Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 5ο κεφάλαιο: Η παραβολή του αμπελώνα και οι αμαρτίες του λαού

Η παραβολή του αμπελώνα του Κυρίου, ο έλεγχος της πλεονεξίας, της μέθης και της υποκρισίας, και η επακόλουθη παιδαγωγική οργή και τιμωρία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 7 από 17

ΚΕΦΑΛΑΙΟΝ εʹ Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Τὰ ᾄσματα πάντα φαιδροτέραν δοκεῖ περιέχειν πραγμάτων κατάστασιν. Ἡ ἐν τῇ Ἐξόδῳ ᾠδὴ ᾆσμά ἐστιν ἐπινίκιον· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸ ᾎσμα τῶν ᾀσμάτων ἐπιθαλάμιός ἐστιν ᾠδὴ, δραματικῶς πεπλεγμένη. —Ἐνταῦθα δὲ ἀπειλὴν ὁ λόγος ἔχει τὴν κατὰ τοῦ ἀμπελῶνος κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ἐπαγομένην. Μήποτε δὲ καὶ αὐτὰ τὰ φοβερὰ, τῷ πρὸς τέλος χρηστὸν ἀναφέρεσθαι, πρεπόντως ἐγκατετάχθη τοῖς ᾄσμασι; —Πρόσωπον δὲ τὸ ἀπαγγέλλον τὴν ᾠδήν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ᾄδει τὸ ᾆσμα τῷ ἠγαπημένῳ ἀμπελῶνι.

Ἔστι δὲ τὸ ᾆσμα τοῦτο Ἀγαπητοῦ. Τίς δὲ ὁ φύσει Ἀγαπητὸς, ἢ ὁ Μονογενὴς, τὸ αὐτοάγαθον, οὗ πάντα ἐφίεται, οὗ ἡ ἀγάπησις φυσικῶς καὶ ἀῤῥήτως ταῖς πάντων τῶν λογικῶν διανοίαις ἐνέστακται; —Ἐπεὶ οὖν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὁ Παράκλητος ἐκ τοῦ Μονογενοῦς λαμβάνει πάντα, καὶ ἀναγγέλλει ἡμῖν, καὶ τὴν ᾠδὴν τοῦ Ἀγαπητοῦ φησιν εἶναι, ὡς παρ᾽ αὐτοῦ λαβών.

Ἡ δὲ αὐτὴ ᾠδὴ μετανοοῦντι μὲν τῷ ποτε ἠγαπημένῳ ἀμπελῶνι ἆσμά ἐστιν· ἐπιμένοντι δὲ τῇ ἁμαρτίᾳ θρῆνος γίνεται καὶ οὐαὶ, καθάπερ ἐν τῷ Ἰεζεκιὴλ μεμαθήκαμεν, ἐπὶ τοῦ αὐτοῦ βιβλίου μέλος καὶ θρῆνον γεγραμμένον καὶ οὐαί. Καὶ ὁ τοῦ Κυρίου λόγος εἰς ζωὴν αἰώνιον καὶ ἀπόλαυσιν οὐρανίων ἀγαθῶν προκαλούμενος, μέλος ἦν πρὸς εὔρυθμον καὶ ἐμμελῆ κίνησιν καὶ τὴν κατ᾽ ἀρετὴν ἐνέργειαν τὰς ψυχὰς διεγείρων. —Τὸ δὲ Ἰωάννου κήρυγμα, εἰς μετάνοιαν τοὺς ἀπειθεῖς ἐπιστρέφον, θρῆνος ἦν, λύπην εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζόμενος.

Εὑρίσκοντο δὲ οἱ Ἰουδαῖοι, διὰ τὴν πώρωσιν τῆς καρδίας, μήτε τοῖς χρηστοῖς προτρεπόμενοι εἰς ζωὴν, μήτε ὑπὸ τῶν στυγνοτέρων ἐναγόμενοι εἰς μετάνοιαν. —Οὕτω δὴ καὶ τὸ ἐν χερσὶν ᾆσμα καὶ ἔπαινον ἔχει τῆς ἀρχαίας εὐγενείας καὶ τῆς περὶ αὐτῶν τοῦ Θεοῦ ἐπιμελείας καὶ ἔλεγχον τῆς παρούσης κακίας, καὶ ἀπειλὴν τῶν ἐπαχθησομένων δεινῶν. Καὶ ὅμως τὸν ἀπειθῆ λαὸν οὔτε ἐκεῖνα πρὸς τὴν οἰκείαν ἀξίαν ἀνακαλεῖται, οὔτε ταῦτα συστεῖλαι καὶ σωφρονέστερον ποιῆσαι δύναται.

Ἄρχεται δὲ τῶν ἐγκωμίων τῆς παλαιᾶς εὐγενείας. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Ἀμπελῶνα λέγει τὸν λαὸν τοῦ Ἰσραήλ. Ἄμπελον γὰρ (φησὶ) ἐξ Αἰγύπτου μετῆρας. Καὶ ἐν τῷ Ἱερεμίᾳ διὰ τῆς αὐτῆς εἰκόνος ὀνειδίζεται ὁ λαός· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; —Ἐν κέρατι, ἐν τόπῳ πίονι.

Περὶ τῆς γῆς λέγει τῆς κατασχεθείσης ὑπὸ τοῦ Ἰσραὴλ, κατ᾽ ἐπαγγελίαν Θεοῦ τοῖς πατράσιν αὐτῶν δεδομένης. Ἐν κέρατι, ἐν τόπῳ πίονι. Μέγα ἐγκώμιον ἐν βραχεῖ. Τὸ κέρας ὑψηλότερόν ἐστι τοῦ παντὸς σώματος καὶ στεῤῥότερον, ὁμοῦ μὲν κόσμον παρέχον τῇ κεφαλῇ, ὁμοῦ δὲ καὶ ὅπλον ὑπάρχον ἀμυντήριον. Ἀλλὰ ξηρόν ἐστι καὶ ἄνικμον. Διὰ τοῦτο καὶ τὰ γεννώμενα ὑπὸ τῶν κερασφόρων ζώων, οὐκ ἐπὶ τὸ κέρας ὁρμᾶ τῆς μητρὸς, ἀλλὰ τὴν θηλὴν ἀδιδάκτως ἐπιζητεῖ, τὸν ὑγρὸν τόπον καὶ πίονα. Δεικνὺς οὖν ὁ λόγος, ὅτι ἡ χώρα τῶν Ἰουδαίων πρὸς ἀμφότερά ἐστιν αὐτάρκης, καὶ φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων καὶ διαθρέψαι τοὺς ἐνοικοῦντας, ἀμφότερα συνῆψεν· Ἐν κέρατι, ἐν τόπῳ πίονι· τουτέστιν ἐν στεῤῥᾷ καὶ τροφίμῃ.

Ἅπτονται δὲ ἤδη τινὲς καὶ βαθυτέρου λόγου ἐν τῇ ἐξηγήσει τοῦ ῥητοῦ τούτου. Ὅτι ὥσπερ ἡ κεφαλὴ τῶν κερασφόρων ζώων πρώτη προκύπτει κατὰ τὴν γένησιν, τελευταία δὲ πληροῦται καὶ ὀψέ ποτε τὸν ἴδιον κόσμον ἀπολαμβάνει κατὰ τὴν ἔκφυσιν τῶν κεράτων, οὕτω καὶ ὁ Ἰσραὴλ πρῶτος πάντων τῶν ἐθνῶν εἰς οἰκείωσιν Θεοῦ κληθεὶς (Ἐγενήθη γὰρ (φησὶ) λαὸς Κυρίου, μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ) μετὰ πάντας μέλλει τῆς τελειώσεως ἀξιοῦσθαι· ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.

Λόγος δέ τίς ἐστι καὶ τοιόσδε κατὰ τὴν ἄγραφον μνήμην ἐν τῇ Ἐκκλησίᾳ διασωζόμενος, ὡς ἄρα πρῶτον ἡ Ἰουδαία ἔσχεν οἰκήτορα τὸν Ἀδὰμ, μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου ἐν ταύτῃ καθιδρυθέντα, εἰς παραμυθίαν ὧν ἐστερήθη. Πρώτη οὖν καὶ νεκρὸν ἐδέξατο ἄνθρωπον, ἐκεῖ τοῦ Ἀδὰμ τὴν καταδίκην πληρώσαντος. Καινὸν οὖν ἐδόκει εἶναι τοῖς τότε θέαμα, ὀστέον κεφαλῆς, τῆς σαρκὸς περιῤῥυείσης, καὶ ἀποθέμενοι τὸ κρανίον ἐν τῷ τόπῳ, κρανίου τόπον ὠνόμασαν. —Εἰκὸς δὲ μηδὲ τοῦ Νῶε τοῦ ἀρχηγοῦ πάντων ἀνθρώπων ἀγνοῆσαι τὸν τάφον, ὡς μετὰ τὸν κατακλυσμὸν ἀπ᾽ αὐτοῦ διαδοθῆναι τὴν φήμην. Διόπερ ὁ Κύριος τὰς ἀρχὰς τοῦ ἀνθρωπείου θανάτου ἐρευνήσας, εἰς τὸν λεγόμενον κρανίου τόπον τὸ Πάθος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳ ἡ φθορὰ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ἡ ζωὴ τῆς βασιλείας ἄρξηται· καὶ ὥσπερ ἴσχυσεν ἐν τῷ Ἀδὰμ ὁ θάνατος, οὕτως ἀσθενήσῃ ἐν τῷ θανάτῳ Χριστοῦ. Διὰ τοῦτο καὶ Ἐν κέρατι, ὡς κατὰ τοῦ ἐχθροῦ ἀμυντήριον ἔχοντι τὸν σταυρὸν τοῦ Χριστοῦ· καὶ Πίονι, ὡς μετὰ τὸν παράδεισον τῶν κατὰ πάσης τῆς ὑφ᾽ ἡλίῳ τῶν πρωτείων ἠξιωμένῳ.

Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήχ· καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῇ. Οὐ πάνυ τι ἡ ἀκολουθία τῆς λέξεως τῇ φύσει τῶν πραγμάτων ἕπεται. Πρότερον γάρ ἐστι τὸ φυτεῦσαι τοῦ χαρακῶσαι· εἴπερ οἱ χάρακές εἰσι βοήθεια τῇ ἀμπέλῳ πρὸς τὸ ἀνέχειν ἀπὸ τῆς γῆς τοὺς καρπούς. Ἢ μήποτε ὁ προνοητικὸς γεωργὸς παρὰ τὴν πρώτην κατασκευὴν πάντα προευτρεπίσας, ὕστερον ἄρχεται τῆς φυτείας; Διὰ τοῦτο πρῶτον περιφράσσει, εἶτα χαρακοῖ, εἶτα φυτεύει ἄμπελον, οὐ τὴν τυχοῦσαν, ἀλλὰ σωρὴχ, ὅπερ Σύμμαχος ἐποίησεν ἐκλεκτήν.

Τίς οὖν ὁ φραγμὸς, ἢ δηλονότι αἱ ἐντολαί, ἃς πρὸ τοῦ ἀγαγεῖν εἰς τὴν γῆς τῆς κατασχέσεως ἔδωκε τῷ λαῷ; Εἶτα δύναμις αὐτοῖς ἐδόθη παρὰ Θεοῦ κρατεῖν τῶν ὑπεναντίων καὶ ἐξολοθρεύειν τὰ προενοικήσαντα ἔθνη. Ὅπερ χάρακας εἶπε, διὰ τὸ ὑψηλοὺς ποιεῖν καὶ περιφανεῖς, τοὺς καρποὺς ἐγείροντας ἀπὸ τοῦ πτώματος, πρὸς τὸ μὴ πάντη εὐεπιχειρήτους εἶναι.

Μετὰ τοῦτο ἡ φυτεία τῶν ἐκλεκτῶν, διὰ τὸ ἐκ σπέρματος εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακῶβ, τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. — Ὁ δὲ πύργος, ὁ οἰκοδομηθεὶς ἐν μέσῳ τοῦ ἀμπελῶνος, δηλονότι ὁ ναός ἐστιν ἐν μέσῃ τῇ Ἰουδαίᾳ καθιδρυμένος. Προλήνιον δὲ αὐτὴ ἡ συναγωγὴ τῶν Ἰουδαίων, διότι ληνὸς μὲν κυρίως ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἐκ τῆς πανταχόθεν συλλογῆς κεκοσμημένη, δι᾽ ἣν καὶ τὰ ἐπιλήνια ᾄσματα παρὰ τῷ Ψαλμῳδῷ ᾄδεται. Προλήνιον δὲ καὶ ἡ προπαρασκευὴ ἡ διὰ τοῦ νόμου, καὶ προμελέτησις εἰς εὐσέβειαν· καὶ καθ᾽ ὃ μὲν εἰς ἑνότητα ἄγει, ληνός· καθ᾽ ὃ δὲ προπαρασκευὴ τελειοτέρων, ἐστὶ προλήνιον.

Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἀκόλουθον ἦν ἐπὶ τῇ φυτείᾳ τῇ ἐκλεκτῇ, καὶ τῇ ἐπιμελείᾳ τῇ τοσαύτῃ, τοὺς καρποὺς γλυκεῖς ἀποδίδοσθαι. Τὰ γὰρ τέκνα τοῦ Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ἀπαιτεῖται. Ἀλλ᾽ ἀντὶ τῆς προσδοκηθείσης σταφυλῆς, ἐποίησεν ἀκάνθας, τουτέστιν ἀντὶ τοῦ εὐφραίνειν καὶ ἀναπαύειν, ἕτοιμος πρὸς τὸ κατακεντεῖν καὶ καταξαίνειν καὶ αἱμάσσειν τοὺς πλησιάζοντας.

