Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν λιμὸν καὶ τὴν αὐχμόν

Μέγας Βασίλειος

Προτροπές για ελεημοσύνη, κοινωνική αλληλεγγύη και καταδίκη της σκληροκαρδίας

Συγκριτική περιγραφή της σωματικής φθοράς από την πείνα, αυστηρός έλεγχος όσων αδιαφορούν για τους ενδεείς και παράθεση υποδειγμάτων φιλαδελφίας και κοινοχρησίας των αγαθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμισον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος, ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυνος προφανὴς, ἀλλ᾽ ἐγὼ τὴν σὴν ἐντολὴν ἐμοῦ προτίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ σκεδαννύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στενώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, πολύχουν ἀπογεννᾷ τὸν καρπὸν, ἀῤῥαβὼν τῆς τροφῆς, ἐλέου πρόξενος. Εἰπὲ καὶ σὺ τῆς χήρας τῆς Σιδωνίας ῥῆμα ἐν τοῖς ὁμοίοις, εὐκαίρως τῆς ἱστορίας μνημόνευσον· Ζῇ Κύριος, ὅτι τοῦτον ἔχω ἐν τῇ οἰκίᾳ μου μόνον εἰς διατροφὴν ἐμοὶ καὶ τοῖς παιδίοις. Κἂν δῷς ἐκ τοῦ λείποντος, ἕξεις καὶ σὺ τὸν καμψάκην τοῦ ἐλαίου τῇ χάριτι βρύοντα· τὴν ὑδρίαν τῶν ἀλεύρων ἀκένωτον. Ἐπὶ γὰρ τῶν πιστῶν φιλότιμος ἡ τοῦ Θεοῦ χάρις μιμεῖται τὰ φρέατα, τὰ ἀεὶ κενούμενα, καὶ μὴ ἐξαντλούμενα, τὸ διπλοῦν ἀντεισάγουσα. Δάνεισον, ὁ ἄπορος, τῷ πλουσίῳ Θεῷ. Πίστευσον τῷ ἀεὶ εἰς πρόσωπον ἴδιον ὑπὲρ τοῦ θλιβομένου λαμβάνοντι, καὶ οἴκοθεν ἀποδιδόντι τὴν χάριν. Ἀξιόπιστος ἐγγυητὴς, πανταχοῦ γῆς καὶ θαλάττης ἡπλωμένους ἔχων τοὺς θησαυρούς.

Καὶ πλέων ἐὰν ἀπαιτήσῃς τὸ δάνεισμα, λήψῃ ἐπὶ μέσου πελάγους σὺν τόκοις τὸ κεφάλαιον. Φιλοτιμεῖται γὰρ ἐν ταῖς προσθήκαις. Τὸ τοῦ λιμώττοντος νόσημα, λιμὸς, οἰκτρὸν πάθος ἐστί. Λιμὸς ἀνθρωπίνων συμφορῶν ὑπάρχει τὸ κεφάλαιον, πάντων θανάτων μοχθηρότερον τέλος οὗτος.

Ἐπὶ μὲν γὰρ τῶν ἄλλων κινδύνων, ἢ ξίφους ἀκμὴ τὴν τελευτὴν ὀξέως ἐφίστησιν, ἢ πυρὸς ὁρμὴ συντόμως τὸ ζῇν ἀποσβέννυσιν, ἢ θηρία, τοῖς ὀδοῦσι διασπαράξαντα ὅσα καίρια τῶν μελῶν, οὐ συγχωρεῖ τῇ παρολκῇ τῆς ὀδύνης τιμωρηθῆναι. Λιμὸς δὲ ἀργὸν ἔχει τὸ κακὸν, παρέλκουσαν τὴν ἀλγηδόνα, ἐγκαθημένην τὴν νόσον καὶ ἐμφωλεύουσαν, θάνατον ἀεὶ παρόντα, καὶ ἀεὶ βραδύνοντα. Τὸ γὰρ κατὰ φύσιν ὑγρὸν ἐκδαπανᾷ· τὸ θερμὸν καταψύχει· τὸν ὄγκον συστέλλει· τὴν δύναμιν κατ᾽ ὀλίγον ἀπομαραίνει.

Ἡ σὰρξ ὡς ἀράχνιον τοῖς ὀστέοις περίκειται. Ὁ χροῦς ἄνθος οὐκ ἔχει. Τὸ μὲν γὰρ ἐρυθρὸν φεύγει, ἐκτηκομένου τοῦ αἵματος· τὸ λευκὸν οὐκ ἔστι, τῇ ἰσχνότητι τῆς ἐπιφανείας μελαινομένης· πελιδνὸν δὲ τὸ σῶμα, ὠχρότητι καὶ τῷ μέλανι ἐλεεινῶς ἐκ τοῦ πάθους κιρνώμενον· γόνατα οὐ βαστάζοντα, ἀλλὰ πρὸς βίαν ἑλκόμενα. Φωνὴ λεπτὴ καὶ ἀδρανής· ὀφθαλμοὶ ἐνασθενοῦντες ταῖς κοιλότησιν, εἰκῆ ταῖς θήκαις ἐναποκείμενοι, ὡς τὰ τοῖς ἐλύτροις ἐμψυγέντα τῶν ἀκροδρύων. Γαστὴρ κενὴ καὶ συμπεπτωκυῖα, καὶ ἄμορφος, οὐκ ὄγκον, οὐ φυσικὴν τῶν σπλάγχνων ἐπίτασιν ἔχουσα, τοῖς ὀστέοις δὲ τοῦ νώτου προσπεπλασμένη.

