡ τιμωρία τοὺς πατέρας ἐκάκου, εἰς προσθήκης δὲ λόγον ἠναγκασμένως ἐθρήνει τὰ βρέφη, ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθανομένης τε καὶ ἀναισθήτου· τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ᾽ ἀνάγκην.

Καὶ οὕτως αὐτοὺς ἰδὼν ὁ Θεὸς ταπεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαιπωρίαν παγγενῆ κατακρίναντας, καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ὢ τῆς ἐμμελοῦς μετανοίας! ὢ τῆς σοφῆς καὶ πεπυκνωμένης θλίψεως! Οὐδὲ τὰ ἄλογα ἀσυντελῆ τῆς τιμωρίας ἀφῆκαν· ἀλλὰ καὶ αὐτὰ βοᾷν ἐξ ἀνάγκης ἐμηχανήσαντο. Ἐχωρίσθη γὰρ τῆς βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῴας θηλῆς ὁ ἀρνειὸς, παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκούσης ἀγκάλαις· ἐν ἰδίοις σηκοῖς αἱ μητέρες, ἐν ἰδίοις τὰ τέκνα· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι, καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες, τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμπαθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα. Τὰ βρέφη, κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦσαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Καὶ διὰ τοῦτο τὴν ἐκείνων μετάνοιαν εἰς κοινὸν τοῦ βίου διδασκάλιον ὁ θεόπνευστος λόγος ἔγγραφον διέσωσεν. Ὁ πρεσβύτης ἐπ᾽ ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ διεσπάραττεν. Ὁ νεανίσκος, καὶ ἀκμάζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναζεν· ὁ πλούσιος, ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν.

Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας, σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινὸς τῇ γῇ προσεσύρετο· τὴν ἰδιάζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐπάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων Δεσπότην ἔβλεπεν ὀργιζόμενον.

Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια. Ἡμεῖς δὲ τὴν μὲν ἁμαρτίαν ἐπιτελοῦμεν συντόνως, ὀλιγώρως δὲ καὶ ῥᾳθύμως ἀναλαμβάνομεν τὴν μετάνοιαν. Τίς εὐξάμενος ἀποῤῥεῖ δάκρυον, ἵν᾽ ὄμβρον λάβῃ καὶ σταγόνας εὐκαίρους;

Τίς ἐξαλείφων ἁμαρτίας, κατὰ μίμησιν τοῦ μακαρίου Δαβὶδ, θρήνοις τὴν κοίτην ἔβρεξε; Τίς πόδας ἀπέπλυνε ξένων, καὶ τὴν κόνιν τῆς ὁδοιπορίας ἀπέκλυσεν, ἵν᾽ ἐν καιρῷ δυσωπήσῃ τὸν Θεὸν, αὐχμοῦ λύσιν ζητῶν; Τίς ἔθρεψε τὸ πατρὸς ἔρημον παιδίον, ἵνα νῦν ἡμῖν ὁ Θεὸς θρέψῃ τὰ σιτία, ὡς ὀρφανὸν τῇ τῶν ἀνέμων ἀκρασίᾳ κονδυλιζόμενον; Τίς ἐθεράπευσε χήραν κεκακωμένην ταῖς δυσκολίαις τοῦ βίου, ἵνα νῦν ἐπιμετρηθῇ τὴν ἀναγκαίαν τροφήν; Διάῤῥηξον γραμματεῖον ἄδικον, ἵν᾽ οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξάλειψον βαρυτάτων τόκων ὁμολογίαν, ἵνα τέκῃ τὰ συνήθη ἡ γῆ. Χαλκοῦ γὰρ καὶ χρυσοῦ καὶ τῶν ἀγόνων παρὰ φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στείρα, καὶ πρὸς τιμωρίαν τῶν ἐποικούντων κατεδικάσθη τὴν ἀκαρπίαν. Δειξάτωσαν τοίνυν οἱ τὴν πλεονεξίαν τιμῶντες, οἱ τὸν πλοῦτον μεθ᾽ ὑπερβολῆς συνάγοντες, τίς ἡ δύναμις τῶν θησαυρισθέντων, ἢ τί τὸ ὄφελος, ἂν ὀργισθεὶς ὁ Θεὸς ἐπὶ πλεῖον παρελκύσῃ τὴν τιμωρίαν. Ὠχρότεροι τάχα τοῦ χρυσοῦ γενήσονται οἱ τοῦτον σωρεύοντες, ἐὰν μὴ τὸν ἄρτον, μέχρι χθὲς καὶ πρώην καταφρονούμενον διὰ τὴν πρόχειρον ἐξουσίαν τῆς εὐθηνίας, σχῶσι. Δὸς δὴ μὴ εἶναι τὸν πιπράσκοντα, μηδὲ ὑπάρχειν σῖτον ἐν ἀποθήκαις· καὶ τίς ἡ χρῆσις τῶν βαρυτάτων βαλαντίων; εἰπέ μοι. Οὐ μετ᾽ ἐκείνων χωσθήσῃ; Οὐ γῆ ὁ χρυσός;

