Οὗτοι μὲν οὖν ὁράσεως εἶναι τὰ βιβλία φασίν· οἱ δὲ λοιποὶ Προφῆται λόγους ἀκηκοέναι παρὰ Θεοῦ φασιν. Ὁ λόγος γὰρ (φησὶ) Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Ἐν δὲ τῷ Ἀμώς· Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδε περὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου, βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. —Ἀντέστραπται ἡ τάξις ἐνταῦθα, ὡς πρὸς τὸν Ἡσαΐαν· ἐκεῖ μὲν ὅρασις προτέτακται, καὶ λόγοι ἐπήχθησαν· Ἄκουε, οὐρανέ. Ἐνταῦθα δὲ, λόγων προκειμένων, ὅρασις ἐπηκολούθησε. Λόγοι γὰρ Ἀμὼς, οὐχὶ ὅρασις Ἀμώς· οὐχὶ οὓς ἤκουσεν, ἀλλὰ Οὓς εἶδεν. Ἐν δὲ τῷ Μιχαίᾳ· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ, τὸν τοῦ Βαθουήλ. Καί· Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν, τὸν τοῦ Χουσὶ υἱὸν, τοῦ Γοδολίου, τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου, τοῦ υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα.