Ἐπικατάρατος δὲ πᾶς ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Σχετλιαστικῶς ἡγοῦμαι ταῦτα εἰρῆσθαι, οὐ φέροντος τῶν ἀνθρώπων τὴν τῆς ἀξίας κατάπτωσιν. Ὑπέκυψε (φησὶ) τῷ εἰδώλῳ ὁ ἄνθρωπος εἰς προσκύνησιν, τῶν ἐπὶ γῆς ζώων τὸ τιμιώτατον, τὸ μετὰ Ἀγγέλους ἐν λογικοῖς τεταγμένον, ὁ τῇ εἰκόνι τοῦ Θεοῦ τετιμημένος, ὁ τῇ τοῦ λόγου δυνάμει τέχνας ἐξευρών. Τὰ ἐν τῇ γῇ ἐπιγνοὺς, φυτῶν καὶ ῥιζῶν καὶ καρπῶν δυνάμεις, θαλάσσης κατατολμήσας, ἀέρος φύσιν, ἀνέμων γένεσιν, ἀστέρων θέσιν, κινήσεις τούτων, ἀποστήματα, συνδρομάς· τὴν ἐπὶ γῆς διακόσμησιν, τὰς πόλεις, τοὺς νόμους, τὰς στρατηγίας, τῶν τεχνῶν τάς τε πρὸς τὸ ζῆν ἀναγκαίας καὶ τὰς πρὸς καλλωπισμὸν καὶ ἐπίδειξιν, —οὗτος ὑπέπεσεν εἰδώλῳ, ὡς τῆς παρ᾽ αὐτοῦ δεόμενος σωτηρίας, ὁ ἔμψυχος τοῦ ἀψύχου, ὁ λογικὸς τοῦ ἀναισθήτου. Ὁ θηρία ὑπὸ χεῖρα λαβὼν, ᾧ πάντα ὑποτέτακται εἰς δουλείαν τὰ ἄλογα (διὰ τὸν ὑποτάξαντα ἡμῖν Θεὸν, ὃς ἐν τούτῳ ἔδωκεν ἡμῖν τὸ κατ᾽ εἰκόνα, ἐν τῷ κατακυριεύειν τῶν τε ἐνύδρων ὁμοῦ καὶ τῶν χερσαίων) οὗτος οὐχ ἑνὶ τῶν ἀλόγων τῶν ἐν ἰσχύϊ διαφερόντων, ἀλλὰ μιμήματι ζώου ἑνὸς τῶν ἀλόγων, ἤπου καὶ γυναικός τινος ἀσχήμονος, ἢ ἀνδρὸς αἰσχίστου, οὐδὲ παρεστάναι τολμᾷ ἀπὸ τοῦ ἴσου, ἀλλὰ φοβούμενος, καὶ εἰς τὴν γῆν κεκυφὼς, ἄξιος ὢν μηδὲ ἀνανεύειν πρὸς τὸν οὐρανὸν ...