Τίνα γὰρ τῶν Προφητῶν οὐκ ἀπέκτειναν, κατὰ τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολήν; Οὐ μόνον δὲ οἶμαι κατὰ τὸ φονικὸν ἀκάνθας ἐγκαλοῦνται πεποιηκέναι, ἀλλ᾽ ὅτι, καταλιπόντες τὸ εἶναι φιλόθεοι, φιλήδονοι μᾶλλον γεγόνασι καὶ ταῖς μερίμναις τοῦ βίου οἱονεὶ ἀκάνθαις τὸν νοῦν συνεπνίγοντο.

Ὥσπερ δὲ ἄκανθα σταφυλὴν οὐ φέρει, οὕτως οὐδὲ κληματὶς ἀκάνθας. Διὰ τοῦτο ὁ Κύριος· Μήτι συλλέγουσι (φησὶν) ἀπὸ ἀκανθῶν σταφυλάς; Ἀλλ᾽ ὅμως οἱ Ἰουδαῖοι ποιοῦσιν, ἀντὶ σταφυλῶν, ἀκάνθας. Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.

Εἰ ὁ ἀμπελὼν τοῦ Κυρίου οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, πῶς ἐπὶ τοῦ ἀμπελῶνος δικάζεται κατὰ τοῦ ἀμπελῶνος; Ἢ διὰ τὸ ἀναντίῤῥητον τῶν ἐλέγχων αὐτοῖς βούλεται καθ᾽ ἑαυτῶν δικασταῖς ὁ λόγος χρήσασθαι; Ὃ καὶ ὁ Νάθαν ἐπὶ τοῦ Δαβὶδ ἐποίησεν, αὐτὸν δικαστὴν καθίσας τοῦ ἰδίου ἀδικήματος.

Τὴν δὲ ὑπερβολὴν τῆς φιλανθρωπίας συνίστησι τὸ εἰς ἰσότιμον κρίσιν τὸν Θεὸν τοῖς ἑαυτοῦ οἰκέταις συγκαταβαίνειν. Ὁμοῦ δὲ καὶ τοῦ δικαίου ἀπόδειξιν ἔχει, ὡς οὐδὲ οὐδὲν τῶν καταδικαζομένων ἐχόντων ἀντιλέγειν τῇ ἐναργείᾳ τοῦ δικαίου. Κρίνατε (φησὶ) μεταξὺ ἐμοῦ καὶ τοῦ ἀμπελῶνός μου. Καὶ εἴπατε, τί τῶν πρὸς καρπογονίαν αὐτῷ συντελούντων οὐχὶ γεγένηται; Τί γὰρ (φησὶ) ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Τί τῶν ἐπιβαλλόντων μοι περὶ τῆς εἰς αὐτὸν ἐπιμελείας οὐχὶ πεποίηκα; Οὐ τόπος πίων καὶ καρτερὸς ὁ αὐτός; οὐ φραγμός; οὐ χάρακες; οὐ φυτεία εὐγενεστάτη; οὐ πύργος; οὐ προλήνιον; οὐχ ὅ τι ἂν εἴπῃ τις;

Ταῦτα μέντοιγε νομιστέον λέγεσθαι ὑπὸ τοῦ λόγου καὶ πρὸς ἡμᾶς, οἳ, κληθέντες ἐπὶ τῷ ποιεῖν τοὺς καρποὺς τῆς δικαιοσύνης, ὑπὸ φιλοπλουτίας ἐμπίπτομεν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. — Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἔχει τι ἀναγκαῖον ἡ ταὐτολογία· ἐν μὲν γὰρ τοῖς ἄνω ὁ τὴν ᾠδὴν ἐπαγγέλλων ἔλεγεν· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν· ἐνταῦθα δὲ πρὸς τοὺς, ἐφ᾽ ὧν κρίνεται, ποιεῖται τοὺς λόγους· Κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου· τὸ Ἔμεινα τοῦ μοιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.

Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. Ἴδιον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν διὰ τῶν ἀπειλῶν προκαλουμένου εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· ὡς πεποίηκε Νινευίταις διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμὸν, ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ ἱκεσίαν τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε, λέγων· Καὶ νῦν ἄφες με καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. — Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεοργῷ· Ἰδοὺ, τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν.

Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοῦτο δὲ ἔλεγεν, ἐρεθίζων μὲν τὸν γεωργὸν εἰς τὴν ὑπὲρ αὐτῆς ἐπιμέλειαν, διεγείρων δὲ τὴν ἄκαρπον ψυχὴν εἰς τὸ ποιεῖν τοὺς ἐπιβάλλοντας αὐτῇ καρπούς. Ὃ δὲ λέγομεν, σαφέστερον παρὰ τῷ Ἱερεμίᾳ ἐστὶν εὑρεῖν· Ἰδοὺ γὰρ (φησὶ) ὡς ὁ πηλὸς τοῦ κεραμέως, οὕτως ἐστὲ ὑμεῖς ἐν ταῖς χερσί μου, οἶκος Ἰσραὴλ, λέγει Κύριος.

Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν. Καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι. Καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου· καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. Οὕτως οὖν καὶ ἐνταῦθα δεχόμεθα τὴν πρόῤῥησιν, οὐκ ἀπόφασιν τοῦ πάντως ἐκβησομένου, ἀλλ᾽ ἀπειλὴν ἐπιστροφὴν ἐμποιοῦντος ἀπὸ τῆς ἁμαρτίας. —Τί οὖν ἐστιν ἃ ἀπειλεῖ;

Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. —Ὁ γὰρ ἀμπελὼν Κυρίου, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.

Ἀναλαβόντες τοίνυν καὶ καθ᾽ ἕκαστον τῶν ἠπειλημένων ἐξετάσαντες καὶ βασανίσαντες αὐτῶν τὸν νοῦν, ἐρευνήσωμεν μήτι καὶ ἡμῶν ἅπτεται τὰ λεγόμενα. Καθελῶ (φησὶ) τὸν φραγμὸν αὐτοῦ. Προσήκει μὲν τὰς νομικὰς ἐντολὰς φραγμὸν ὑπονοῆσαι, ἤτοι τὸν Ἰσραὴλ, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς τοῦ Παύλου, λέγοντος, ὅτι Αὐτός ἐστιν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Τὸ γὰρ αὐτὸ ἐδόκει καὶ φυλακτήριον εἶναι τοῦ Ἰσραὴλ, καὶ κωλυτικὸν τῆς ἐπιμιξίας καὶ τῆς ἑνώσεως τῶν λαῶν, διὰ τὸν βαρὺν ζυγὸν τοῦ νόμου ἀποκνούντων εἰς τὴν παραδοχὴν τοῦ λόγου τῆς εὐσεβείας. —Ὁ οὖν ἐν δόγμασι, τουτέστιν ἐν θεωρήμασιν ὑψηλοῖς τὴν σαρκίνην καὶ ταπεινὴν τοῦ νομικοῦ γράμματος παρατήρησιν καταργήσας, αὐτὸς ἔλυσε τοῦ φραγμοῦ τὸ μεσότοιχον, οὐκ ἀπερίφρακτον καταλιμπάνων τὸν ἑαυτοῦ λαὸν, ἀλλὰ μιᾷ περιλαμβάνου αὐλῇ, ἵνα γένηται μία ποίμνη, εἷς ποιμήν.

Νῦν οὖν ἀπειλεῖ ὁ λόγος καθαιρήσειν τὸν φραγμόν, τουτέστι πᾶν φυλακτήριον τοῦ Ἰσραὴλ περιαιρήσειν. Καὶ τάχα ἐπειδὴ Δι᾽ Ἀγγέλων ἐδόθη ὁ νόμος ἐν χειρὶ Μεσίτου, καὶ τὴν τῶν Ἀγγέλων φυλακὴν, τῶν φρουρούντων τὰ ὅρια τοῦ Ἰσραὴλ, περιαιρήσειν αἰνίττεται. —Μήποτε δὲ καὶ ἡμῶν ἕκαστος (ἔχων Ἄγγελον ἅγιον τὸν παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων τὸν Κύριον) ἐν ἁμαρτίαις ἐξετασθεῖς, ὑπόδικος γένηται τῇ ἀπειληθείσῃ πληγῇ, καὶ γυμνωθῇ τοῦ τείχους τῆς ἀπὸ τῶν ἁγίων Δυνάμεων ἀσφαλείας, αἵτινες, ὅσον ἂν παρῶσι χρόνον, ἀκαθαιρέτους διασώζουσι τοὺς παρ᾽ αὐτῶν φρουρουμένους.

Γυμνωθεῖσα δὲ πᾶσα ψυχὴ τῆς ἀσφαλείας ταύτης, ἔκκειται εἰς διαρπαγὴν τοῖς ἐχθροῖς, τουτέστι ταῖς ἀντικειμέναις ἐνεργείαις, καὶ εἰς καταπάτημα τοῦ ἐγκαυχωμένου καὶ λέγοντος, ὅτι Ἐμπεριπατήσας τὴν οἰκουμένην, πάρειμι.

Τοιοῦτόν τι καὶ ὁ Ψαλμὸς περὶ ἀμπέλου φησίν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Καὶ Ἐλυμήνατο αὐτὴν ὓς ἐκ δρυμοῦ. Οἱ γὰρ μὴ πεφραγμένοι λόγῳ καὶ δυνάμει ἀγγελικῇ, ἔκδοτοί εἰσι τοῖς ἀλόγοις κινήμασι, καὶ, διὰ τὴν πλεονάζουσαν ἐν αὐτοῖς τῆς ἁμαρτίας δυσωδίαν, ἐπιτήδειοί εἰσι χοίρων ὑποδοχῆς, ἐπὶ πλέον τῆς ἁμαρτίας τὸν βόρβορον ἀνακινούντων καὶ ἐγκαλινδουμένων αὐτῷ. —Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος λέγει· Καὶ καθ᾽ ὣς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, ποιεῖν τὰ μὴ καθήκοντα. Τουτέστιν· οἱ τὴν ἐκ τοῦ λόγου φυλακὴν ἀποβάλλοντες, ἔκδοτοί εἰσι τοῖς βοσκηματώδεσι λογισμοῖς, καὶ πονηροῖς δαιμονίοις τοῖς τὰ ἀκάθαρτα ἐνεργοῦσιν. —Ἐπὶ μέντοι τοῦ Ἰσραὴλ ἔφθασεν ἡ ἀπειλὴ, ὅτε διὰ τὴν εἰς τὸν Κύριον ἁμαρτίαν ἔκδοτοι τοῖς ἔθνεσιν ἀφεθέντες, εἰς διαρπαγὴν ἐγένοντο καὶ καταπάτημα τῶν πολεμίων.

Εἶτά φησι· Καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. Ἐν τοῖς ἄνω διηγούμενος τὰς παρ᾽ ἑαυτοῦ εἰς τὸν λαὸν εὐεργεσίας, Φραγμὸν (φησὶ) περιέθηκα καὶ ᾠκοδόμησα πύργον· ἐνταῦθα δὲ Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ καθελῶ τὸν τοῖχον, ἀντὶ πύργου (ὡς οἶμαι) τὸν τοῖχον λέγων· ἐπεὶ καὶ ὁ πύργος τέσσαρές εἰσι τοῖχοι κατὰ γωνίας ἀλλήλοις συναπτόμενοι, ὥστε κἀκεῖ πύργον νοεῖσθαι τὴν ὑψηλὴν τοῦ ἀμπελῶνος τῶν τοίχων περιβολὴν, πρὸς τὸ ἀνέμβατον αὐτὸν εἶναι καὶ ἀνεπιχείρητον τοῖς ὑπεναντίοις. —Καὶ ἡμῶν δὲ τοῖχος καθαιρεῖται, ὅταν ἀναξίους ἑαυτοὺς τῆς ἐκ τῶν θείων δογμάτων φυλακῆς διὰ ῥᾳθυμίας ποιήσωμεν. Τῷ μὲν γὰρ δικαίῳ πύργος ἐστὶν ὁ Θεὸς ἀπὸ προσώπου ἐχθροῦ· τοῦ δὲ ἁμαρτωλοῦ διὰ τὴν ἐγκατάλειψιν περιαιρεῖται πᾶσα ἀσφάλεια καὶ παντὸς ὀχυρώματος προβολή.

Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Ἐντεῦθεν δῆλον, ὅτι ἡ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται, ὁ λόγος φησίν· Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλείπω· ὧν δ᾽ ἂν παντελῶς ἀπογνῷ, τούτους ἀνέτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Ἀνήσω οὖν (φησὶ) τὸν ἀμπελῶνα. —Καὶ τί τὸ ἐντεῦθεν αὐτῷ συμβαῖνον; Οὐ μὴ τμηθῇ (φησὶν) οὐδὲ μὴ σκαφῇ ἔτι. Ὥσπερ γὰρ οἱ τὴν ἄμπελον τέμνοντες, συνέχουσιν αὐτῆς τὴν δύναμιν (ὥστε τεταμιευμένως καὶ σωφρόνως, διὰ τῆς τῶν ἀναγκαίων φορᾶς, προϊέναι) οὕτω καὶ ψυχὴ ἐπικαμπτομένη ταῖς θλίψεσιν, οἱονεὶ συστέλλεται καὶ ταπεινοῦται λυσιτελῶς, καὶ πρὸς τὴν οἰκείαν ἑαυτῆς ἐπιμέλειαν ἐπανάγεται, τὸ ἀναγκαῖον καὶ ὠφέλιμον ἐν τοῖς πράγμασιν αἱρουμένη. —Ἡ δὲ ἀφεθεῖσα ἄνετος, οἷόν τις ἄμπελος ἀτημέλητος, ὑλομανεῖ καὶ ἐκχεῖται περὶ τὰ ἄχρηστα καὶ ἀνωφελῆ, πρὸς τὴν τῶν πολλῶν ἀπάτην πᾶσαν τὴν τῶν ἔργων ἐπίδειξιν ποιουμένη. —Ὁ γὰρ τῶν φθαρτῶν τὴν ἐργασίαν ποιούμενος, ὅμοιός ἐστιν ἀμπέλῳ, ξύλα καὶ φύλλα καὶ ἕλικας ἐκτρεφούσῃ, οἶνον δὲ εὐφροσύνης ποιητικὸν, εἰς ἀποθήκας βασιλικὰς ἀποτεθῆναι δυνάμενον, μὴ ποιούσῃ.

