Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν μάρτυρα Βαρλαάμ

Μέγας Βασίλειος

Το μαρτύριο, η καρτερία στα βασανιστήρια και η δοκιμασία του πυρός

Η ακατανίκητη στάση του Βαρλαάμ κατά τις μαστιγώσεις και η θαυμαστή ανυποχώρητη στάση της χειρός του κατά την απόπειρα εξαναγκασμού σε ειδωλολατρική θυσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Ἄγροικος ἡμῖν σήμερον ὁ ἀήττητος τῆς εὐσεβείας διδάσκαλος, ὂν εἷλκε μὲν τύραννος ὡς εὐάλωτον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτην ἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγόμενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρ συνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ, οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμὸς ἑωρᾶτο· ἀλλ᾽ ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύλου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει. Ἐνάρκησαν μαστίζοντες δήμιοι, ἀλλ᾽ ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶν ξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ᾽ ὁ τοῦ ξεομένου λογισμὸς οὐκ ἐκάμπτετο. Τὰς τῶν νεύρων αἱ μάστιγες ἁρμονίας παρέλυσαν, ἀλλ᾽ ὁ τῆς πίστεως ἀκριβέστερον ἐπεσφίγγετο τόνος. Διασκαπτόμεναι πλευραὶ δεδαπάνηντο, ἀλλ᾽ ἡ τοῦ φρονήματος ἤνθει φιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο, ἀλλ᾽ ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ἤκμαζεν.

Ὅταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντες τέρπουσι μᾶλλον ἢ πλήττουσι. Μαρτυρεῖ μοι τῶν ἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰ Ἰουδαίων ἐργαζόμενος μάστιγας. Ἐπορεύοντο γὰρ, φησὶ, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτης ὑμνούμενος· εὐφροσύνην τὰς κολάσεις ἡγούμενος, ῥόδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξι· τὰς τῆς ἀσεβείας αἰκίας δραπετεύων ὡς βέλη, καπνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος· τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶ στεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡς τιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαις ὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη διαπτύων γυμνούμενα· χεῖρας δημίων ὡς κηροῦ μαλακωτέρας δεχόμενος· κολαστήριον ξύλον ὡς σωτήριον ἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λειμῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέων ποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰν κεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολεμούντων προσῆκτο μηχάνημα.

Βωμὸν γὰρ πρὸς τὴν τῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ᾽ αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷ τὴν δεξιὰν ὑπτίαν ἐπαιωρῆσαι κελεύσαντες, ὡς χαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβανωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ἤλπιζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖσαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφήσειν.

Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας! Ἐπειδὴ μυρίοις, φησὶ, τὴν γνώμην οὐκ ἐκάμψαμεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκου παλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχαναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρὶ προσαγαγόντες σαλεύσωμεν. Ἀλλ᾽ οὐδὲ ταύτης οἱ δείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλὸξ τὴν χεῖρα διέτρωγεν· ἔμενε δὲ ἡ χεὶρ, ὡς τέφραν τὴν φλόγα βαστάζουσα. Οὐκ ἔδωκε τῷ πολεμοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰ ἄτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶ τὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδοῦσα φωνάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, καὶ τοὺς δακτύλους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέκετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης εὑρίσκετο. Φλογὶ καὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ᾽ ἦν τῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη, τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης, τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ὢ χειρὸς φιλονεικοτέρας πυρός! ὢ χειρὸς, κάμπτεσθαι πυρὶ μὴ μαθούσης! ὢ πυρὸς, ἡττᾶσθαι χειρὶ διδαχθέντος!

Σίδηρος τῇ τοῦ πυρὸς εἴκει τυραννίδι χαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι. Ἀλλ᾽ ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων.