Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 4ο κεφάλαιο: Το άγιο υπόλειμμα και η θεία προστασία

Η αλληγορική ερμηνεία των επτά γυναικών, η καθαριστική ενέργεια του Πνεύματος και η σωτηρία των εγγεγραμμένων στη βίβλο της ζωής υπό τη σκέπη του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 17

ΚΕΦΑΛΑΙΟΝ δʹ Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ᾽ ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἀφ᾽ ἡμῶν. Ὡς πρὸς τὸ ῥητὸν, δοκεῖ ὀλιγότητα ἀνδρῶν ἐκ πολέμων, ἢ νόσων ἐπιγενομένων τῷ λαῷ κατ᾽ ὀργὴν τοῦ Θεοῦ ὁ λόγος σημαίνειν· ὥστε ὑπὲρ τοῦ μὴ ἄγονον εἶναι μηδὲ στεῖραν (ἅπερ ἐν κατάρᾳ τοῖς πάλαι λελόγισται) ἀπερυθριᾷν τὰς γυναῖκας καὶ ἑνὸς ἀνδρὸς πλείους ἐπιλαμβάνεσθαι· καὶ τὸν ἐπὶ τῇ προστασίᾳ πλειόνων γυναικῶν ἀγῶνα αὐτοῦ παραμυθουμένας, λέγειν· Τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Ἀφεὶς οὖν τὴν ἐπὶ τῷ πορισμῷ ἀναγκαίαν μέριμναν, τὸ ὄνομά σου χρῆσον ἡμῖν εἰς τὸ διαφυγεῖν ἡμᾶς τὸν ἐπὶ τῇ ἐρημίᾳ ὀνειδισμόν. —Τὸ μὲν κατὰ λέξιν, τοῦτο.

Ἡ δὲ ὑπόνοια καὶ ἐπὶ μειζόνων ἔρευναν προκαλεῖται ἡμῶν τὸν νοῦν. Ὡς οὖν ἐν τόπῳ δυσθεωρήτῳ καὶ πολὺ τὸ ἐπεσκιασμένον ἐκ τῆς ἀσαφείας ἔχοντι, τοιαύτη τις ἡμῖν περὶ τῶν ἑπτὰ γυναικῶν ἔννοια ὑποπίπτει, ὅτι πολλαχοῦ καὶ ὁ βίος οὗτος καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται.

Ὁ μὲν περὶ τὰ ἐν γενέσει πράγματα χρόνος, διότι ἀπὸ ἑπτὰ ἡμερῶν ἀνακυκλουμένων πληροῦται· ὅθεν καὶ ὁ μετὰ τὴν κατάστασιν ταύτην αἰὼν, ὀγδόη εἴρηται ἐν τῇ Γραφῇ· καὶ ψαλμοὶ ὑπὲρ τῆς ὀγδόης ἀντὶ τοῦ, ὑπὲρ τοῦ μετὰ τὸν χρόνον τοῦτον, αἰῶνος. Πολλαχοῦ δὲ καὶ οἱ ἐν τῷ φανερῷ Ἰουδαῖοι καὶ ἡ κατὰ αὐτοὺς πολιτεία ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται.

Δὸς μερίδα (φησὶ) τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὡς καὶ τῆς παλαιᾶς Διαθήκης ὀφειλούσης λαβεῖν τινα μαρτυρίαν ἀπὸ τοῦ Θεοῦ ἥκειν καὶ τῆς Καινῆς καὶ εἰς μίαν ἀλλήλαις ἐλθεῖν συμφωνίαν. —Αἱ οὖν ἑπτὰ γυναῖκες, ἡ Διαθήκη ἡ παλαιά· ἐπιλήψεται ἀνθρώπου ἑνὸς (τοῦ Κυρίου, ὃς οὐχὶ εἷς τῶν πολλῶν ἐστιν, ἀλλ᾽ εἷς ἐστι)· λέγουσαι, ὅτι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, τουτέστι μενοῦμεν ἐπὶ τοῦ ἡμετέρου μέτρου τῆς ὑποστάσεως. Σκιὰ γὰρ ἐσόμεθα τῶν μελλόντων καὶ εἰκόνες τῶν ἐπουρανίων. Μόνον τὸ τοῦ Χριστοῦ ὄνομα κεκλήσθω τῇ Παλαιᾷ, ἵνα ὁ ὀνειδισμὸς τῆς ἀχρηστίας ἀφαιρεθῇ. —Δύναται δὲ καὶ ἡ συναγωγὴ Ἰσραὴλ (ἀποθανόντος τοῦ νόμου, ἐν ᾧ κατείχετο) ἐλευθέρα γενομένη, πρὸς τὸ ᾧ θέλει γαμηθεῖσα, μὴ χρηματίζειν μοιχαλὶς, τῷ νυμφίῳ Λόγῳ προσελθοῦσα καὶ οἱονεὶ ἐρωτικῶς ἀντεχομένη αὐτοῦ, λέγειν· Τὸ ὄνομά σου κεκλήσθω ἐφ᾽ ἡμᾶς.

Εἴρηται δέ τισιν, ὅτι αἱ ἑπτὰ γυναῖκες ἑπτὰ πνεύματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος Προφήτης καταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξανθήσειν μέλλοντα· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ· ἅπερ διὰ τὸ πάντας ἐκκλῖναι καὶ ἅμα ἀχρειωθῆναι, οὐκ ἔχοντα ᾧ ἐπαναπαύσεται ἀγαπητῶς, τοῦ κατὰ τὸν Κύριον ἀνθρώπου λαβόμενα, ποιεῖ τὰ ἀναγεγραμμένα.

Ἀργεῖ γὰρ τὸ πνεῦμα τῆς γνώσεως καὶ τῆς εὐσεβείας ἐν καιροῖς, ὅτε οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· καὶ οἱονεὶ ὄνειδός ἐστι ταῖς ἀρεταῖς τὸ μηδένα εἶναι τὸν ἀντεχόμενον αὐτῶν, ἀλλ᾽ οἱονεὶ χηρεύειν αὐτὰς ἀπορίᾳ τῆς ὑποδεχομένης αὐτὰς ψυχῆς. Τὸ γὰρ μηδένα δυνηθῆναι ἑλεῖν τῷ οἰκείῳ κάλλει, ἀλλ᾽ ἐναπομεῖναι τῇ ἐρημία, ὥσπερ καὶ τῶν ἀρετῶν δοκεῖ καθάπτεσθαι. Ὁ δὲ ἐν ἑαυτῷ πᾶν εἶδος ἀρετῆς κατὰ τὴν ἄκραν τελείωσιν ἐπιδεικνύναι μέλλων, ἀφαιρεῖ τὸν ὀνειδισμὸν ἀπ᾽ αὐτῶν.

Καὶ ἐπειδὴ καὶ παρὰ τοῖς ἀγνοοῦσι τὸν Θεὸν δοκοῦσιν ἐπιτηδεύεσθαι γνῶσις καὶ σύνεσις καὶ βουλὴ καὶ ἰσχὺς καὶ σοφία, καὶ εὐσέβεια, ἀξιοῦσι τὸ Χριστοῦ ὄνομα ἐπικεκλῆσθαι αὐταῖς. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Κύριος ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ.

Συνᾴδει ταῦτα τοῖς προαποδεδομένοις. Οὗ γὰρ ἐπελάβοντο αἱ ἑπτὰ γυναῖκες ὡς ἀνδρὸς, οὗτος ὡς Κύριος ἐπιλάμψει. Ἐπειδὴ γὰρ ἀντεποιήθησαν τοῦ τὸ ὄνομα αὐτοῦ κεκλῆσθαι ἐπ᾽ αὐταῖς, ἀποδεχόμενος αὐτῶν τὴν προθυμίαν ὁ Θεὸς, Ἐπιλάμψει αὐταῖς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τουτέστι κεκριμένως καὶ βεβουλευμένως τὸ ἐκ τῆς κρίσεως ἀγαθὸν χαριζόμενος, καὶ οὐκ ἀβουλεύτως οὐδὲ ἐκκεχυμένως.

Ἡμέρα δὲ αὕτη ἐστὶν, ἐν ᾗ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης· αὕτη ἣν αὐτὸς ποιεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν, ὁ διδάσκων περὶ ἑαυτοῦ, ὅτι ἕως ἐστὶν ἐν τῷ κόσμῳ, φῶς ἐστι τοῦ κόσμου. Διὸ καὶ παρῄνει, ἐργάζεσθαι ἕως ἡμέρα ἐστί.

Σημειωτέον δὲ, ὅτι κατ᾽ ἄλλην καὶ ἄλλην ἐπίνοιαν καὶ ἡμέρα λέγεται ὁ παρὼν βίος, καὶ νὺξ ἡ τῆς κρίσεως ἡμέρα. Καὶ πάλιν, νὺξ μὲν ἡ παροῦσα κατάστασις, ἡμέρα δὲ ὁ προσδοκώμενος αἰών. Τὸ μὲν γὰρ Ἐργάζεσθε ἕως ἡμέρα ἐστί, σαφῶς εἰς τὸν βίον τοῦτον φέρει τὸν πεφωτισμένον τῇ Χριστοῦ ἐπιγνώσει, τὸ δὲ Ἔρχεται νὺξ, περὶ τοῦ μέλλοντος αἰῶνος εἴρηται, διὰ τὸ σκυθρωπὸν καὶ ἐπίπονον τῶν ἐν ἁμαρτίαις εὑρισκομένων τῆς προσηγορίας ταύτης ἀξιουμένου. —Καθ᾽ ὃ καὶ ὁ Προφήτης πρὸς τοὺς ἐν ἔργοις μὲν πονηροῖς ὄντας, ἐπείγοντας δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως· Ἵνα τί ὑμῖν (φησὶν) ἡ ἡμέρα Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ἔμπαλιν δὲ καὶ ὁ Ἀπόστολος νύκτα μὲν λέγει τὸν βίον τοῦτον, καὶ διὰ τὴν ἐν αὐτῷ σύγχυσιν καὶ τὴν ἐκ τῆς σαρκὸς καὶ τῶν βιωτικῶν φροντίδων ἐγγινομένην τῷ νῷ, ὡς τὰ πολλὰ, ἐπισκότησιν· ἡμέραν δὲ τὸν χρόνον τῆς ἀναστάσεως, ἐν τῷ λέγειν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Καθ᾽ ὁποτέραν οὖν ἐὰν βουληθῇς ἐκδοχὴν, Ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. —Ἐπεὶ οὖν μετὰ βουλῆς ἐπιλάμπει, ἑαυτοὺς ἀξίους ποιήσωμεν πρὸς τὸ χωρῆσαι τὸν φωτισμὸν αὐτοῦ, ὥστε τὸν κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ἐπιτηδειότητος τὴν ἔλλαμψιν χαριζόμενον, ἐν μείζονι τῇ κατὰ τὴν ψυχὴν ἡμῶν προθυμίᾳ, μείζονα καὶ τελειότερα καὶ τὰ παρ᾽ αὐτοῦ παρασχεῖν.

Καὶ ὑψώσει τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, τουτέστιν ἐπάνω ποιήσει τῶν ὑλικῶν καὶ τῇ θεωρίᾳ προσάξει τῶν ἀσωμάτων τὸ κατ᾽ ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραήλ. —Εἰ δὲ καὶ τὴν δόξαν, ἣν δοξασθήσονται οἱ Ἅγιοι, κατὰ τὸ ἀρέσκον τῇ Γραφῇ ποθεῖς μαθεῖν, νόησόν μοι τὴν περὶ τὸ ἡγεμονικὸν τῶν τὰ μεγάλα καὶ θεῖα θεωρούντων ἱεροπρεπῆ κατάστασιν, ὁποία ἦν περὶ Μωϋσέα, ὅτε κατηξιώθη ἐν θεωρίᾳ τοῦ Θεοῦ γενέσθαι.

Ἐπεὶ οὖν ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης, πρὸς δύο ταῦτα δύο ἐπήγαγε· τὸ ὑψῶσαι καὶ δοξάσαι· ὡς νοεῖσθαι βουλῆς μὲν ἔργον τὴν ὕψωσιν, δόξης δὲ τὸ δοξάσαι. Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, Ἅγιοι κληθήσονται, πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ.

Τὸ κατ᾽ ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραὴλ, Ἅγιοι κληθήσονται καὶ ἐγγραφήσονται εἰς ζωὴν ἐν Ἱερουσαλὴμ οἱ φωτισθέντες τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ ὑψωθέντες τῇ δόξῃ αὐτοῦ. Οὗτοι Ἅγιοι κληθήσονται, οὓς καὶ κατέλιπεν ἑαυτῷ ὁ Θεὸς, κατὰ μίμησιν τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ. —Διὰ τί δὲ τοὺς μὲν ἐν Σιὼν, τοὺς δὲ ἐν Ἱερουσαλήμ; Ὅτι καὶ τῶν σωζομένων ἐστὶ διαφορὰ, ἑκάστου ἐν τῷ ἰδίῳ τάγματι τῆς ἀπολαύσεως τῶν παρὰ Θεοῦ ἀγαθῶν μεθέξοντος. Ἐπειδὴ δὲ ὀλίγοι οἱ σωζόμενοι, οὐ πληθυντικῶς, ἀλλ᾽ ἑνικῶς ὁ λόγος ἐξέδωκεν. Οὐ γὰρ εἶπεν οἱ καταλειφθέντες, ἀλλὰ Τὸ καταλειφθέν. Ἔοικε δὲ τὸ μὲν ὑπολειφθὲν ἐν Σιὼν, τὸ ὑποδεέστερον εἶναι τάγμα, οἱονεὶ ἐναφεθὲν ὑπὸ τῶν ἐπειγομένων εἰς τὸ ἔμπροσθεν· τὸ δὲ τελειότερον, διὰ τὴν τῶν ἔργων ἀξίαν, τῆς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ καθιδρύσεως ἠξιῶσθαι.

Ὑποβάλλει δὲ ἡμῖν καὶ ἡ ἱστορία τῶν ταγμάτων τὸ διάφορον ἐκ τοῦ τὴν μὲν Σιὼν τὴν ἀρχαίαν εἶναι πόλιν καὶ ὑποδεεστέραν· τὴν δὲ Ἱερουσαλὴμ, τὴν βασιλεύουσαν, ἐν ᾗ τὸ ἁγίασμα. Πάντες μέντοι οὗτοι γραφήσονται εἰς ζωὴν ἐν Ἱερουσαλήμ· καὶ μακάριος ὁ τῆς ἐν Ἱερουσαλὴμ καταγραφῆς ἀξιούμενος.

Ἐν ἐκείνῃ γὰρ ἔοικεν εἶναι τῇ Ἱερουσαλὴμ ἡ βίβλος τῶν ζώντων, ἐν ᾗ γράφονται οἱ μαθηταὶ τοῦ Χριστοῦ· Χαίρετε γὰρ (φησὶν) ὅτι τὰ ὀνόματα ὑμῶν γεγραμμένα ἐστὶν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ δὲ πρόσκειται τῷ Οἱ γραφέντες ἐν Ἱερουσαλὴμ, τὸ Εἰς ζωὴν, ἐπιστῆσαι ἀναγκαῖον, μήποτέ εἰσί τινες οἱ γραφόμενοι μὲν, οὐκ εἰς ζωνὴν δὲ, κατὰ τὸν Ἱερεμίαν, λέγοντα· Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὥστε κατὰ τοῦτο δύο τινὰς καταγραφὰς νοεῖσθαι· τῶν μὲν εἰς ζωὴν, τῶν δὲ εἰς ἀπώλειαν· καὶ εἶναι πολλάκις καὶ μεταβολὴν τῆς Γραφῆς, ὅταν καὶ ἡμεῖς εἰς κακίαν ἀπὸ ἀρετῆς μεταπέσωμεν. Τὸ γὰρ Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, καὶ τὸ Ἐξάλειψον κἀμὲ ἀπὸ τῆς βίβλου σου, ὡς ἤδη τῆς ἐν τῇ βίβλῳ τοῦ Θεοῦ καταγραφῆς ἠξιωμένων λέγεται.

Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Τρανῶς τὰ αὐτὰ τῷ Ἰωάννῃ ὁ λόγος προαγορεύει, περὶ τοῦ Κυρίου λέγοντι, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· περὶ δὲ ἑαυτοῦ, ὅτι Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, εἰς μετάνοιαν. Ἐπεὶ γοῦν ἀμφότερα συνῆψεν ὁ Κύριος, τό τε ἐξ ὕδατος εἰς μετάνοιαν καὶ τὸ ἐκ Πνεύματος εἰς ἀναγέννησιν, καὶ ὁ λόγος αἰνίσσεται ἀμφότερα τὰ βαπτίσματα ... μήποτε τρεῖς εἰσιν αἱ ἐπίνοιαι τοῦ βαπτίσματος, ὅ τε τοῦ ῥύπου καθαρισμὸς, καὶ ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις, καὶ ἡ ἐν τῷ πυρὶ τῆς κρίσεως βάσανος· ὥστε τὸ μὲν ἐκπλύνειν πρὸς τὴν ὧδε ἀπόθεσιν τῆς ἁμαρτίας λαμβάνεσθαι, τὸ δὲ πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι διὰ τοῦ πυρὸς δοκιμασίαν.

Δέονται δὲ αἱ μὲν κατ᾽ ἄγνοιαν ἁμαρτίαι, οἱονεὶ ῥύπος τις οὖσαι, τὴν ἐπιφάνειαν τῆς ψυχῆς ἀφανίζουσαι καὶ τῷ φυσικῷ κάλλει αὐτῆς λυμαινόμεναι, τοῦ ἐκ τῆς πλύσεως καθαρισμοῦ· αἱ δὲ πρὸς θάνατον ἁμαρτίαι τῶν ἑκουσίως ἐξαμαρτανόντων, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν, αἷμα προσαγορεύονται, δεόμεναι τῆς ἐν τῷ καύματι κρίσεως. Ἐπεὶ οὖν ὁ ἐξομολογούμενος καὶ πλυθῆναι ἀξιοῖ καὶ καθαρισθῆναι, καὶ τὴν μὲν ἀνομίαν πλύσεώς φησι δεῖσθαι, τὴν δὲ ἁμαρτίαν καθαρισμοῦ, λέγων· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Οἱ μὲν πάντη ἀνήκοοι τῶν θείων Μαθημάτων, πρὶν μαθεῖν τὸν λόγον ἡμαρτηκότες, οἱονεὶ ἐῤῥυπωμένοι, τοῦ ἀπὸ τοῦ ὕδατος δέονται καθαρισμοῦ· οἱ δὲ μετὰ τὸ λαβεῖν τὴν ζωὴν ἐπιβουλεύοντες ἑαυτοῖς, αἵματι ὄντες ἔνοχοι, τοῦ ἐκ τοῦ πυρὸς δέονται καθαρισμοῦ. —Ἔστι δὲ καὶ ἁπλούστερον ἐκλαβεῖν· ὅτι τὰ μὲν ἐπιπόλαια τῶν ἁμαρτημάτων ῥύπῳ τινὶ ἔοικε· τὰ δὲ διὰ βάθους, ἐκ διαθέσεως τῆς πρὸς τὸ κακὸν τῶν πλημμελούντων ἁμαρτανόμενα, αἵματι παρεικάζεται· διὸ καὶ ἐκ μέσου τῶν ἡμαρτηκότων διὰ τῆς τοῦ πνεύματος καύσεως ἐκκαθαρίζεσθαι τὸ αἷμα λέγεται.

Καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν καὶ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Μετὰ τὴν ὑπὸ τοῦ λουτροῦ κάθαρσιν καὶ τὴν ἐκ μετανοίας ἀποκάθαρσιν, ἥξει καιρὸς ὅτε πᾶς τόπος οἰκειωθήσεται τῷ ὄρει Σιών, τουτέστιν ὑψηλὸς καὶ τῶν οὐρανίων εἶναι σκοπευτικὸς καταξιωθήσεται. —Μετὰ τὸ ἐπιλαβέσθαι ἀνδρὸς τὰς ἑπτὰ γυναῖκας, καὶ ἐπιλάμψαι Κύριον μετὰ δόξης ἐν βουλῇ, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, ὅτε καὶ Ἅγιοι ἐκλήθησαν, διὰ τὸ ἐκπλυθῆναι τὸν ῥύπον τῶν θυγατέρων Σιὼν καὶ ἐκκαθαρισθῆναι τὸ αἷμα αὐτῶν ἐκ μέσου, τότε σκιάσει τὰ περὶ κύκλῳ τῆς Ἱερουσαλὴμ νεφέλη ἡμέρας, ὥστε παρασχεῖν σκιὰν ἀπὸ καύματος καὶ σκέπην ἀπὸ σκληρότητος καὶ ὑετοῦ· τὴν δὲ νύκτα ὑπὸ φωτὸς κατέχεσθαι καιομένου, καὶ εἶναι τὴν δόξαν οἱονεὶ καπνόν τινα τὰ πάντα ἐπιλαμβάνουσαν.

Λογιζόμεθα δὲ ταῦτα ἐπαγγέλλεσθαι τοῖς ἀξίοις τῆς ἀναπαύσεως. Διότι, πολλῶν μονῶν οὐσῶν ἐν τῇ οἰκίᾳ τοῦ Πατρὸς καὶ διαφόρου κληροδοσίας ἀποκειμένης ἐν τῇ γῇ τῆς κληρονομίας, ἣν κληρονομήσουσιν οἱ πραεῖς, δῆλον ὅτι τινὲς μὲν ἐν τῇ φαιδρότητι τῆς τοῦ Θεοῦ ἐπιφανείας, τινὲς δὲ ὑπὸ τὴν σκέπην τῶν οὐρανίων δυνάμεων ἀναπαύσονται, καὶ ἄλλοι ἐν τῇ δόξῃ, τῇ ἀπὸ τοῦ φωτὸς, ὡς ἀπὸ καπνοῦ, καλυφθήσονται. —Τάχα δὲ αὐτῇ μὲν τῇ Σιὼν ἐπιλάμψει τὸ φῶς· τὰ δὲ περὶ κύκλῳ αὐτῆς ἐπιλάμψει νεφέλη ἡμέρας, ἥτις οὐκ ἄλλοθεν ἔχει τὴν γένεσιν, ἢ ἀπ᾽ αὐτοῦ τοῦ φωτός, ὥσπερ καπνὸς ἀπὸ πυρὸς, οὕτως αὕτη ἀπὸ τοῦ φωτὸς τὴν σύστασιν ἔχουσα, ὑφ᾽ ἣν οἱ διαιτώμενοι μεγάλης τῆς δόξης ἀπολαύσουσιν, ὡς ὑπ᾽ αὐτῆς τῆς νεφέλης καταλαμπόμενοι, ἐν καύματι μὲν ὑπερηπλωμένης τῶν κεφαλῶν αὐτῶν, καὶ ἡδεῖαν ἐκ τοῦ ἐπισκιασμοῦ παρεχομένης ἀναπνοήν· ὄμβρων δὲ σκληρῶν καταῤῥηγνυμένων, τὴν τῶν στεγανῶν σκεπασμάτων χρείαν ἀναπληρούσης, καὶ τοὺς διαλαθεῖν δεομένους ἱκανῶς περισκεπούσης, καὶ τῇ πυκνότητι τῇ παρ᾽ ἑαυτῆς διειργούσης τὰς ὄψεις.

Ὁποία τις ἦν κατὰ τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡ φωτεινὴ νεφέλη τοὺς μαθητὰς περιστείλασα. Ἐπειδὴ δὲ ἡ στάσις καὶ οἷον ἡ σύμπηξις τῆς νεφέλης νηνεμίας ἐστὶ σημεῖον, τὸ ἀτάραχον τῆς τότε καταστάσεως διὰ τῆς κατὰ τὴν νεφέλην σκέπης ἐνδείκνυται. —Ἔτι ὑπὲρ τοῦ τρανότερον ἰδεῖν, τί ἐστι τὸ Ἐν ἀποκρύφῳ σκέπης γενέσθαι, τοιούτῳ τινὶ παραδείγματι προσαγόμεθα. Ἔστω τις ζητούμενος μὲν ὑπὸ τῶν πολεμίων, ὑπὸ δὲ τῶν οἰκείων ἔν τινι οἰκίσκῳ δυσευρέτῳ φρουρούμενος. Τοιοῦτον οὖν τι νοητέον γίνεσθαι περὶ τὸν Ἅγιον, ὑπὸ τῆς θείας ἐκείνης νεφέλης σκεπαζούσης αὐτὸν, πρὸς τὸ μὴ εὐεπιχείρητον εἶναι τοῖς πολεμίοις. — Τοσαῦτα εἰς τὸ σαφέστερον νοηθῆναι τοῖς κύκλῳ Σιὼν τὴν γινομένην βοήθειαν, εἰς τὸ ἡμέρας μὲν σκιάζειν αὐτοὺς τὴν νεφέλην, ἵνα ῥυσθῶσιν ἀπὸ καύματος, νυκτὸς δὲ φῶς πυρὸς αὐτοῖς καίεσθαι, φωτίζον αὐτούς, ἀμφοτέροις δὲ τοῖς καιροῖς τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν ὑπάρχειν αὐτοῖς.