Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν μάρτυρα Βαρλαάμ

Μέγας Βασίλειος

Η θεολογία του θανάτου και η πνευματική πανήγυρις του Βαρλαάμ

Η μεταβολή της φύσεως του θανάτου μετά τον σταυρικό θάνατο του Χριστού και η σύναξη της Εκκλησίας προς τιμήν του αθλητού της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 3

ΟΜΙΛΙΑ ΙΖʹ. Εἰς Βαρλαὰμ μάρτυρα. Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι κοπετοῖς ἐκοσμοῦντο καὶ δάκρυσιν· ἔκλαυσε σφοδρῶς Ἰωσὴφ τὸν Ἰακὼβ τεθνεῶτα, ἐκόψαντο καὶ τὴν Μωϋσέως τελευτὴν οὐ μικρῶς Ἰουδαῖοι· πολλοῖς καὶ τὸν Σαμουὴλ τετιμήκασι δάκρυσι· νῦν δὲ ταῖς τῶν ὁσίων τελευταῖς ἐνσκιρτῶμεν. Ἡ γὰρ τῶν λυπηρῶν μετὰ τὸν σταυρὸν μεταβέβληται φύσις. Οὐκέτι θρήνοις τοὺς τῶν ἁγίων δορυφοροῦμεν θανάτους, ἀλλ᾽ ἐνθέοις χορείαις τοῖς ἐκείνων ἐπορχούμεθα τάφοις.

Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος. Μᾶλλον δὲ πρὸς κρείττονα ζωὴν ἐκδημία. Ἐντεῦθεν σκιρτῶσι σφαττόμενοι μάρτυρες. Ὁ γὰρ τῆς μακαριωτέρας ζωῆς πόθος τὴν τῆς σφαγῆς ὀδύνην νεκρὰν ἀπεργάζεται. Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ τοὺς στεφάνους ὁ μάρτυς· οὐ φρίττει τὰς πληγὰς, ἀλλ᾽ ἀριθμεῖ τὰ βραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγοῦντας δημίους, ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας ἀγγέλους φαντάζεται· οὐ σκοπεῖ τῶν κινδύνων τὸ πρόσκαιρον, ἀλλὰ τὸ τῶν ἐπάθλων αἰώνιον. Λαμπρὸν καὶ παρ᾽ ἡμῖν ἤδη τὸν ἀῤῥαβῶνα καρποῦνται, ταῖς παρὰ πάντων ἐνθέοις εὐφημίαις κροτούμενοι, καὶ μυρίους ἐκ τάφων σαγηνεύοντες δήμους.

Τοῦτο δὴ τὸ τῷ γενναίῳ τήμερον Βαρλαὰμ πεπραγμένον. Ἤχησε γὰρ ἡ πολεμικὴ τοῦ μάρτυρος σάλπιγξ, καὶ τοὺς τῆς εὐσεβείας ὁπλίτας, ὡς ὁρᾶτε, συνήγαγεν. Ὁ τοῦ Χριστοῦ κείμενος ἀθλητὴς ἐκηρύχθη, καὶ τὸ τῆς Ἐκκλησίας ἀνεπτέρωσε θέατρον.

Καὶ ὡς ἔλεγε τῶν πιστῶν ὁ Δεσπότης· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· τέθνηκεν ὁ γενναῖος Βαρλαὰμ, καὶ συγκροτεῖ πανηγύρεις· κατανάλωται τάφῳ, καὶ συγκαλεῖ πρὸς ἑστίασιν. Νῦν ἡμῖν ἀναβοῆσαι καιρός· Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;