Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν πλούσιον

Μέγας Βασίλειος

Το ευαγγελικό επεισόδιο του πλούσιου νεανίσκου και η εντολή της αγάπης

Ερμηνευτική προσέγγιση της συνάντησης του Κυρίου με τον πλούσιο νεανίσκο, η υποδούλωση στο πάθος της φιλοπλουτίας και η ασυμβατότητα του πλούτου με την αγάπη προς τον πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟΣ ΤΟΥΣ ΠΛΟΥΤΟΥΝΤΑΣ —Εἴρηται καὶ πρώην ἡμῖν τὰ περὶ τοῦ νεανίσκου τούτου, καὶ μέμνηται πάντως ὅ γε φιλόπονος ἀκροατὴς τῶν ἐξητασμένων τότε· πρῶτον μὲν, ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ παρὰ τῷ Λουκᾷ νομικῷ. Ὁ μὲν γὰρ πειραστὴς ἦν, εἰρωνικὰς τὰς ἐρωτήσεις ποιούμενος· οὗτος δὲ, ὑγιῶς μὲν ἐρωτῶν, οὐκ εὐπειθῶς δὲ παραδεχόμενος. Οὐ γὰρ ἂν ἀπῆλθεν ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν τοῦ Κυρίου λυπούμενος, εἰ καταφρονητικῶς αὐτῷ προσῆγε τὰς πεύσεις. Διόπερ οἱονεὶ μικτὸν αὐτοῦ τὸ ἦθος ἡμῖν ἀνεφαίνετο· πῆ μὲν ἐπαινετὸν δεικνύοντος τοῦ λόγου, πῆ δὲ ἀθλιώτατον καὶ πάντη ἀπεγνωσμένον.

Τὸ μὲν γὰρ γνωρίσαι τὸν ἀληθῶς διδάσκαλον, καὶ παρελθόντα τὴν Φαρισαίων ἀλαζονείαν, καὶ νομικῶν οἴησιν, καὶ γραμματέων ὄχλον, τὴν προσηγορίαν ταύτην ἀναθεῖναι τῷ μόνῳ ἀληθινῷ καὶ ἀγαθῷ διδασκάλῳ, τοῦτο ἦν ὃ ἐπῃνεῖτο. Καὶ μέντοι τὸ φανῆναι φροντίδος ἄξιον ποιούμενον πῶς ἂν τῆς αἰωνίου κληρονομήσειε ζωῆς, ἀποδεκτὸν καὶ τοῦτο. Ἐκεῖνο δὲ λοιπὸν ἐλέγχει αὐτοῦ τὴν ὅλην προαίρεσιν, οὐ πρὸς τὸ ἀληθινῶς καλὸν ἀποβλέπουσαν, ἀλλὰ τὸ τοῖς πολλοῖς ἀρέσκον περισκοποῦσαν· τὸ, μαθόντα παρὰ τοῦ ἀληθινοῦ διδασκάλου μαθήματα σωτήρια, μὴ ἐγγράψαι τῇ ἑαυτοῦ καρδίᾳ, μηδὲ εἰς ἔργον ἀγαγεῖν τὰ διδάγματα, ἀλλ᾽ ἀπελθεῖν ἀθυμοῦντα, τῷ πάθει τῆς φιλοπλουτίας ἐσκοτωμένον. Τοῦτο δὲ τὴν ἀνωμαλίαν τῶν τρόπων, καὶ τὸ πρὸς ἑαυτὸν ἀσύμφωνον ἀπελέγχει. Διδάσκαλον λέγεις, καὶ τὰ μαθητῶν οὐ ποιεῖς; Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέμπῃ;

Καίτοι ὅ γε ἀγαθὸς ἀγαθῶν ἐστι παρεκτικὸς δηλονότι. Καὶ ἐρωτᾷς μὲν περὶ τῆς αἰωνίου ζωῆς· ἐλέγχῃ δὲ ὅλως τῇ ἀπολαύσει τοῦ παρόντος βίου προσδεδεμένος. Τί δέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ διδάσκαλος προετείνατο; Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· Εἴ σοι προέβαλε πόνους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, ἢ ὅσα ἄλλα τοῖς χρηματιζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι δυσφοροῦντα τῷ ἐπιτάγματι· εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, οὐδένα πόνον ἐχούσης οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀποδείξειν, οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ᾽ ἀπέρχῃ ὀδυνώμενος τὴν ψυχὴν καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται.

Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς σὺ φῂς, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι᾽ οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων· ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις.

Ἐκείνης μὲν γὰρ δῆλος εἶ τῆς ἐντολῆς μακρὰν ὑπάρχων, καὶ ψευδῶς σεαυτῷ προσμαρτυρήσας αὐτὴν, ὅτι ἠγάπησας τὸν πλησίον σου ὡς σεαυτόν. Ἰδοὺ γὰρ τὸ παρὰ τοῦ Κυρίου προταθὲν ἐλέγχει σε παμπληθὲς τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ ὅπερ διεβεβαιώσω ἀληθὲς ἦν, ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία;

Δαπανητικὸν γὰρ πλούτου ἡ θεραπεία τῶν δεομένων· ὀλίγα μὲν ἑκάστου πρὸς τὴν ἀναγκαίαν ἐπιμέλειαν δεχομένου, πάντων δὲ ὁμοῦ καταμεριζομένων τὰ ὄντα, καὶ περὶ ἑαυτοὺς δαπανώντων. Ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον· ἀλλὰ μὴν φαίνῃ ἔχων κτήματα πολλά. Πόθεν ταῦτα; ἢ δῆλον ὅτι τὴν οἰκείαν ἀπόλαυσιν προτιμοτέραν τῆς τῶν πολλῶν παραμυθίας ποιούμενος. Ὅσον οὖν πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Ἐπεὶ πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν, εἰ ἠγαπήκεις σου τὸν πλησίον. Νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. Εἰ γὰρ ἠμφίασας γυμνὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἠνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ, ὑπὲρ ποίων ἂν ἐλυπήθης χρημάτων; Ποῦ δ᾽ ἂν καὶ ἐδυσχέρανας ἀποτιθέμενος τὰ λειπόμενα, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐνδεέσιν; Εἶτα, ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προϊέμενος τὰ παρόντα καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ᾽ ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολυτίμητα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου· σὺ δὲ λυπῇ, χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδούς· τουτέστι, λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν. —Ἀλλὰ τί χρήσῃ τῷ πλούτῳ;