Ὁ οὖν τοιοῦτον σῶμα παρατρέχων πόσων κολάσεων ἄξιος; τίνα δὲ ὠμότητος ὑπερβολὴν καταλείψει; πῶς δὲ οὐκ ἄξιος τοῖς ἀνημέροις τῶν θηρίων συναριθμεῖσθαι, ὁρᾶσθαι δὲ ἐναγὴς καὶ ἀνδροφόνος; Ὁ γὰρ ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν, ἑκὼν δὲ καὶ πρὸς πλεονεξίαν ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Τὸ τοῦ λιμοῦ πάθος κατηνάγκασε πολλοὺς πολλάκις καὶ τοὺς ὅρους κινῆσαι τῆς φύσεως· ἅψασθαι μὲν ἄνθρωπον τῶν ὁμοφύλων σωμάτων, μητέρα δὲ παῖδα, ὃν ἐκ τῆς γαστρὸς προήγαγε, πάλιν τῇ γαστρὶ κακῶς ὑποδέξασθαι.

Καὶ τοῦτο τὸ δρᾶμα Ἰουδαϊκὴ ἐτραγῴδησεν ἱστορία, ἣν Ἰώσηπος ἡμῖν ὁ σπουδαῖος συνεγράψατο, ὅτε τὰ δεινὰ πάθη τοὺς Ἱεροσολυμίτας κατέλαβε, τῆς εἰς τὸν Κύριον δυσσεβείας ἐνδίκους τιμωρίας τιννύντας. Ὁρᾷς καὶ αὐτὸν τὸν ἡμέτερον Θεὸν τὰ μὲν ἄλλα τῶν παθῶν πολλάκις παρατρέχοντα, ἐπὶ δὲ τοῖς πεινῶσι συμπαθῶς σπλαγχνιζόμενον· Σπλαγχνίζομαι γὰρ, φησὶν, ἐπὶ τὸν ὄχλον. Διὸ καὶ ἐν τῇ τελευταίᾳ κρίσει, ἔνθα προσκαλεῖται τοὺς δικαίους ὁ Κύριος, τὴν πρώτην τάξιν ὁ μεταδοτικὸς ἐπέχει· ὁ τροφεὺς πρωτοστάτης τῶν τιμωμένων· ὁ τὸν ἄρτον χορηγήσας πρὸ πάντων καλεῖται· ὁ χρηστὸς καὶ εὐμετάδοτος πρὸ τῶν ἄλλων δικαίων τῇ ζωῇ παραπέμπεται.

Ὁ ἀκοινώνητος καὶ φειδωλὸς πρὸ πάντων ἁμαρτωλῶν τῷ πυρὶ παραδίδοται. Ἐπὶ τὴν μητέρα σε τῶν ἐντολῶν ὁ καιρὸς καλεῖ· καὶ σφόδρα μερίμνησον, ἵνα σε μὴ παρέλθῃ ὁ τῆς πανηγύρεως καὶ τῶν συναλλαγμάτων καιρός. Ῥεῖ γὰρ ὁ χρόνος, καὶ οὐκ ἐκδέχεται τὸν βραδύνοντα· ἐπείγονται αἱ ἡμέραι, τὸν ὀκνηρὸν παρατρέχουσιν. Καὶ ὡς οὐκ ἔστι ῥεῦμα ποταμοῦ στῆσαι, εἰ μή τις, κατὰ τὴν πρώτην ἔντευξιν καὶ προσβολὴν ἀνελόμενος, εἰς δέον τῷ ὕδατι χρήσαιτο· οὕτως οὐδὲ τὸν χρόνον ταῖς ἀναγκαστικαῖς περιόδοις ἐλαυνόμενον ἐπισχεῖν, οὐδὲ παρελθόντα ἀναλῦσαι εἰς τὸ κατόπιν, εἰ μή τις προσάγοντος λάβοιτο. Καὶ διὰ τοῦτο τὴν ἐντολὴν ὡς φεύγουσαν κάτασχε καὶ ἐπιτέλεσον, καὶ λαβόμενος πανταχόθεν ἐν ταῖς ἀγκάλαις περίδραξαι. Δὸς ὀλίγα, καὶ πολλὰ κτῆσαι· λῦσον τὴν πρωτότυπον ἁμαρτίαν τῇ τῆς τροφῆς μεταδόσει. Ὡς γὰρ Ἀδὰμ, κακῶς φαγὼν, τὴν ἁμαρτίαν παρέπεμψεν, οὕτως ἐξαλείφομεν ἡμεῖς τὴν ἐπίβουλον βρῶσιν, ἐὰν χρείαν ἀδελφοῦ καὶ λιμὸν θεραπεύσωμεν.