Ὁ οὖν ἀνεθεὶς ἀμπελὼν δύο πάσχει δεινά· οὔτε τέμνεται (φησὶν) οὔτε σκάπτεται. Εἴρηται τί τὸ μὴ τέμνεσθαι, τουτέστι μὴ κατακονδυλίζεσθαι ταῖς περιστάσεσιν, ὅπερ ἐπ᾽ ὠφελείᾳ τῶν θλιβομένων οἰκονομεῖται. Σκάπτεται δὲ ὁ πᾶσαν τὴν περικειμένην αὐτῷ ὕλην διδασκόμενος πρὸς τὴν οἰκείαν ὠφέλειαν λαμβάνειν. Οἷον ἄσκαφός ἐστιν πλούσιος, ὁ τῷ βάρει τῶν γηΐνων τὴν ψυχὴν πιεζόμενος· πρὸς ὃν οὔτε ὑετὸς οὐράνιος καταβαίνει· οὐ γὰρ ἐφικνεῖται τῆς ῥίζης, πολλῆς ἐπ᾽ αὐτῆς συμπεφορημένης τῆς ματαιότητος. —Ὁ μέντοι τῷ κατανυκτικῷ λόγῳ ἀποσκευάσασθαι τὸν ὄχλον τῶν γηΐνων πραγμάτων καὶ φθαρτῶν διδαχθεὶς, καὶ ἀναπνεῦσαι μὲν ἀπὸ τῆς συνοχῆς, ἐκκαλύψαι δὲ ἑαυτοῦ τὰ κρυπτὰ, ἀνατρέψαι δὲ τὰς τῆς πικρίας ῥίζας, καὶ οἱονεὶ ξηρᾶναι διὰ μετανοίας, οὗτός ἐστιν ὁ σκαφείς. Διόπερ καὶ ἡ τῶν ἀκανθῶν χύσις κωλύεται, τουτέστιν αἱ μέριμναι τοῦ βίου τούτου οὐδεμίαν ἕξουσι χώραν ἐν τῇ ἀνατροπῇ τῶν γηΐνων.

Ἔτι πρὸς τὸ μὴ τμηθῆναι καὶ τὸ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ εἰρημένον παραληπτέον· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.

Ὁ μὲν οὖν κακὸς οἰκονόμος Σκάπτειν (φησὶν) οὐκ ἰσχύω· ὁ δὲ ἀγαθὸς καὶ φρόνιμος οἰκονόμος ἐπιστημόνως περισκάψει, τουτέστιν ἀνακινήσει πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τῇ προηγουμένῃ ἑαυτοῦ ζωῇ προσοικειώσει· δεικνὺς, ὅτι ὥσπερ ἡ γῆ, ἀφισταμένη μὲν τῆς ῥίζης, τροφὴ τοῦ φυτοῦ γίνεται (ἐπικειμένη δὲ αὐτῇ, θλίβει αὐτὴν καὶ βαρύνει)— οὕτω καὶ ἡ τῶν χρημάτων περιβολὴ, ἐπικειμένη μὲν τοῖς πλουτοῦσι, βυθίζει αὐτῶν τὰς ψυχὰς, ἀλλοτριουμένη δὲ τῶν ἐχόντων εἰς τὴν τῶν δεομένων μετάδοσιν, τότε αὐτῶν οἰκεία γίνεται. —Ἀκολουθεῖ δὲ τῷ μὴ τέμνεσθαι, μηδὲ σκάπτεσθαι, τὸ ἀναβαίνειν, ὡς εἰς χέρσον, ἄκανθαν. Τοὺς ἐνεχομένους ταῖς τοῦ βίου μερίμναις ὁ Σωτὴρ ἡμῶν ἔφησεν εἶναι γῆν ἀκάνθας ἐκφύουσαν, δεχομένην μὲν τὸν τοῦ λόγου καρπὸν, συμπνίγουσαν δὲ ὑπὸ τῶν ἀκανθῶν. —Εἰς οὖν τὴν ἀγεώργητον ψυχὴν πολὺ τὸ πλῆθος τῶν μεριμνῶν. Διό φησιν· Ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι.

Τήρει δὲ ὅτι ἄνω μὲν εἶπεν· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐνταῦθα δὲ προσέθηκε τὸ Καὶ ἀναβήσονται. Μέγεθος γάρ τι τῆς κακίας καὶ τὴν ἐπὶ πολὺ χύσιν ὁ λόγος ἐμφαίνει διὰ τῆς τῶν ἀκανθῶν ἀναβάσεως.

Εἶτα, ἐπειδὴ πονηρὰ τῆς ἀμπέλου τὰ βλαστήματα, αἴρεται αὐτῆς ὁ ὑετός, ἐπειδήπερ οὐκ εἰς δέον ἐχρήσατο τῇ παρ᾽ αὐτοῦ βοηθείᾳ. —Ὥστε καὶ ἡμεῖς ὅταν ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις ἡμῖν ἀφορμαῖς μὴ εἰς ἀγαθὸν κεχρημένοι ὦμεν, ἀφαιρεῖται ἡμῶν ἡ ἐξ οὐρανοῦ βοήθεια. Εἰ δὲ ἀμπελὼν ὁ Ἰσραὴλ, ἀγεώργητος μένει διὰ τὸ μὴ ἀποδιδόναι τοὺς ἐπιβάλλοντας αὐτῷ καρποὺς τῷ Δεσπότῃ, ἀλλὰ πρότερον μὲν τοὺς ἀπεσταλμένους δούλους δεῖραι καὶ λιθοβολῆσαι καὶ ἀποκτεῖναι, ὕστερον δὲ καὶ αὐτῷ τῷ υἱῷ τοῦ Δεσπότου τὰς χεῖρας εἰς φόνον ἐπιβαλεῖν. Αὐταὶ δὲ πᾶσαι αἱ πονηραὶ καὶ ἄδικοι πράξεις ἄκανθαί εἰσιν ὠνομασμέναι· διὰ τὸ γῆς κατηραμένης εἶναι βλαστήματα, εἰκότως ἐντολὰς λαμβάνουσιν αἱ νεφέλαι τοῦ μὴ βρέχειν ἐπὶ τὸν τὰ τοιαῦτα ἐκφέροντα ἀμπελῶνα.

Τίνες οὖν αἱ νεφέλαι, καὶ τίς ὁ ὄμβρος; Ἐκ τῆς περὶ νεφῶν φυσιολογίας πειραθῶμεν εἰς ἔννοιαν τῶν εἰρημένων ἐλθεῖν. Ἔστι τοίνυν ἡ νεφέλη ἀὴρ παχὺς, ἐκ τῆς ὑγρᾶς κατὰ γῆν ἀναθυμιάσεως συνιστάμενος· εἶτα μετεωρισθεὶς τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ᾽ αὐτῶν ἀξιόλογον ἄθροισμα καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν ἐγγένηται, τότε σταγόνας εἰς τὴν γῆν ἀφίησι. Καὶ αὕτη τῶν ὄμβρων ἡ φύσις, ἀπὸ γῆς τὴν ἀρχὴν ἐχόντων, καὶ δι᾽ ἀέρος πάλιν ἐπὶ τὴν γῆν φερομένων.

Τοιοῦτοι ἦσαν καὶ οἱ Προφῆται, ἐκ μὲν τῆς κοινῆς φύσεως ὡρμημένοι, διὰ δὲ καθαρότητα ψυχῆς τῇ δυνάμει τοῦ Πνεύματος ὑπερυψούμενοι καὶ λόγων γονίμων σταγόνας ταῖς ψυχαῖς ταῖς ἀγαθαῖς καὶ καρποφόροις ἐνστάζοντες. Τοιοῦτος ἦν Μωϋσῆς, λέγων· Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου· καὶ πάλιν· Ὡς ὄμβρος ἐπ᾽ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.

Αὗται οὖν αἱ οὐράνιοι δυνάμεις ἐντολὴν λαμβάνουσι τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀκανθοφόρον ἀμπελῶνα, τὸν ταῖς ἀκάνθαις ταῖς οἰκείαις στεφανώσαντά μου τὸν Δεσπότην. —Διὰ τοῦτο νῦν σιωπή ἐστι παρὰ τῇ συναγωγῇ ἐκείνῃ λόγου Θεοῦ, καὶ οὐκ ἔστιν ἔτι προφήτης, οὐδὲ ἄρχων, οὔτε ἡγούμενος, ἀλλ᾽ αἰθρία δεινὴ καὶ ἀνέφελος, τῆς πάλαι κατάρας ἐπ᾽ αὐτῆς βεβαιουμένης, ὅτι Καὶ ἔσται σοι ὁ οὐρανὸς ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ὑποκάτω σου σιδηρᾶ· καὶ πάλιν· Δῴη ὁ Κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτὸν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε.

Οὐκέτι γὰρ αἱ νεφέλαι αἱ πνευματικαί, καὶ οὐκέτι προφήτης, τῆς ἐντολῆς τοῦ Κυρίου βεβαίας φυλαττομένης. —Κἂν αἱ νεφέλαι δὲ βρέχειν λέγωνται, οὐδὲν ἧττον ὁ Κύριός ἐστιν ὁ βρέχων. Οὐκ ἔστι γὰρ (φησὶν ὁ Προφήτης) ὑετίζων ὥσπερ σύ. Καὶ πάλιν ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· Καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται καὶ μερὶς, ἐφ᾽ ἣν οὐ βρέξω, ξηρανθήσεται, οἰκονομοῦντος τοῦ ἀγαθοῦ Θεοῦ τὴν μερίδα τῶν χειρόνων μὴ βραχῆναι, ὑπὲρ τοῦ ξηρανθῆναι ἐν αὐτῇ τὰ τῆς πονηρίας βλαστήματα. —Σαφῶς παρέστησε τὸ βούλημα τοῦ λόγου, ὅτι ἀμπελῶνα τὸν Ἰσραὴλ λέγει, περὶ ὃν γενήσεσθαι τὰ ἐπαγγελθέντα καὶ προειρημένα ἠπείληται.

Καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Διῃρέθη ἡ προσηγορία τοῦ Ἰακὼβ εἰς τὸν Ἰσραὴλ καὶ Ἰούδαν, πρότερον μὲν ἐπὶ τοῦ Δαβὶδ, μετὰ τὴν τελευτὴν τοῦ Σαοὺλ, μερισθέντος τοῦ λαοῦ εἰς τὸν υἱὸν Σαοὺλ καὶ τὸν Δαβίδ, ὕστερον δὲ ἐπὶ τοῦ Ῥοβοὰμ, ὅτε Ἱεροβοὰμ ἀπέστησε τὰς δέκα φυλὰς, υἱὸς Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.

Διὰ τοῦτο καὶ νῦν διπλῆς ἔτυχε τῆς προσηγορίας. Φαίνεται δὲ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν, πλεῖον ἁμαρτὼν ὁ Ἰσραὴλ, διὸ καὶ τάχιον ᾐχμαλωτίσθη. Καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐννενήκοντα μὲν καὶ τρεῖς ἡμέραι ἐπὶ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ἀριθμοῦνται, τεσσαράκοντα δὲ ἐπὶ τοῦ Ἰούδα. Διὰ τοῦτο καὶ ἐνταῦθα ὁ μὲν ἀκανθοφόρος ἀμπελὼν οἶκος τοῦ Ἰσραὴλ γίνεται· ὁ δὲ τοῦ Ἰούδα ἄνθρωπος, οὐκέτι ἀμπελών· ἀλλὰ νεόφυτον, οὐ κεχερσωμένον, ἀλλ᾽ ἠγαπημένον. —Τίς δὲ ὁ ἐξ Ἰούδα ἀνατείλας ἄνθρωπος, ἀκμάζων τῇ ζωῇ καὶ ἀληθινῶς ὑπάρχων ἀγαπητὸς, οὐ χαλεπὸν ἰδεῖν τῷ ἐπισταμένῳ τὰ τοιαῦτα θεωρεῖν.

Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπείπερ, κατὰ τὸν Σολομῶντα, Λογισμοὶ δικαίων κρίματα, ἀπαιτούμεθα πάντα κρίσει ποιεῖν, καὶ μηδὲν ἀκρίτως. Ἕπεται μέντοι τῇ ἀκρίτῳ καὶ ἀνεξετάστῳ ζωῇ τὰ ἄνομα. Ὁ γὰρ μὴ ἑπόμενος τῷ ὀρθῷ λόγῳ, μηδὲ κρίνων τὸ πρακτέον καὶ μὴ, κατὰ τὸν δεδομένον ἐκ τοῦ νόμου κανόνα, ἀνομίαν ποιεῖ, καὶ οὐ δικαιοσύνης ἐστὶν ἐργάτης, ἀλλὰ κραυγῆς καὶ θορύβου καὶ συγχύσεως αἴτιος. Διότι τοῖς μὲν δικαίοις κρίμασιν ἡ ἡσυχία τῶν κρινομένων ἀκολουθεῖ, εὐσταθῶς καταδεχομένων τὰ ὁριζόμενα· τοῖς δὲ ἀδίκοις κραυγὴ καὶ θόρυβος στασιαστικὸς, ἀγανακτούντων ἐπὶ τῇ ἀδικίᾳ. Περὶ δὲ τῆς κραυγῆς ταύτης καὶ ὁ Ἀπόστολος παραινεῖ, λέγων· Πᾶσα κραυγὴ καὶ θόρυβος ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ.