Οὐ πηλὸς ἀχρεῖος πηλῷ τῷ σώματι παρακείσεται; Πάντα ἐκτήσω, καὶ ἓν ἀναγκαῖον οὐκ ἔχεις, δύναμιν τοῦ τρέφειν σεαυτόν. Τῷ παντί σου πλούτῳ ἓν νέφος ἀπέργασαι· ὀλίγων ψεκάδων ἐπινόησον πόρον· ἔπειξον εἰς καρποφορίαν τὴν γῆν· λῦσον τῷ ὑπερηφάνῳ καὶ σοβοῦντι πλούτῳ τὴν συμφοράν. Τάχα τινὰ τῶν εὐλαβῶν παρακαλέσεις, ἵν᾽ εὐχαῖς ὡς ὁ Θεσβίτης Ἠλίας ἄνεσίν σοι χαρίσηται τῶν δεινῶν, ἄνθρωπος ἀκτήμων, ὠχριῶν, ἀνυπόδετος, ἀοίκητος, ἀνέστιος, ἄπορος, ἑνὶ χιτῶνι σκεπόμενος, ὡς Ἠλίας τῇ μηλωτῇ, τὴν εὐχὴν ἔχων σύντροφον, τὴν ἐγκράτειαν ὁμοδίαιτον. Κἂν ἐπιτύχῃς τῆς παρὰ τοῦ τοιούτου βοηθείας δεόμενος, οὐ μακρὰ καταγελάσεις τῶν πολυμερίμνων κτημάτων; οὐ προσπτύσεις τῷ χρυσῷ; οὐ διαῤῥίψεις ὡς κόπρον τὸν ἄργυρον, ὃν πρότερον πάντα δυνάμενον καὶ φίλτατον ὀνομάζων, ἀδρανῆ βοηθὸν ἐπὶ τῆς χρείας ἐγνώρισας; Διὰ σὲ καὶ τὴν συμφορὰν ταύτην κατεδίκασεν, ἐπειδὴ ἔχων οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς πεινῶντας· ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου· ἐπειδὴ προσκυνούμενος οὐκ ἠλέεις. Ἔρχεται καὶ δι᾽ ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην.

Πάντες τοίνυν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς βίους ἑαυτῶν ἐξετάσωμεν, ὡς παιδαγωγῷ πρόσχωμεν τῷ αὐχμῷ, ἕκαστον τῆς ἰδίας ἁμαρτίας ὑπομιμνήσκοντι. Εἴπωμεν καὶ ἡμεῖς τοῦ γενναίου Ἰὼβ τὴν φωνὴν εὐαισθήτως· Χεὶρ Κυρίου ἐστὶν, ἡ ἁψαμένη μου.