Λαοὶ, ἀκούσατε· Χριστιανοὶ, ἐνωτίσασθε· ὅτι τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως. τοῖς δὲ τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις. Μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων ὠμότεροι. Ἐκεῖνα γὰρ τοῖς ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως ὡς κοινῇ κέχρηνται. Καὶ προβάτων ἀγέλαι ἓν καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος· ἵπποι δὲ παμπληθεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα· καὶ πάντα τὰ καθ᾽ ἕκαστον οὕτως ἀλλήλοις ἀντιπαραχωρεῖ τῆς ἀναγκαίας τῶν χρειῶν ἀπολαύσεως· ἡμεῖς δὲ, ἐγκολπιζόμεθα τὰ κοινὰ, τὰ τῶν πολλῶν μόνοι ἔχομεν. Αἰδεσθῶμεν Ἑλλήνων φιλάνθρωπα διηγήματα. Παρά τισιν ἐκείνων νόμος φιλάνθρωπος μίαν τράπεζαν, καὶ κοινὰ τὰ σιτία, μίαν ἑστίαν σχεδὸν τὸν πολυάνθρωπον δῆμον ἀπεργάζεται. Καταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἐπέλθωμεν τὸ τῶν τρισχιλίων ὑπόδειγμα· τὸ πρῶτον τῶν Χριστιανῶν ζηλώσωμεν σύνταγμα· ὅπως ἦν αὐτοῖς ἅπαντα κοινὰ, ὁ βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινὴ, ἀδιαίρετος ἀδελφότης, ἀγάπη ἀνυπόκριτος, τὰ πολλὰ σώματα ἓν ἐργαζομένη· τὰς διαφόρους ψυχὰς εἰς μίαν ὁμόνοιαν ἁρμόζουσα. Πολλὰ τῆς φιλαδελφίας ἔχεις ἐκ Παλαιᾶς Διαθήκης καὶ ἐκ τῆς Νέας τὰ ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετάστειλαι καὶ θρέψον, ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸν ἐὰν εὕρῃς στενούμενον, μὴ ἐπιβάλῃς τῇ ὀργῇ τῇ κατεχούσῃ τὴν ἄμυναν· ἀλλὰ θρέψον ὡς ἐκεῖνος τοὺς ἀδελφοὺς τοὺς πωλήσαντας.

Ἐὰν ἐντύχῃς νεωτέρῳ καταπονουμένῳ, οὕτω δάκρυσον, ὡς ἐκεῖνος τὸν Βενιαμὶν τὸν τοῦ γήρως υἱόν. Πειράζει καὶ σὲ τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ ἡ δέσποινα· ἕλκει σε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς, καὶ φιλήσῃς μᾶλλον ἐκείνην τὴν φιλόχρυσον καὶ φιλόκοσμον παρὰ τὸ τοῦ Δεσπότου πρόσταγμα. Ὅταν δὴ ἔλθῃ λογισμὸς τῇ ἐντολῇ ἐκείνῃ πολεμῶν, καὶ τὸν σώφρονα νοῦν εἰς τὴν φιλαργυρίαν ἐπισπώμενος, τῆς φιλαδελφίας καταναγκάζων ἀμελεῖν, καὶ κατέχων πρὸς αὐτὴν, πρόσριψον καὶ σὺ τὰ ἱμάτια, ὀργισθεὶς ἀναχώρησον· φύλαξον τῷ Κυρίῳ τὴν πίστιν, ὡς ἐκεῖνος τῷ Πεντεφρῇ· ἐν ἑνὶ ἐνιαυτῷ τὴν ἔνδειαν οἰκονόμησον, ὡς ἐκεῖνος ἐν τοῖς ἑπτά. Μὴ τὰ πάντα τῇ ἡδονῇ, δός τι καὶ τῇ ψυχῇ. Καὶ δύο σοι νόμισον εἶναι θυγατέρας· τὴν εὐπάθειαν τὴν ἐνθάδε, καὶ τὴν ζωὴν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ μὴ θελήσῃς τὰ πάντα δοῦναι τῇ κρείττονι, μέρισον γοῦν ἐξ ἴσης τῇ τε ἀκολάστῳ παιδὶ καὶ τῇ σώφρονι. Μὴ τὴν ἐνταῦθα διαγωγὴν ὑπέρπλουτον δείξῃς, γυμνὴν δὲ τὴν ἄλλην καὶ ῥακίοις ἠμφιεσμένην, ἡνίκα ἂν δέῃ σε τῷ Χριστῷ παραστῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τοῦ κριτοῦ, νύμφης ἔχουσαν σχῆμα, καὶ κλῆσιν τὴν κατ᾽ ἀρετὴν ζωήν. Μὴ τοίνυν ἄμορφον καὶ ἄκοσμον παραστήσῃς τῷ νυμφίῳ τὴν νύμφην, ἵνα μὴ θεασάμενος ἀποκλίνῃ τὸ πρόσωπον, καὶ ἰδὼν μισήσῃ, καὶ τὴν συνάφειαν ἀπαρνήσηται.