Ἔστι δέ τις καὶ κραυγὴ ἀστεία, ἣν ὁ Κύριος ἑστὼς ἐν τῷ ἱερῷ ἔκραξεν· ᾗ καὶ Δαβὶδ ἐκέχρητο, λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ οὐδὲν θαυμαστὸν, τὸ αὐτὸ ὄνομα ἐπὶ τῶν ἐναντίων τετάχθαι, καὶ σημαίνειν νῦν μὲν τὸ ταραχῶδες καὶ σεσοβημένον, νῦν δὲ τὸ μεγαλόφωνον καὶ μεγαλοφυὲς τῶν οὐρανίων δογμάτων. —Ἐπὶ μέντοι τῆς παρούσης λέξεως, ἡ κραυγὴ συγγενής ἐστι τῇ ἀπὸ Σοδόμων καὶ Γομόῤῥας ἀναβαινούσῃ.

Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τὸν πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.

Ταλανίζονται νῦν οἱ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν τὰ τῶν πλησίον παρατεμνόμενοι, καὶ μήτε ἐν ἀγροῖς ταῖς οἰκείαις ἀρκούμενοι κτήσεσι, μήτε ἐν ταῖς οἰκήσεσιν ἀρκούμενοι τοῖς ἑαυτῶν· ἀλλὰ παρορίζοντες μὲν τοὺς πέλας ἐν τῇ γεωργουμένῃ, προσπεριβαλλόμενοι δὲ τὰ τῶν γειτόνων οἰκήματα, ὑπὸ τῆς οἰκείας πλεονεξίας στενοχωρούμενοι καὶ μένειν ἐν τοῖς οἰκείοις ὅροις οὐκ ἀνεχόμενοι· ἀλλ᾽ εὐλόγῳ δὴ ταύτῃ κατακεχρημένοι προφάσει πρὸς τὴν ἄμετρον φιλοκτημοσύνην, τῷ δοκεῖν προσεχῆ καὶ συνημμένα εἶναι τὰ τῶν γειτόνων.

Πρὸς οὓς ἐλεγκτικώτατα ὁ λόγος ἀπήντησεν, εἰπών· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Εἰ γὰρ ὅτι γείτων ὁ τὴν ἐχομένην γῆν γεωργῶν ἀφαιρεθῆναι δίκαιος, δηλονότι, τούτου ἐκβληθέντος, ἕτερός σοι πάλιν γείτων ἀναφανήσεται· καὶ τὸ αὐτό σοι πάλιν καὶ πρὸς ἐκεῖνον λέγειν ἡ πλεονεκτικὴ καρδία ὑποβάλλει, εὔλογον ὑποδεικνύουσα εἶναι σεαυτοῦ ποιήσασθαι τὰ πλησιόχωρα. Ὅταν δὲ κἀκεῖνος γυμνωθεὶς ἀπέλθῃ τῶν ἰδίων, καὶ γένηται μέρος τῆς σῆς κτήσεως ἡ τοῦ τρίτου χώρα, πάλιν ἄλλος γείτων, ἄλλαι σπουδαὶ, ἀποδιῶξαι μὲν τῶν ὑπαρχόντων ἐκεῖνον, ἑαυτοῦ δὲ ποιήσασθαι τὰ τοῦ τετάρτου γείτονος. Τίς οὖν ἔσται σοι ὅρος τῆς ἐπιθυμίας τοῦ πλείονος; —Πυρὶ γὰρ ἔοικεν ἡ πλεονεκτικὴ καρδία, διὰ τῆς καιομένης ὕλης πορευομένῳ καὶ τὰ μὲν φθείροντι, τὰ δὲ ἐπερχομένῳ. Ἤπου καθάπερ τοῦ ἐμπρησμοῦ σβέσις γίνεται ἡ ἀπορία τῆς ὕλης, οὕτω καὶ τὴν πλεονεκτικὴν καρδίαν καὶ τὸν ἀπλήρωτον ὀφθαλμὸν ἐκεῖνο ἵστησι μόνον, τὸ μηδένα ἔχειν τὸν συνοριζόμενον τοῖς κτήμασι. —Πόῤῥωθεν οὖν ἰώμενος ὁ λόγος τὸ πάθος, οἱονεὶ ἐπᾴδων τῇ φιλοκτήμονι ψυχῇ, ταῦτά φησι· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;

Εἰ γὰρ ἐπιθυμεῖς τῶν τοῦ γείτονος (γείτων δέ σοι πάντως οὐ λείψει) ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ᾽ ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρέλαβες, ἐπιμένων οἷς ἔχεις, εἰδὼς ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων καὶ πλῆθος χώρας, ἐκ πλεονεξίας περιβληθὲν, ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως πεπορισμένας οἰκίας, εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώπου οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας, ἐρήμους τῶν οἰκητόρων ποιοῦσα.

Πολλάκις γοῦν ἔγνωμεν ὅλα γένη ἄρδην ἀφανισθέντα, ὡς ἀπορίᾳ τῶν διαδεχομένων καταῤῥυῆναι πρὸς γῆν τὰς μεγαλοφυεῖς καὶ ὑπερηφάνους τῶν οἰκημάτων κατασκευάς. Ἀλλὰ καὶ ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον τοὺς ὅρους τῶν οἰκείων κτήσεως ὑπερεξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, πάντως ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας, ὥστε ἔνθα δέκα ζεύγη βοῶν εἰργάσατο, μόγις κεράμιον ἓν τρυγηθῆναι καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τῶν καρπῶν, ἅπερ ἐστὶ πολλοστημόριον τῶν σπερμάτων.

Ἔχει μὲν οὖν πολὺ καὶ αὐτόθεν τὸ ὠφέλιμον ἡ λέξις· δυνατὸν δὲ τῷ φιλοπόνῳ κατὰ ἀναγωγὴν ἐπὶ πλεῖον ἄγειν τὸ ἀπὸ τῆς προφητείας χρήσιμον. Δύναται γὰρ οἰκία ἑκάστου νοεῖσθαι τὰ δόγματα καὶ αἱ πράξεις, διὰ τὸ πυκνὸν καὶ ἡνωμένον τῆς ἐν τοῖς νοήμασι κατασκευῆς, περὶ ἑκάστου δόγματος. Διότι, ὥσπερ ἐν οἰκίᾳ θεμέλιος ὑπόκειται τῇ λοιπῆ κατασκευῇ, οὕτω καὶ ἐπὶ τῶν δογμάτων ὑποθέσεις τινές εἰσι καὶ πρῶται ἀρχαὶ, οἷς ἐπερειδόμενοι δογματίζουσι, τὰ ἐφεξῆς ἀκολούθως καὶ συναφῶς ταῖς πρώταις ἀρχαῖς συνυφαίνοντες. —Ὅσοι οὖν τὸ τῆς πίστεως δόγμα, ὅπερ ἔχει θεμέλιον καὶ ἀρχὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δόγμασιν ἀλλοτρίοις καὶ ξένοις τῆς θεοσεβείας ἐπισυνάπτουσιν, οὗτοί εἰσιν οὓς ὁ λόγος ὀδύρεται παρὰ τὸ καθῆκον ποιοῦντας ἐν τῷ συνάπτειν οἰκίαν πρὸς οἰκίαν.

Ὅτι γὰρ οἰκία τὰ τῆς θεοσεβείας ὠνόμασται δόγματα, αὐτὸς ὁ Κύριος διὰ τῆς παραβολῆς ἡμᾶς ἐδίδαξε, λέγων, ὅτι Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν. Ἔοικε δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ διδάσκειν ἡμᾶς, ὅτι ἕκαστος ἑαυτῷ οἰκίαν οἰκοδομεῖ τῶν εἰς Χριστὸν πεπιστευκότων. Θεμέλιον γὰρ (φησὶν) ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην ... —Ἐπειδὴ δὲ τῶν κατασκευαζόντων τὰ δόγματα οἱ μὲν γέλωτος καὶ χλεύης ἄξια φρονοῦντες, οἱονεὶ γέλωτα οἰκοδομοῦσιν, οἱ δὲ ἀστειότεροι σπουδαῖα κατασκευάζουσιν, ὁ Μιχαίας, καθαιρῶν τὰ οἰκήματα τῶν καταγελάστων· Οἱ ἐν Γὲθ (φησὶ) μὴ μεγαλύνεσθε· καὶ οἱ ἐν Ἀκαρεὶμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα ὑμῶν. Καὶ πάλιν ὁ αὐτὸς, ἐπιπλήττων μοχθηροῖς διδασκάλοις, φησίν· Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις ...

Πᾶς γὰρ ὁ τὰ ἀλλότρια κατασκευάζων δόγματα, οἰκοδομεῖ τὴν Σιὼν, τουτέστι τὸ ἑαυτοῦ σκοπευτήριον, ἐν αἵμασι· καὶ ὁ συνιστὰς ἐκκλησίαν πονηρευομένων, οἰκοδομεῖ τὴν Ἱερουσαλὴμ ἐν ἀδικίαις.

Εἰ οὖν δύο ἐστὶν εἴδη οἰκοδομῶν (τὸ μὲν ἀγαθὸν, τὸ ἐπὶ τὴν πέτραν, καὶ ἐπὶ τὸν θεμέλιον τοῦ Χριστοῦ· τὸ δὲ ἕτερον φαῦλον, ὃ καὶ καταγέλαστόν ἐστι καὶ ἀπωλείας αἴτιον) εἰκότως ὁ λόγος ταλανίζει τοὺς τὴν ἀγαθὴν οἰκίαν τῇ φαυλοτέρᾳ συνάπτοντας, καὶ οἱονεὶ μιγνύντας τὰ ἄμικτα. —Ἐπιστήσεις δὲ μήποτε πάντες ἄνθρωποι, ὅ τι ποτ᾽ οὖν περὶ ἀληθείας δογματίζοντες, ὑγιέσι τισὶ καὶ ἀληθέσι τοῖς προκατειλημμένοις κατὰ τὰς κοινὰς ἐννοίας καὶ ἐνεσπαρμένοις ὑπὸ τοῦ δημιουργοῦ, καλὴν ἔχοντες οἰκίαν, ὅταν σφαλλόμενοι τῆς ἀληθείας, ἀλλότρια τῆς θείας διδασκαλίας ἐκ τῆς ἔξωθεν ἀπάτης ἐπεισάγωσιν, οἷον οἰκίᾳ καλῇ συνάπτουσιν οἰκίαν τὴν χείρονα. —Καὶ ταῦτα μὲν εἰς τὸν περὶ τῆς οἰκίας λόγον.

Ἐπειδὴ δὲ ὁ Ἅγιος οὐ μόνον Θεοῦ ἐστιν οἰκοδομὴ, ἀλλὰ καὶ Θεοῦ γεώργιον, ὡς ὁ μακάριος Παῦλός φησι, καὶ ἡ αὐτὴ ψυχὴ τεθεμελίωται ὡς οἰκία, καὶ ἐῤῥίζωται ὡς φυτόν (Ἐν ἀγάπῃ γὰρ (φησὶν) ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι) φέρε καὶ περὶ τοῦ κατὰ τὸν ἀγρὸν προσεγγισμοῦ διαλάβωμεν, ὃν οἱ φαύλως ποιοῦντες καὶ ἐσφαλμένως, τῇ ἐγκειμένῃ κατακρίσει ὑπόδικοι γίνονται. Ὅσα οὖν περὶ γεωργίας εἴρηται, ὡς συγγενῆ τοῖς προκειμένοις, συνεξετάσωμεν.

Ἔστι μὲν οὖν ἀστεία φυτεία, ἡ κατὰ τὸν Σολομῶντα, λέγοντα. Ἐφύτευσά μοι ἀμπελῶνα, ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ. Ἔστι δέ τις φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατὴρ, ἥτις καὶ ἐκριζοῦται κατὰ, τὴν ἀπειλὴν τοῦ Κυρίου.

Αὕτη δὲ ἡ φυτεία ἐκ φυτοῦ Σοδόμων τὴν ἄμπελον ἔχει, καὶ τὴν κληματίδα ἐκ Γομόῤῥας, καὶ σταφυλὴν χολῆς γεωργεῖ, καὶ βότρυν πικρίας φέρει τοῖς κεκτημένοις· Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.

Ὁ οὖν καταφυτεύσας τὸ ἑαυτοῦ ἡγεμονικὸν πάσῃ καρποφορίᾳ πνευματικῇ, καὶ τοῖς ἐκ φύσεως ἐῤῥιζωθεῖσιν αὐτῷ πρὸς ἐπίδειξιν καρπῶν δικαιοσύνης παρὰ τοῦ Κτίσαντος ἐπιβαλὼν τὰ ἐκ τοῦ πονηροῦ γεωργοῦ, οὗτός ἐστιν ὁ διὰ τὸν ἀπηγορευμένον προσεγγισμὸν ἀγροῦ πρὸς ἀγρὸν ὑπὸ τοῦ λόγου ταλανιζόμενος. Διὰ τοῦτο καὶ ἀπειλεῖ αὐτῷ τὴν ἀφορίαν, ὡς μὴ ἐξοίσοντος ἀναλογοῦντα τῇ διδασκαλίᾳ τῇ περὶ αὐτὸν τὰ τῶν καρπῶν ἐπιδείγματα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. —Ἡ μὲν λέξις τὴν ἐγχώριον συνήθειαν λέγει τῶν κατὰ τὴν Φοινίκην διὰ βοῶν ἀροτριώντων τὴν ἄμπελον· ὁ δὲ λόγος ἐνδείκνυται περὶ τῶν ἐπαμφοτεριστῶν καὶ τῶν ἐναντίων δογμάτων ἐφαπτομένων καὶ συναπτόντων πρὸς ἄλληλα· ὧν ἄκαρποί εἰσιν αἱ ψυχαί.

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.

