Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν πλούσιον

Μέγας Βασίλειος

Η πλεονεξία, η κοινωνική αδικία και η αναπόδραστη θεία δίκη

Έλεγχος της αχαλίνωτης πλεονεξίας και της καταδυνάστευσης των αδυνάτων, με αυστηρή υπενθύμιση του θανάτου και του επερχόμενου κριτηρίου του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Τοῖς δέκα ταλάντοις δέκα ἕτερα προστιθέναι σπουδάζεις· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖς, καὶ ἀεί σοι τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ᾽ ἀναφλέγει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ παρόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα ἅπερ ἂν αὐτοῖς ἐλλείπειν ὑπόθωνται· ὥστε ἀεὶ τὴν ψυχὴν αὐτοῖς ταῖς μερίμναις ἐκτήκεσθαι, πρὸς τὸ ὑπερβάλλον τὴν ἅμιλλαν ποιουμένοις. Δέον γὰρ εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφοροῦσιν καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσιν· κἂν ἐπ᾽ ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσιν. Ὥσπερ γὰρ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἵστανται πρὶν ἂν τῆς ἄκρας ἐφίκωνται· οὕτω καὶ οὗτοι οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ μετεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥάξωσιν.

Τὴν σελευκίδα τὸ ὄρνεον ἐπ᾽ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον τὴν σεαυτοῦ ψυχὴν κατεσκεύασας.

Ὅσα βλέπει ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης· Οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν· καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν· Ἀρκεῖ, οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύσεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος; Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· Σὺ δὲ τί ποιεῖς; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶν, ἡ τοῦ γείτονος οἰκία, θορύβους ἐνίησιν, ἢ τὸ πλανώμενον ὑποδέχεται, ἢ ὅ τι ἂν τύχῃ αἰτιασάμενος, περιελαύνων, καὶ ἐξωθῶν, καὶ ἕλκων ἀεὶ, καὶ σπαράσσων, οὐ πρότερον παύεται, πρὶν ἂν ἐπαγάγῃ αὐτοῖς ἀνάγκην μεταναστάσεως.

Τί τὸν Ναβουθὲ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν; Οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς, ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδεν τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ δὲ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίαν διαδοχῆς, ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν· πάντα ἐπιλαμβάνει, πάντα ἐπινέμεται. Καὶ ὥσπερ οἱ ποταμοὶ, ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ᾽ ὀλίγον προσθήκαις ἀνυπόστατον λαβόντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω καὶ οἱ ἐπὶ μέγα τῆς δυνάμεως προελθόντες, ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλείονας ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικημένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας. Οἱ γὰρ προπεπονθότες κακῶς, ἠναγκασμένην αὐτοῖς παρεχόμενοι τὴν βοήθειαν, τὰς καθ᾽ ἑτέρων βλάβας καὶ ἀδικίας συνεκπονοῦσιν. Ποῖος γὰρ γείτων, ποῖος σύνοικος, τίς συναλλάκτης οὐ παρασύρεται; Οὐδὲν ὑφίσταται τὴν βίαν τοῦ πλούτου· Πάντα ὑποκύπτει τῇ τυραννίδι, πάντα ὑποπτήσσει τὴν δυναστείαν, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων. Ἐπάγει τὰ ζεύγη τῶν βοῶν, ἀροτριᾷ, κατασπείρει, θερίζει τὰ μὴ προσήκοντα.

Ἐὰν ἀντείπῃς, αἱ πληγαί· ἐὰν ὀδύρῃ, ὕβρεων γραφαὶ, ἀγώγιμος εἶ, οἰκήσεις τὸ δεσμωτήριον, οἱ συκοφάνται εὐτρεπεῖς, εἰς τὸν ὑπὲρ τοῦ ζῇν κίνδυνον καθιστῶντες. Ἀγαπήσεις, καὶ ἄλλο τι προσδοὺς, ἀπηλλάχθαι πραγμάτων. —Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, καὶ δοῦναι σχολὴν τοῖς σεαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέταται. Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν οἱ πάντες;

Οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; Τί συνάγεις χερσὶν ἀκαρπίαν; Εἴθε ἀκαρπίαν καὶ μὴ ὕλην τῷ αἰωνίῳ πυρί. Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; Οὐχ ὑγιανεῖς τοὺς λογισμούς; Οὐ σεαυτοῦ γενήσῃ; Οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί οὖν ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παραστήσῃ; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν; Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμένος παραληφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος.

Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔνθεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπό σου πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας, οὓς παρώργιζες· πάντα σοι ἐπαναστήσεται· πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχίσεταί σε. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργῶς τὰς πράξεις ἐξεικονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλ᾽ ἐμφράσσεται στόμα καὶ τὸ ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ᾽ ἡμῶν κατεσκεύασται.

Πῶς σοι δυνηθῶ ὑπ᾽ ὄψιν ἀγαγεῖν τὰ φρικτά; Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ· Ἀποκαλύπτεται ὀργὴ ἀπ᾽ οὐρανοῦ· Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται· Οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως· Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς· Καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους· Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω ἡ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς; γέενναν οὐ φοβῇ; πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα. —Διάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; Λίθος ἐστὶν ὁ χρυσὸς, λίθος ὁ ἄργυρος, λίθος ὁ μαργαρίτης, λίθος τῶν λίθων ἕκαστος· χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη· ὧν σὺ τὰ μὲν ἀποτίθεσαι κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων σκότῳ κατακαλύπτων· τοὺς δὲ περιφέρεις, τῶν βαρυτίμων ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. Εἰπὲ, τί ὄφελός σοι λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν ὡς αἱ γυναῖκες, ὅταν κύωσιν;

Καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσι, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, καὶ ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλλωπιστὴς μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι᾽ ὃν χαλκεύεται ὅπλα, δι᾽ ὃν ἀκονᾶται ξίφη; Διὰ τοῦτον συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ᾽ ἀλλήλων φονικὸν βλέπουσι· διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσιν, ἡ θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκοφάντας.

Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ᾽ ὑμῶν ἐπιβουλὴν περιέτρεψε; Συνεργία πρὸς τὸ ζῇν. Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα;