Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν μάρτυρα Βαρλαάμ

Μέγας Βασίλειος

Εγκώμιο της ανδρείας και τελική δοξολογία

Προτροπή προς τους ικανότερους ρήτορες να εξυμνήσουν τα κατορθώματα του μάρτυρος και κατακλείδα με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 3

Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸν Δεσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα, προσείπω; Ἀνδριάντα καλέσω;

Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲν γὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰν ὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. Ἂν σιδηροῦν ὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκω λειπομένην εἰκόνα. Σὺ γὰρ μόνος ἔπεισας φλόγα μὴ βιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριον δεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνων ἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας· νῦν δὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυφλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸν ἀριστέα ψελλίσμασι; Ταῖς μεγαλοπρεπεστέραις τοίνυν τὸν εἰς αὐτὸν ὕμνον παραχωρήσωμεν γλώτταις· τὰς μεγαλοφωνοτέρας τῶν διδασκάλων ἐπ᾽ αὐτῷ καλέσωμεν σάλπιγγας. Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις. Ἀμαυρότερον παρ᾽ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ᾽ ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον νίκην ἡττώμενος. Ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ᾽ ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες, καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι.

Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.