Τῆς ἀποστολικῆς λέξεως τὴν ἐξήγησιν τὸ παρὸν τοῦτο μέρος τῆς προφητείας περιέχει· ἐκεῖ μὲν γάρ φησι· Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ἐνταῦθα δέ· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Σίκερα γὰρ πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι πόμα, τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες. Οἱ οὖν εὐθὺς ἀρχομένης τῆς ἡμέρας, κατὰ τὴν Παροιμίαν, ἐπὶ τὰ ποτήρια καὶ τὰς φιάλας διδόντες ἑαυτῶν τοὺς ὀφθαλμοὺς, καὶ περισκοποῦντες ποῦ πότοι γίνονται, οἰνοπωλεῖα καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὰ συμπόσια παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες. Οὗτοι ὑπὸ τοῦ Προφήτου καταθρηνοῦνται.

Οἳ καιρὸν μὲν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν παρέχουσιν, οὐδὲ διδόασι σχολὴν τοῖς ὀφθαλμοῖς ἀνανεῦσαι πρὸς οὐρανὸν καὶ τὰ ἐν αὐτῷ κάλλη, ὥστε ἐκ τῆς τούτων διακοσμήσεως τὸν γενεσιουργὸν ἐννοεῖν· ἀλλὰ καὶ κοσμοῦντες ἑαυτῶν τὸ συμπόσιον τάπησι ποικίλοις καὶ ἀνθινοῖς παραπετάσμασι, περιττὴν δέ τινα σπουδὴν καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ ῥυτὰ καὶ φιάλας καὶ κισσύβιον, καὶ κρατῆρας καὶ τὰ τοιαῦτα ὀνόματά τε καὶ σχήματα τῇ παρασκευῇ τῆς μέθης ἐπινοοῦντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτοι, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Εἶτα ἀντιπροπίνοντες ἀλλήλοις καὶ εἰς τὴν ὑπὲρ τοῦ πίνειν ἅμιλλαν καθιστάντες, τίνα ὑπερβολὴν εἰς αἰσχύνην καταλείπουσιν; Οἱ ἡττώμενοι, οἱ νικῶντες, πάντες μεθύουσιν.

Συμποσίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοινοχόοι καὶ ἀρχιτρίκλινοι, καὶ τάξις ἐν ἀταξίᾳ καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι. Μεθύουσιν οἱ ἐπιστάται, μεθύουσιν οἱ ὑπηρέται· πάντα γελώντων καὶ μεθυόντων γέμει· ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς. Εἶτα μέντοι, ὥσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἡ σεμνότης τῶν δορυφόρων τὴν δυναστείαν παραύξει, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι θεραπείαν τινὰ περιστήσαντες, τὸ ἐπονείδιστον διὰ τὸ ὑπερβάλλον τῆς σπουδῆς περιστέλλουσι. Στέφανοι ἐπὶ τούτοις καὶ ἄνθη κατασκεδαννύμενα τῷ συμποσίῳ, καὶ μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι προσμηχανώμεναι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμένοις παρασκευάζουσιν, ἰσόῤῥοπον αὐτοῖς τῇ παρούσῃ φαιδρότητι τὴν αἰώνιον κόλασιν προξενοῦντα.

Εἶτα πόῤῥω, προϊόντος τοῦ πότου, αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, κατὰ μὲν τὴν ἀλήθειαν ἀποθρηνοῦντα τοὺς ἀπολλυμένους, κατὰ δὲ τὴν ἐπιτήδευσιν τῶν μεθυόντων· ὥστε αὐτοῖς πάσας τῆς ψυχῆς τὰς ἡδονὰς τῇ μελῳδίᾳ διεγερθῆναι, ὡς, οὐκ ἀρκοῦντος τοῦ οἴνου, τῇ παρ᾽ ἑαυτοῦ θερμότητι σμῆνος ἐπιθυμιῶν τῇ ἀθλίᾳ ψυχῇ τοῦ πίνοντος ἐπεγεῖραι. —Ἀλλ᾽ ἵνα πᾶσαι αὐτοῖς αἱ αἰσθήσεις ὑπὸ τῆς ἡδονῆς καταγοητευθεῖσαι κατέχωνται, αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ ὀσφρήσεις ὑπὸ τῶν ἀναθυμιωμένων πληροῦνται, τὸ στόμα τῇ παρόδῳ τοῦ οἴνου ὑπηρετεῖ, ὀφθαλμοὶ βλέπουσι τὰ γινόμενα, μᾶλλον δὲ παραβλέπουσι, τὴν ἀκρίβειαν τῆς αἰσθήσεως ὑπὸ τῆς μέθης ἀφῃρημένοι.

Δι᾽ ἃ εἴρηται τὸ Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ καὶ διημερεύοντες ἐν τούτοις, ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν τὰ ἔργα Κυρίου ἐμβλέπειν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. —Πότε γὰρ διδαχθῶσι περὶ Θεοῦ; Τὸ πρωΐ; Ἀλλ᾽ εὐθὺς ἐξαναστάντες ἀπὸ τοῦ ὕπνου, τὸ σίκερα διώκουσιν. Ἀλλὰ μεσούσης ἡμέρας; Ἀλλὰ τότε δὴ μάλιστα αὐτοῖς αὔξησιν καὶ ἐπίδοσιν ὁ πότος ἔχει.

Ἀλλ᾽ ἑσπέρας; Ἀλλ᾽ ἔτι πίνουσι. Καὶ ἡ μὲν ἡμέρα αὐτοὺς ἐπιλέλοιπεν, ἡ δὲ μέθη οὐκ ἐπιλείπει· ἀλλὰ μάλιστα δὴ τῆς νυκτὸς, ὡς ἰδίως αὐτοῖς διαφερούσης, ἀντέχονται. Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ.

Εἶτα τὴν αἰτίαν τοῦ δύνασθαι αὐτοὺς διαρκεῖν ἐν τῷ πότῳ ὁ Προφήτης φησίν· Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει, τὴν αἰτίαν λέγων καθ᾽ ἣν ἀπλήρωτος αὐτοῖς ἐστιν ἡ τοῦ πίνειν ἐπιθυμία. Ὅτι ἐπειδὰν πολὺς (φησὶν) ὁ ἄκρατος εἰσχεθῇ, πλείονα τὴν θερμασίαν ἐπεισαγαγὼν τῷ σώματι, τὴν φυσικὴν ἰκμάδα τοῦ πίνοντος καταφρύσσει. Εἶτα (οἶμαι) αὐτὸς ἑαυτῷ ὁ οἶνος ὑπέκκαυμα γινόμενος, ὁ προλαβὼν τὴν εὐρυχωρίαν παρασκευάζει τῷ εἰσιόντι. Ὥσπερ δὲ αἱ χαράδραι, ἐπιῤῥέοντος μὲν τοῦ ὑγροῦ, πλήρεις εἶναι δοκοῦσι, παρελθόντος δὲ, ξηραὶ καὶ λιθώδεις καὶ ἄνικμοι καταλείπονται, οὕτω καὶ τὰ τῶν μεθυόντων σώματα ἀποχαραδρωθέντα τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ἐκ φύσεως ἰκμάδα προσκατασύρει.

Οἱ μένοντες τὸ ὀψέ. Διὰ τοῦτο μένουσι (φησὶ) τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τὸ δὲ ἐκ τοῦ οἴνου πῦρ, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει, τὰς δὲ ἐπιθυμίας καὶ τὰς ἡδονὰς, ὥσπερ ἔλαιον, φλόγα ἐξάπτει· ὥστε τὸ εἰρημένον, ὅτι Ὁ οἶνος αὐτοὺς συγκαύσει, οὐκ ἐπὶ τὴν εἰς τὸ πίνειν ἐπιθυμίαν μόνον, ἀλλὰ καὶ ἐπὶ τὴν λοιπὴν τοῦ σώματος πύρωσιν ἐκδεχόμεθα. —Εἶτα παραύξων τὴν ἀτοπίαν ὁ λόγος πρόεισι· Μετὰ γὰρ κιθάρας (φησὶ) καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Κιθαρισταὶ γάρ τινες νέοι, οἳ κακῶς παραπεσόντες μεθύουσιν ὀφθαλμοῖς, καὶ αὐλητρίδες καὶ ψάλτριαι, κακῶς τὴν ὥραν διατιθέμεναι, καὶ χοροὶ καὶ συνῳδία κακῶν πρὸς τὸ ἔκλυτον διατεθρυμμένοι τὰ σώματα καὶ ἐπὶ τῇ πανδήμῳ μουσικῇ τὰς ψυχὰς κατακλῶντες, πρὸς πᾶσαν αἰσχρὰν καὶ παράνομον ἡδονὴν τοὺς ἐν τῇ μέθῃ διερεθίζουσιν.

Ἐκ δὲ τούτου τί συμβαίνει; Τὰ ἔργα Κυρίου μὴ ἐμβλέπειν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν. Ἀλλὰ τὸ μὲν Ἐμβλέπειν τὴν δι᾽ ὀφθαλμῶν κατάληψιν τῶν ὁρατῶν ὑποφαίνει· τὸ δὲ Κατανοεῖν τὴν διὰ τοῦ νοῦ θεωρίαν τῶν ἀοράτων παρίστησιν. Ἐπεὶ οὖν τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα, καθορᾶται, ὁ μὴ ἐμβλέπων τοῖς ἔργοις, οὐδὲ πρὸς τὴν διὰ τοῦ νοῦ νόησιν ὁδηγεῖται.

Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅτι μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ διανοητικοῦ, δι᾽ οὗ μάλιστα ὁ Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν. Ἔργα δὲ χειρῶν καὶ ἡ προσδοκωμένη ἀντίδοσις, τὸ πῦρ ἐκεῖνο καὶ ἡ ἐν ᾅδου κόλασις, γλῶσσα κατάξηρος μικρᾶς ῥανίδος παραμυθίαν ἐπιθυμοῦσα· φλὸξ πανταχόθεν, οὐδὲ ἀέρος ἀναπνοὴν ἀναψύχειν τὸν καύσωνα, τὸν ἐν τοῖς σπλάγχνοις ἐῶσα. Ἄνθ᾽ ὧν αὐληταὶ, ὁ στεναγμός· ἀντὶ τῆς ἀμέτρου μέθης, ἐπιθυμία σταγόνος, τῆς σαρκὸς τῶν μεθυόντων ἀποτηγανιζομένης ἐν τῇ καμίνῳ· ἀντὶ τῶν ἀσελγῶν θεαμάτων, τὸ σκότος τὸ βαθύ· ἀντὶ τῆς ἀκοιμήτου ἐπιθυμίας, ὁ ἀκοίμητος σκώληξ. —Οἱ οὖν ἐν τῇ μέθῃ τὸν νοῦν ἑαυτῶν καταβυθίσαντες, κατανοεῖν ταῦτα τὰ ἔργα τῶν χειρῶν ἀδυνατοῦσι· καὶ διὰ τὸ μὴ προβλέπειν τὰ ἀναμένοντα αὐτοὺς, εἰκότως ὡς ἤδη ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς ὁ λόγος ὀδύρεται.

Ἀκουέτωσαν τούτων οἱ ἀντὶ τῶν Εὐαγγελίων τὰς κιθάρας καὶ τὰς λύρας ἐπὶ τῶν οἴκων φυλάσσοντες, ὅτι ὡς ἤδη ἀπολωλότας ὁ Προφήτης ἀνακαλεῖται, ἐκ τῆς κατ᾽ ἀγάπην συμπαθείας θρηνῶν αὐτῶν τὴν ἀπώλειαν. Οὐαὶ (φησὶν) οἱ μετὰ κιθάρας καὶ αὐλῶν καὶ τυμπάνων καὶ ψαλμῶν τὸν οἶνον πίνοντες.

Σοὶ δὲ χρυσῷ καὶ ἐλέφαντι πεποικιλμένη ἡ λύρα, ἐφ᾽ ὑψηλοῦ τινος βωμοῦ ὥσπερ τι ἄγαλμα καὶ εἴδωλον δαιμόνων ἀνάκειται· καὶ γυνή τις ἀθλία, ἀντὶ τοῦ τὰς χεῖρας ἐρείδειν πρὸς ἄτρακτον διδαχθῆναι, διὰ τὴν ἐκ τῆς δουλείας ἀνάγκην ἐπὶ λύραν ἐκτείνειν ἐδιδάχθη παρὰ σοῦ, ἴσως καὶ μισθοὺς τελέσαντος, τάχα καὶ προαγωγῷ τινι γυναικὶ παραδόντος, ἣ μετὰ τὸ πᾶσαν ἀσέλγειαν ἐν τῷ ἰδίῳ σώματι ἀπαθλῆσαι, ταῖς νέαις προκάθηται τῶν ὁμοίων διδάσκαλος. Ὑπὲρ ἧς σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως διπλοῦν τὸ κακὸν ἀπαντήσεται· ὧν τε αὐτὸς ἀσελγαίνεις, καὶ ὧν ἀθλίαν ψυχὴν διὰ πονηρῶν διδαγμάτων ἀπηλλοτρίωσας τοῦ Θεοῦ.

Εἶτα παρίσταται τῇ λύρᾳ καὶ ἐπιβάλλει τοῖς φθόγγοις τὰς χεῖρας· γυμνὸς ὁ πῆχυς, ἀναιδὲς τὸ πρόσωπον. Εἶτα ἐπέστραπται τὸ συμπόσιον ἅπαν, καὶ οἱ ὀφθαλμοὶ πάντων ἐκεῖ φέρονται, καὶ ὦτα ὑποσιωπᾷ τοῖς κρούμασι· καὶ καταστέλλεται μὲν ὁ θόρυβος ἐκεῖ, κατασιγάζεται δὲ ὁ γέλως καὶ τῶν ἀσελγῶν ῥημάτων ἡ ἅμιλλα. Ἐφησυχάζουσι δὲ οἱ κατὰ τὸν οἶκον ἅπαντες τῇ ἀκολάστῳ μελῳδίᾳ κατακηλούμενοι ... οὐχ ἡσυχάζει δὲ ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, οὔτε ὑποσιωπᾷ ταῖς τοῦ Εὐαγγελίου φωναῖς, ὁ ἐκεῖ σιωπῶν. Εἰκότως. Ὁ γὰρ ἐκεῖ σιωπὴν ἐπιτάσσων ἐχθρὸς, οὗτος ἐνταῦθα τὸν θόρυβον ὑποβάλλει. —Ἐλεεινὸν θέαμα σώφροσιν ὀφθαλμοῖς μὴ ἱστουργεῖν γυναῖκα, ἀλλὰ λυρῳδεῖν· μὴ ὑπὸ ἰδίου γνωρίζεσθαι ἀνδρὸς, ἀλλ᾽ ὑπὸ ἄλλων ἀποβλέπεσθαι· πάνδημον εἶναι· μὴ ψαλμὸν ᾄδειν ἐξομολογήσεως, ἀλλὰ ᾄσματα πόρνης· μὴ Θεὸν ἱκετεύειν, ἀλλ᾽ ἐπὶ τὴν γέενναν ἐπείγεσθαι· μὴ εἰς ἐκκλησίαν Θεοῦ σπουδάζειν, ἀλλὰ συνεκβάλλειν ἑαυτῇ καὶ ἑτέρους. Ἐχθρὰ μὲν ταύτῃ ἔρια· στήμονα δὲ κατάγειν, ἢ κρόκην στρέφειν οὔτε οἶδεν, οὔτε θέλει. Μεθύουσι δὲ συνοῦσα, τὰ ἐκείνων ἐπιτηδεύει.

Ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν, οἷον ἐν στήμοσί τισι ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας ἑαυτῶν ἐπιβάλλουσαι, πυκνὰ δὲ τὸ κέντρον οἷον κερκίδα, ὧδε καὶ ὧδε μετακομίσασαι, πέρας οὐδὲν τῆς ἐνεργείας ἐπιδεικνύουσι. Τῶν μὲν γὰρ τεχνῶν, ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι, καὶ τὸ τέλος ὀφθαλμοῖς ἐγκείμενόν ἐστιν, οἷον τεκτονικῆς τὸ βάθρον, οἰκοδομικῆς οἰκία, ναυπηγικῆς τὸ πλοῖον, ὑφαντικῆς τὸ ἱμάτιον, χαλκευτικῆς ἡ μάχαιρα· τῶν δὲ ματαιοτεχνιῶν, οἷον κιθαριστικῆς, ἢ ὀρχηστικῆς, ἢ αὐλητικῆς, ἢ ἄλλων τοιούτων, παυσαμένης τῆς ἐνεργείας, τὸ ἔργον συναφανίζεται.

Καὶ ὄντως, κατὰ τὴν ἀποστολικὴν φωνὴν, τὸ τέλος τούτων ἀπώλεια. Ταῦτα τοῖς διὰ πολλὴν ἄνεσιν τρυφῆς χρωμένοις παρὰ δεῖπνον, ἤτοι συνεχῶς, ἢ ἐν οἷς ὑπολαμβάνουσι καιροῖς εὐφροσύνης γάμων, ἢ ἑστιάσεων, αὐλοῖς καὶ κιθάραις, καὶ χοροῖς, ἀναγκαίως ἡμῖν ἐξήτασται, ἵνα τὴν ἐκ τοῦ θείου λόγου διαβολὴν πρὸς τὰς τοιαύτας ἐπιτηδεύσεις καταμαθόντες, φόβῳ τῶν ἐπηρτημένων δεινῶν, πρὸς γοῦν τὸ ἐφεξῆς τὴν πονηρὰν τοῦ βίου ὑμῶν συνήθειαν εἰς τὸ βέλτιον μεταβάλητε. —Ἔστι δὲ καὶ τὴν διάνοιαν τῶν ῥητῶν καθ᾽ ἑτέραν ἐκδοχὴν βασανίσαντας, εὑρεῖν τι καὶ ἕτερον ὠφελοῦν ἡμῶν τὰς ψυχάς.

Οὐαὶ (φησὶν) οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Τουτέστιν οἱ ἅμα τῷ λυθῆναι αὐτοῖς τὸν ἐκ τῆς ἀγνοίας σκότον διὰ τῆς εἰς θεογνωσίαν εἰσαγωγῆς, ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης (ἀντὶ τῶν προτέρων ἀνόμων καὶ ἀσεβῶν θεοσεβεῖς χρηματίσαντες καὶ ἐγκαταλεγέντες Ἐκκλησίᾳ Θεοῦ) οὕτως ὑπὸ τῶν παθῶν τῆς σαρκὸς κατακρατούμενοι, ὥστε ἐξίστασθαι τῶν λογισμῶν καὶ ἀνατρέπεσθαι ἐξίσου τοῖς ὑπὸ μέθης ἐσκοτισμένοις. Τοὺς οὖν τοιούτους ὁ λόγος ταλανίζει, τοὺς μετὰ τὴν τοῦ θεοῦ διδασκαλίαν ἐπιδιδόντας ἑαυτοὺς μέθῃ παθῶν, Οἶδε γὰρ μεθύοντας καὶ χωρὶς οἴνου πολλάκις, ὁ λέγων· Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου.

Ὥσπερ γὰρ ὁ οἶνος πλείων τῆς χρείας, ἢ τῆς δυνάμεως τοῦ πίνοντος εἰσρυεὶς, σκότωσιν ἐπάγειν τῷ λογισμῷ πέφυκεν, οὕτω καὶ πάθη ἐπιθυμίας, ἢ λύπης, ἢ θυμοῦ, κατακρατήσαντα τοῦ λογισμοῦ, ἔκφρονας ποιεῖ τοὺς ὑπ᾽ αὐτῶν κατεχομένους. Ἄθλιοι οὖν καὶ τρισάθλιοι οἱ μὴ μόνον ἀρχομένου τοῦ βίου τῇ μέθῃ βεβαπτισμένοι, ἀλλὰ καὶ μένοντες τὸ ὀψέ, τουτέστιν οἱ μέχρι τῶν δυσμῶν τῆς ζωῆς πάθεσιν ἑαυτοὺς παραπέμποντες. —Καθ᾽ ἕνα μὲν οὖν τρόπον ὁ ἐκ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ φωτισμὸς ἐγγινόμενος ταῖς καρδίαις πρωΐα λέγεται· καθ᾽ ἕτερον δὲ, καθ᾽ ὃν ἀρχόμεθα τῆς λογικῆς ζωῆς, συμπληρωθέντος τοῦ λόγου. Καθ᾽ ἑκάτερον γὰρ σκοτία καὶ νὺξ ὁ πρότερον βίος, ἤτοι τοῦ λόγου μήπω τετελειωμένου, καὶ τῆς ψυχῆς ἐν ἀλογίᾳ βεβαπτισμένης· ἢ διὰ τὴν ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, σκότῳ βαθεῖ τῆς διανοίας κεκαλυμμένης.

Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωῒ, τουτέστιν οἱ ἄρτι τὴν ἐκ τῆς νεότητος ἄνοιαν ἀποθέμενοι καὶ, ἀντὶ τοῦ διὰ τῆς τοῦ λόγου δυνάμεως εὐτόνως καταπαλαίειν τὰ πάθη, ἀνατρεπόμενοι παρ᾽ αὐτῶν καὶ οἷόν τινα μέθην τὰ πάθη μεταδιώκοντες. Ταλανώτατοι μὲν γὰρ οἱ, ἀρχομένου τοῦ βίου καὶ λήγοντος, τῆς τοιαύτης μέθης μὴ ἀπολήγοντες. —Διαφοραὶ δὲ πολλαὶ τῶν μεθυόντων· οἱ μὲν γὰρ εὐθὺς μετὰ τὸν ὄρθρον τῆς μέθης ἐπαύσαντο, οἱ δὲ ἐπὶ μικρὸν προελθόντες ἔληξαν, οἱ δὲ ἐπὶ πλεῖον παρέτειναν. Καλὸν μὲν οὖν τὸ ἅμα τῷ ἐγερθῆναι, ζητῆσαι τὸ νηφαλίως ζῆσαι καὶ ἱερατικῶς, ἵνα ἄξιοι γενώμεθα τῆς εἰς τὰ ἅγια εἰσόδου, οἶνον καὶ σίκερα μὴ πίνοντες. Γέγραπται γάρ· Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρών, λέγων· Οἶνον καὶ σίκερα οὐ μὴ πίεσθε, σὺ, καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Ἐπεὶ δὲ δύσκολον ἐν ἀνθρώπου φύσει κατορθωθῆναι τὸ ἀναμάρτητον, δεύτερος (φησὶ) πλοῦς εὐθὺς μετὰ τὴν πρωΐαν ἀναστῆναι ἀπὸ τῆς μέθης.

Τῶν δὲ χρονιζόντων ἐν οἴνοις καὶ τῶν ζητούντων ποῦ πότοι γίνονται, ἄσχολός ἐστιν ἡ διάνοια περὶ τὴν τούτων ἔρευναν, ὥστε μὴ δύνασθαι ἐμβλέπειν τοῖς ἔργοις Κυρίου, μηδὲ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ἀλλὰ κιθάρα καὶ ψαλτήριον τὴν μέθην αὐτοῖς συνεπιτείνει, τὰ εὑρήματα τοῦ Ἰουβὰλ, τοῦ ἐκ τῆς γενεαλογίας Κάϊν καθήκοντος. Ἔλαβε γὰρ ἑαυτῷ (φησὶ) Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ, Ἀδδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά. Καὶ ἔτεκεν Ἀδδὰ τὸν Ἰωβήλ. Οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.

Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. —Τοιαύτης ἦν κιθάρας καὶ μουσικῆς ὁ Λάβαν οἰκεῖος, μεθ᾽ ἧς ἐβούλετο παραπέμπειν τὸν Ἰακώβ. Εἰ γὰρ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετὰ εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας. Ἀλλ᾽ ἀπεδίδρασκεν ὁ πατριάρχης, ὡς ἐμπόδιον οὖσαν πρὸς τὸ ἐμβλέπειν τοῖς ἔργοις Κυρίου καὶ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.

Ἀλλὰ καὶ τοῦ Ναβουχοδονόσορ ἐπὶ τοῦ ἐγκαινισμοῦ τῆς εἰκόνος, σάλπιγγος καὶ σύριγγος καὶ κιθάρας καὶ σαμβύκης καὶ ψαλτηρίου συμφωνίας, καὶ παντὸς γένους μουσικῶν συνηχούντων, οἱ μὲν λαοὶ καὶ αἱ φυλαὶ καὶ αἱ γλῶσσαι κατέπιπτον· οἱ δὲ τὸν Βαβυλώνιον οἶνον πίνειν πόῤῥωθεν μὴ ἀνασχόμενοι καὶ τὴν τρυφὴν βδελυξάμενοι τῆς βασιλικῆς τραπέζης, οὔτε πεσόντες προσεκύνησαν καὶ κατεφρόνησαν πάσης ἀνθρωπίνης δυναστείας καὶ αὐτὴν δὲ κατέσβεσαν τὴν δύναμιν τοῦ πυρός. —Εἰ δὲ ἁμάρτημά ἐστι τὸ μὴ βλέπειν τὰ ἔργα Κυρίου καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν, ἐπάρωμεν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν καὶ εἰδῶμεν τοὺς δημιουργικοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ, καὶ τοῦ μεγέθους τῆς καλλονῆς τῶν κτισμάτων, ἀνάλογον τοῖς δημιουργηθεῖσι τὸν τῶν ποιημάτων γενεσιουργὸν καθορῶντες. Καὶ ἐπειδὴ Τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἡ μὲν αἰσθητὴ τῶν ποιημάτων ἀντίληψις ὅρασις τάχα εἴρηται, ἡ δὲ νοητὴ τῶν ὑπερκοσμίων κατάληψις νόησις προσηγόρευται.

Διὰ τοῦτο· Τὰ ἔργα (φησὶ) τοῦ Κυρίου οὐκ ἐμβλέπουσι (τουτέστι τοῖς αἰσθητοῖς διὰ τῶν ὄψεων οὐ προσβλέπουσι)· καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι, τουτέστι διὰ τῆς τοῦ νοῦ ἐνεργείας τὴν κατάληψιν τῶν ἀοράτων οὐκ ἐκζητοῦσιν.

Ἵνα δὲ ἔτι μᾶλλον ἡμῖν τὸ τῆς πρωΐας ὄνομα τρανωθῇ, ὅτι ἡ ἀπὸ σκότους ἐπάνοδος (εἴτε τοῦ κατὰ τὴν ἐκ τῆς νεότητος ἀλογίαν, εἴτε τοῦ τῆς ἀγνωσίας τοῦ Θεοῦ ταῖς ψυχαῖς ἐγγινομένου) ἡ πρώτη εἴσοδος εἰς τὴν ἀλήθειαν πρωΐα λέγεται.

Συνάξεις δὲ τὰ πολλαχοῦ τῶν Προφητῶν περὶ πρωΐας, ἢ περὶ ὄρθρου, ὑπὲρ τοῦ τῇ τῶν πλειόνων παραθέσει φανῆναι τὸ προκείμενον. Οἷον, Ἀπέστελλον ὄρθρου τοὺς Προφήτας· καὶ τὸ Πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· καὶ τὸ Πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι· καὶ τὸ Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ τὸ Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· καὶ τὸ Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.

Πῶς οὖν, ἐπιβαλλόντως τῇ τοῦ Θεοῦ εὐεργεσίᾳ εἰς ἀνθρώπους γινομένῃ, πρωῒ ἀποστέλλονται οἱ Προφῆται; Ὅτι πᾶς λόγος, ἀπὸ Θεοῦ ἐρχόμενος, ἡμῖν τοῖς δυναμένοις κατακούειν τοῦ θείου βουλήματος ἔρχεται, τῶν ἐν παιδικῇ ἀνοίᾳ ὄντων οὐ καθαπτόμενος, ἀλλὰ τῶν ἐχόντων ἤδη τὰς φυσικὰς ἐννοίας πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Περὶ τούτων οὖν ὁ λόγος, ὅτι ἅμα τῷ παρακύψαι αὐτοὺς εἰς τὴν νόησιν καὶ οἱονεὶ ἐπᾶραι ἀπὸ τῆς πρὸ τούτου ἀγνοίας τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ δέξασθαί τινα αὐγὴν τοῖς τῆς καρδίας ὄμμασι, συνεισέπιπτεν ὁ τοῦ Θεοῦ λόγος, τὰ πρακτέα καὶ τίμια διορίζων. —Τοῦ αὐτοῦ ἔχεται νοῦ καὶ τὸ τοῦ ψαλμοῦ· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι.

Ἕως μὲν γὰρ νὺξ ᾖ περὶ τὴν ψυχὴν ἡμῶν καὶ μήπω ἐπανατείλῃ ὁ ἥλιος, οὐκ ἔστιν ἐπακουσθῆναι ὑπὸ Θεοῦ· ἐπειδὰν δὲ ἀποκαθαρθεῖσα ψυχὴ τῆς περὶ Θεοῦ ἀγνοίας ἀνενέγκῃ δεήσεις, ἐν τῇ λαμπρότητι τῆς λογικῆς καὶ πνευματικῆς ἡμέρας γενομένη, εἰσακούοντα ἔχει τῆς φωνῆς τὸν Θεόν. Διὰ τοῦτό φησι· Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι. —Εἰ γὰρ μέλλεις παρίστασθαι τῷ Θεῷ, μηδενὶ πονηρῷ παρίστασο πράγματι, ἀλλὰ ποίει τὰ τῷ Μωϋσεῖ προστεταγμένα· σὺ δὲ αὐτοῦ στῆθι ἐνώπιόν μου, ἑδραῖος, καὶ ἀσάλευτος καὶ ἀμετακίνητος, τῇ πίστει παριστάμενος αὐτῷ, ἵνα ἄξιος γένῃ τοῦ κατοπτεύειν τὰ τῆς ἀληθείας θεάματα.

Παραστήσομαί σοι (φησὶ) καὶ ἐπόψομαι. Ἕως μὲν γὰρ ἂν θεωρητικός τις ᾖ τοῦ ἐν τοῖς ὁρατοῖς ἐμφαινομένου κάλλους, φυσικός τις ἢ φυσιολόγος προσαγορεύεται· ἐπειδὰν δὲ ταῦτά τις ὑπερβὰς, αὐτῷ παραστῇ τῷ Θεῷ, μετὰ τὸ γνῶναι τίνα τρόπον τὰ πάντα ἐστὶ καλὰ λίαν, καὶ ἀπὸ τοῦ ἐν τούτοις κάλλους ἐπὶ τὸ ὄντως καλὸν καὶ ἐράσμιον ἀναδραμεῖν, οὗ ἡ θέα μόναις ταῖς ψυχαῖς καθαραῖς φαίνεσθαι πέφυκε, τότε ἐπὶ τὰ τῆς φυσιολογίας ἀνώτερα προκόψας, τὰ καλούμενα παρά τισι μεταφυσικὰ, ἐποπτικὸς γενέσθαι δύναται. Ἐπειδὰν οὖν (φησὶ) σοὶ παραστῶ καὶ αὐτῇ τῇ περὶ σοῦ θεωρίᾳ διὰ τοῦ νοῦ προσεγγίσω, τότε τὴν ἐποπτικὴν ἐνέργειαν διὰ τοῦ κατὰ τὴν γνῶσιν φωτισμοῦ ἀναλήψομαι.

Συνᾴδει δὲ τούτῳ τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐχ ὅτι φωνὴν αἰσθητὴν ἀφιᾶσι ταῖς ἀκοαῖς ἡμῶν, ἀλλ᾽ ὅτι ὁ τοῖς λόγοις τῆς τοῦ κόσμου συστάσεως ἐγγυμνασάμενος καὶ γνωρίσας ἁπάντων τῶν κατ᾽ οὐρανὸν τὴν διάθεσιν, διὰ τούτων οἱονεὶ φωνὴν ἀφιέντων, τὸ μεγαλεῖον τῆς δόξης τοῦ πεποιηκότος αὐτοὺς διδαχθήσεται. Πρὸς τοῦτο καὶ ὁ Προφήτης ἡμᾶς διανίστησι, λέγων· Ἀναβλέψατε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε πάντα ταῦτα. —Τὸ γὰρ ὑψηλῶς θεωρῆσαι τὸ ἀναβλέψαι ἐστὶ καὶ τὸ διὰ τῶν ὁρωμένων τῇ τοῦ πεποιηκότος ἐννοίᾳ προσαχθῆναι. Τὸ δὲ ἐκ νυκτὸς ὀρθρίζειν πρὸς τὸν Θεὸν, τοιοῦτόν ἐστιν· ὅταν ἡ νὺξ προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν ἀρξώμεθα, ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους (κώμους καὶ μέθας, κοίτας καὶ ἀσελγείας) τότε δυνάμεθα λέγειν τό· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός. Εἶτα καὶ δηλοῖ διὰ τοῦ ἐπιφερομένου, τί ἐστι τὸ ἐν αὐτῷ ποιοῦν τὸν ὄρθρον· Διότι φῶς (φησὶ) τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Φῶς γάρ ἐστι τὰ προστάγματα, λύοντα τὸ τῆς ἀγνοίας σκότος· διὸ καὶ Ἡ ἐντολὴ Κυρίου τηλαυγῆς, φωτίζουσα ὀφθαλμούς.

Τὸ δὲ ἐν τῷ ἑκατοστῷ Ψαλμῷ εἰρημένον (ὅτι Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς) παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται. Οὐ γὰρ, ὅτι καθ᾽ ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην· οὐ τοῦτό φησιν ὁ λόγος. Τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει· πῶς γὰρ πάντων ἠδύνατο καθ᾽ ἑκάστην πρωΐαν αὐτόχειρ γενέσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ πάντων περιγίνεσθαι δυνατὸν ἦν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων ὄντων, ὡς τὸ εἰκός· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ πάντως ἂν ἀπέκτεινε πρωΐᾳ τοὺς σύμπαντας, ἀλλ᾽ οὐχὶ καὶ καθ᾽ ἑκάστην πρωΐαν αὐτόχειρ αὐτῶν ἐγένετο. Τί οὖν ἐστι τὸ Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους ἀνομίαν; Συνετώτερον τῶν λεγομένων ἐπακούσωμεν, ἵνα μὴ κατηγορήσωμεν τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις.

Πόλις τοῦ Κυρίου, ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς· Ἁμαρτωλοὶ δὲ γῆς οὐκ ἄλλοι τινές εἰσιν, ἢ περὶ ὧν φησιν ὁ Σωτήρ· ὅτι ἔσωθεν Ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φθόνοι, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι καὶ τὰ τούτοις ὅμοια. Τούτους δὴ τοὺς τῆς γῆς ἁμαρτωλοὺς, τοὺς ἐκ τῆς γηΐνης σαρκὸς προϊόντας, καθ᾽ ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστάσεως ὁ ἑαυτὸν ἐκκαθαίρων. —Πρωΐα οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ᾽ ἑκάστην σωτηρίου δόγματος ἀνατολὴν γίνεται· ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίαν κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀναγκὴ εἰς ἔργον προχωρεῖν τὰς ἐνθυμήσεις.

Οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμός, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς. Ἐὰν οὖν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ, τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωΐᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν, μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος.

Τούτῳ σύμφωνον ἡγούμεθα εἶναι τὸ παρὰ τοῦ Ἱερεμίου λεγόμενον· Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς καὶ ἀφαιρῶν μάχαιραν αὐτοῦ ἀφ᾽ αἵματος. Δεῖ γὰρ τὸν μέλλοντα φεύγειν τὸ τῆς κατάρας βαρὺ, μηδέποτε ἀναπαύειν τὴν πνευματικὴν μάχαιραν ἀπὸ τοῦ κατὰ τῶν τοιούτων ἁμαρτωλῶν αἵματος. Τοιοῦτον οὖν ἐστι καὶ τὸ νῦν εἰρημένον περὶ τοῦ πρωΐ. Οὐαὶ τῷ ἀπὸ σκότους καὶ τῆς ἐν ἀγνοίᾳ νυκτὸς, μετὰ τὴν πρώτην ἡλικίαν, τοῦ λόγου ἐν αὐτῷ ἀνατείλαντος, ὁμοῦ τῷ διαναστῆναι ἐκ τοῦ ὕπνου, τὸ σίκερα διώκοντι.

Οἱ δὲ ὑπὸ τῶν παθῶν νικηθέντες, οἱ μὲν ἔμειναν ἐν τῇ μέθῃ τοῦ πάθους, οἱ δὲ ἀποκαθηράμενοι τὸν νοῦν, ἐμβλέπουσι μὲν τῷ κόσμῳ τῶν ὁρατῶν, κατανοοῦσι δὲ τὰς τῶν νοητῶν ὑποστάσεις καὶ οὐσίας. Τὰ μὲν γὰρ ὁρατὰ ἐνατενίσεως δεῖται· διὰ τοῦτο Ἐμβλέπουσι. Τὰ δὲ νοητὰ χρῄζει λόγου διεξοδικοῦ· διὸ εἴρηται Κατανοοῦσι. Πλὴν ὅτι πρῶτον δεῖ ἐμβλέψαι τοῖς ἔργοις Κυρίου, καὶ τότε εἰς τὸ κατανοῆσαι αὐτὰ προελθεῖν. Ὁποῖος ἦν ὁ περὶ ἑαυτοῦ λέγων· Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν.

Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν ἄρτου καὶ δίψος ὕδατος. Ταῦτα καθ᾽ ἱστορίαν δυνατὸν τυχεῖν τῆς ἐξηγήσεως ἐπὶ τῶν καιρῶν τῆς ἐσχάτης πολιορκίας τῶν Ἰουδαίων, τῶν μὲν εἰς αἰχμαλωσίαν ἀπαχθέντων, τῶν δὲ ἐν λιμῷ καὶ δίψει διαφθαρέντων.

Καὶ ἡ αἰτία σαφὴς, δι᾽ ἣν ταῦτα πεπόνθασιν· ὅτι ἐπιδημήσαντα αὐτοῖς τὸν Κύριον οὐκ ἐπέγνωσαν. —Ὥστε δὲ καὶ ἡμῖν οἰκειωθῆναι τὴν ἐκ τῆς λέξεως παραίνεσιν. Ἐκεῖνα λέγομεν, ὅτι οἱ διώκοντες τὸ μέθυσμα καὶ μετὰ τῆς ἀπηγορευμένης μουσικῆς τὸν οἶνον πίνοντες, καὶ θεάμασι μὲν ἀτόποις τὰς ὄψεις ἐνασχολοῦντες, τοῖς δὲ ἔργοις Κυρίου ἐμβλέπειν μὴ ἀνεχόμενοι, διὰ τὸ φιλήδονοι εἶναι μᾶλλον ἢ φιλόθεοι, αἰχμάλωτοι γίνονται καὶ ὑποχείριοι τοῖς ὑπεναντίοις.

Ἀλλὰ καὶ πλῆθος ἐν αὐτοῖς νεκρῶν ἐγενήθη διὰ λιμὸν καὶ ὕδατος ἀπορίαν. Οἱ γὰρ τὴν ἐπιβάλλουσαν ταῖς ψυχαῖς τροφὴν μὴ προσιέμενοι, νεκροὶ γίνονται τοῖς παραπτώμασι· καὶ οἱ ἐπὶ ὕδατος ἀναπαύσεως μὴ ἐκτρεφόμενοι, μηδὲ ζητοῦντες πιεῖν ἐξ ἐκείνου τοῦ ὕδατος, περὶ οὗ φησι πρὸς τὴν Σαμαρεῖτιν ὁ Κύριος, ὅτι Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, οὗτοι γίνονται νεκροί.

Ἄκουε γὰρ, ὅτι πλῆθος νεκρῶν ἐγενήθη, οὐ διὰ λιμὸν μόνον, ἀλλὰ καὶ διὰ δίψαν ὕδατος· ἐπειδὴ ἀπ᾽ ἐκείνου ἔπινον τοῦ ὕδατος, οὗ καὶ ἡ Σαμαρεῖτις· ὃς γὰρ ἂν πίῃ (φησὶν) ἐκ τοῦ ὕδατος ἐκείνου, διψήσει πάλιν· οὐκ ἔπιον δὲ ἐκ τοῦ ὕδατος τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον. —Προτρεπτικὸν δὲ τοῦτο ἐπὶ τὴν γνῶσιν. Εἰ γὰρ διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον αἰχμάλωτοι γίνονται, ζηλωτέον ἡμῖν τὸ τῆς γνώσεως χάρισμα.

Τάχα δὲ ἡ ἀληθὴς νέκρωσις οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος τούτου τοῦ αἰσθητοῦ, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου ταῖς ψυχαῖς τῶν ἀνηκόων ἐγγίνεται. Οὐ γὰρ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλὰ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Διὰ τοῦτο Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων· καὶ Νεώτερος ἐγενόμην (καὶ γὰρ ἐγήρασα) καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ Οἱ υἱοὶ τοῦ νυμφῶνος, ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος, οὐ δύνανται νηστεύειν. Ὅπου δὲ λιμὸς καὶ δίψα, ἐκεῖ καὶ ἡ νεκρότης. —Ἵνα οὖν μὴ λιμοκτονηθῶμεν, ζητήσωμεν τὸν ἄρτον τὸν ἐπουράνιον· μηδὲ τῷ δίψει καταφρυγῶμεν, ζητήσωμεν τὸ ὕδωρ, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.

Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνὴρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται.

Ἵνα τὸ ἁδρὸν τῶν ἀπολλυμένων ὁ λόγος ἡμῖν παραστήσῃ, πλατύνειν ἔφη τὸν ᾅδην τὸ στόμα αὐτοῦ. Ὥσπερ ἐπὶ τῶν ζώων, ὅσα λάβρως ὑπὸ πολλῆς ἐνδείας τὴν τροφὴν διαρπάζει καὶ πλατύνει τὸ στόμα περιτεινόμενον τῇ τροφῇ, οὕτω (φησὶ) καὶ ὁ ᾅδης τὸ ἑαυτοῦ στόμα εὐρυχωρότερον ποιεῖν εἴρηται. — Τάχα δὲ ἡμῖν ὁ λόγος ἐνδείκνυται, κοινόν τινα τόπον ἐν τῷ ἐσωτάτῳ τῆς γῆς, ἐπίσκιον πανταχόθεν καὶ ἀλαμπῆ, τὸ τοῦ ᾅδου χωρίον εἶναι· στόμιον δέ τι ἐπὶ τὰ κοῖλα καθῆκον, δι᾽ οὗ τὴν κάθοδον εἶναι ταῖς πρὸς τὸ χεῖρον κατεγνωσμέναις ψυχαῖς· ὃ διὰ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥστε ὑποδέξασθαι πάντας εὐρυχωρότερόν φησι γεγενῆσθαι. Οὐ γὰρ δὴ ζῶόν τι ὁ ᾅδης, οὐδὲ δύναμίς τις ἐπιτεταγμένη τοῖς ἀποθνήσκουσι, κατὰ τὴν μυθοποιίαν τῶν ἔξωθεν.

Οἱ οὖν διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον, αἰχμάλωτοι γενόμενοι καὶ λιμῷ καὶ δίψει τῆς πνευματικῆς τροφῆς ἐκτακέντες, εἰς ᾅδου καταβαίνουσι, μετὰ τῶν ἐνδόξων καὶ μεγάλων καὶ πλουσίων καὶ λοιμῶν. Τρία δέ ἐστι τὰ περὶ τοὺς ἁμαρτάνοντας ἀπειληθέντα· αἰχμαλωσία καὶ νέκρωσις καὶ εἰς ᾅδου κάθοδος.

Αἰχμαλωσία μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς προηγουμένης ζωῆς κατάπτωσις, κατὰ ἀπάτην τοῦ ἐχθροῦ, ὑπεξάγοντος ἡμᾶς τῆς ἐν τῷ παραδείσῳ μακαριότητος· νέκρωσις δὲ ἡ τῆς ζωοποιοῦ ἐντολῆς ἀλλοτρίωσις· εἰς ᾅδου δὲ κατάβασις, ὁ διὰ τὴν πολλὴν τῆς ἁμαρτίας χύσιν καὶ τὴν ἐναντίαν τῷ ἀγαθῷ διάθεσιν, ἀπὸ Θεοῦ γινόμενος χωρισμός. Ὥσπερ γὰρ ὁ δίκαιος ἤδη συνηγέρθη Χριστῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, οὕτως ὁ ἄδικος αἰχμάλωτος ἤδη καὶ νεκρὸς καὶ εἰς ᾅδου διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων καταβεβηκὼς λέγεται.

Διαφορὰς δὲ ταγμάτων καταβαινόντων εἰς τὸν ᾅδην ὁ λόγος ἀπηριθμήσατο· πρῶτον τοὺς ἐνδόξους· οὗτοι δ᾽ ἂν εἶεν οἱ ἐν ὑπολήψει τινὶ δεξιᾷ, οὐ πάντως ἔχοντες τῷ ἐπιφαινομένῳ σχήματι τὴν ἐκ τοῦ βίου μαρτυρίαν ἀκολουθοῦσαν· εἶτα οἱ μεγάλοι, οἱ ἐν δυνάμει τινὶ καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες· καὶ οἱ πλούσιοι, οἱ πολὺ πλῆθος χρημάτων ἄδικον περιβεβλημένοι, ἢ οἱ ἀκόρεστον τὴν ἐπιθυμίαν τοῦ πλείονος ἔχοντες· καὶ οἱ λοιμοὶ αὐτῆς, ὅσοι δίκην νόσου φθοροποιοῦ κατὰ διάδοσιν ἐπινεμομένης, τοὺς προσιόντας αὐτοῖς διαφθείροντες, ἤτοι ἐκ μοχθηρᾶς διδασκαλίας, ἢ ἐκ τοῦ κατὰ τὴν ἁμαρτίαν ἐρεθισμοῦ, λοιμοὶ δικαίως προσαγορεύονται. Οἵτινες καταβαίνουσιν εἰς τὸν ᾅδην. —Καὶ ὁ ἀγαλλιώμενος (φησὶν) ἐν αὐτῇ. Οὗτος δ᾽ ἂν εἴη ὁ ἐν σαρκὶ Ἰουδαῖος, τῇ γηΐνῃ Ἱερουσαλὴμ ἐναγαλλιώμενος, πρὸς δὲ τὴν ἀποκειμένην τοῖς Ἁγίοις τοῦ Θεοῦ μακαριότητα μὴ βλέπων. Τήρει δὲ ὅτι τὸ, Ἐν αὐτῇ, κατὰ τὴν κοινὴν συνήθειαν εἴρηται· ὡς καὶ ἐπὶ τῶν ἰδιωτικῶν οἴκων πολλάκις τοὺς ὑπερέχοντας αὐτοὺς προσαγορεύεσθαι ὑπὸ τῶν ἐνοικούντων σύνηθες. Τοιοῦτόν ἐστι καὶ τὸ Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. —Καὶ ὁ τοίνυν ἀγαλλιώμενος ἐν αὐτῇ, εἰς ᾅδου καταβήσεται.

Καὶ ταπεινωθήσεται ἄνθρωπος (φησὶ) καὶ ἀτιμασθήσεται ἀνήρ. Οὐ τόπῳ παθεῖν ἐστι τὴν ταπείνωσιν, ὅσον ἐν προαιρέσει. Ὑψοῦται μὲν γὰρ ὁ δίκαιος τῷ οὐρανίῳ φρονήματι, ταπεινοῦται δὲ ὁ ἀσεβὴς διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ μὲν γὰρ κοινὸς ἄνθρωπος, ὁ μόνοις τοῖς κοινοῖς τῆς φύσεως πλεονεκτήμασιν ἐπηρμένος, μὴ ζῶν κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἐκ τῆς πρώτης κατασκευῆς δύναμιν, ταπεινοῦται· ὁ δὲ ἤδη καὶ ἐν προκοπῇ τινι γενόμενος καὶ ἄξιος ἤδη τοῦ ἀνὴρ χρηματίζειν, ἐπειδὰν καταμαλακισθεὶς ἐνδῷ πρὸς τὰ πάθη, ἀτιμασθήσεται.

Διὰ τοῦτο ὁ μὲν Ἄνθρωπος ταπεινωθήσεται, ὁ δὲ ἀνὴρ ἀτιμασθήσεται· ὅτι ὁ μὲν τὸ κοινὸν οὐκ ἐφύλαξεν, ὁ δὲ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ περιγενόμενον ἀγαθὸν διὰ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς ἐζημιώθη. Ὁ μὲν γὰρ ἄνθρωπος ταπεινοῦται· οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Ὁ δὲ ἀνὴρ ἀτιμάζεται, ὡς ἐξουθενῶν τὸν Θεὸν διὰ τῆς τῶν Ἐντολῶν παραβάσεως. Οἱ γὰρ ἐξουθενοῦντες αὐτὸν ἀτιμασθήσονται, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἠκούσαμεν τοῦ Κυρίου, λέγοντος· Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται. Ἀτιμασθήσεται οὖν ἀνὴρ ὑπὸ τῆς ἰδίας ἁμαρτίας· ἀτιμοποιὸς γὰρ ἡ ἁμαρτία. Ἀναστήσονται γὰρ (φησὶν) οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. — Ἐπειδὴ γὰρ τιμή ἐστι γέρως ἀπόδοσις, γέρας δέ ἐστιν ἆθλον ἀρετῆς, τοῖς μὲν Ἁγίοις καὶ τιμὴ καὶ γέρας ἀπονέμεται, τοῖς δὲ ἀσεβέσι τὰ ἐναντία. Τιμᾷ μὲν γὰρ ὁ Θεὸς τοὺς ἀξίους· Αὐτὸς γάρ ἐστι τὸ ὄντως τίμιον καὶ τιμῆς παρεκτικόν· διότι οὐ δύναται τὴν τιμὴν περιποιῆσαι ὁ ἠτιμωμένος.

Ἀτιμάζει δὲ ἕκαστον τὰ πάθη τῆς αἰσχύνης, ἐπὶ τῆς κτίσεως πάσης ἀνακαλυπτόμενα. Καὶ οἱ ὀφθαλμοὶ (φησὶν) οἱ μετέωροι ταπεινωθήσονται. Ὅσοι ἐπάραντες εἰς ὕψος ἑαυτῶν τὴν διάνοιαν, εἶδον τὸν καταδείξαντα ταῦτα πάντα, οὗτοι ἔχοντες μετεώρους τοὺς ὀφθαλμοὺς, τῷ ὑπεράνω πάντων σωμάτων ἀγαγεῖν τὴν διάνοιαν· εἶτα διὰ ψευδοδοξίας καὶ τῆς πολλῆς περὶ τὰ ὑλικὰ προσπαθείας, οὐδὲν ἔτι τῶν μεγάλων θεωρεῖν ἠνέσχοντο, ἀλλ᾽ ὅλοι γινόμενοι τῆς σωματικῆς ἀπολαύσεως, ταπεινοῦσθαι δικαίως λέγονται.

Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Τουτέστι κατὰ τὴν δικαίαν ἐπὶ τῶν προειρημένων ἀνταπόδοσιν, ὑψοῦται Κύριος ὁ Θεὸς ἐν κρίματι, ὡς ἓν τῶν εἰς δόξαν Θεοῦ συντεινόντων εἶναι καὶ τὸ ἐπὶ τοῖς ἀσεβέσι κρίμα κατὰ τὴν ἀξίαν τῶν ἔργων ἐγγινόμενον παρὰ τοῦ κριτοῦ· ὥστε καὶ ἐν τῇ κρίσει θεωρεῖσθαι τὸ ὕψος τῆς συνέσεως καὶ τῆς δυνάμεως τοῦ Κυρίου. —Ὥσπερ γὰρ οἱ θεωροῦντες τὴν σοφίαν τῆς διατάξεως τῶν οὐρανίων (κατὰ τὴν τῶν ἀστέρων θέσιν καὶ φορὰν καὶ σχέσιν, ἣν ἔχουσι πρὸς ἀλλήλους) τῆς συνέσεως αὐτοῦ τὸ μεγαλεῖον νοοῦσιν (ὥστε ἂν δύνασθαι εἰπεῖν, ὅτι Τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός) οὕτως οἱ βλέποντες τοὺς τῆς κρίσεως λόγους, οὐχ ἧττον θαυμάσονται τὸ ἐν τῇ κρίσει σοφὸν καὶ συνετὸν, καὶ μέχρι τῶν λεπτοτάτων, ἀνταποδοτικὸν ἑκάστῳ τοῦ πρὸς ἀξίαν. —Τάχα οὖν καθ᾽ ἕκαστον κατόρθωμα ὑψοῦμεν τὸν Θεόν, ὥστε ὑψοῦσθαι αὐτὸν ἐν τῇ σωφροσύνῃ ἡμῶν καὶ ὑψοῦσθαι αὐτὸν ἐν τῇ δικαιοσύνῃ ἡμῶν. Ταῦτα δὲ ἐπειδὴ διὰ τῆς συνεργίας τοῦ Θεοῦ κατορθοῦται, ὅταν ὑπολαβὼν ἡμᾶς ἀνορθώσῃ, ὑπερείδων ἡμᾶς τῇ συνεργίᾳ τῇ παρ᾽ ἑαυτοῦ, καὶ στηρίζων, τότε λέγομεν· Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με.

Πολλαὶ δὲ αἱ ὑψώσεις τοῦ Θεοῦ· ἥ τε κατὰ γνῶσιν καὶ σύνεσιν· καὶ ἡ κατὰ τὴν διέξοδον τῶν μεγαλείων αὐτοῦ καὶ κατὰ τὴν τῶν κριμάτων αὐτοῦ θεωρίαν. Διὸ εἴρηται περὶ τοῦ δικαίου, ὅτι Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ. Εἶτα, ἐπειδὴ τῇ κατὰ θεωρίαν ὀρθότητι τὸ ἐν τῇ πράξει εὔτονον συντέτακται, Καὶ ῥομφαῖαι δίστομοι (φησὶν) ἐν ταῖς χερσὶν αὐτῶν, τουτέστι λόγοι ἐκτέμνοντες τῆς ψυχῆς καὶ ἐκριζοῦντες τὰ πάθη. Ἐπειδὴ δὲ ὁ Κύριος Σαβαὼθ Κύριος λέγεται τῶν στρατιῶν, τότε αἱ στρατιαὶ, αἱ λειτουργοῦσαι αὐτῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὑψώσουσι καὶ δοξάσουσιν ἐπὶ τῷ δικαίῳ καὶ ἀπαραλογίστῳ κρίματι. —Τοιοῦτον δέ τι ὑπονοοῦμεν, ὅτι κρινομένου τοῦ Κυρίου μετὰ τῶν ἀνθρώπων (Αὐτὸς γὰρ Κύριος ἥξει εἰς κρίσιν μετὰ τοῦ λαοῦ) μόνος ὁ Κύριος ὑψωθήσεται, οὐδενὸς δικαιουμένου κατενώπιον αὐτοῦ. Τίς γὰρ ὁ συνεξεταζόμενος ταῖς ἀπὸ τοῦ κτίσαντος ἡμᾶς εὐεργεσίαις καὶ ποικίλαις ὅσαις οἰκονομίαις φθανούσαις κοινῶς ἐπὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, ἀποδοῦναι τὰ ἴσα καὶ ἄξια τῶν εἰς αὐτὸν ἐφθακότων ἀπὸ τῆς δωρεᾶς τοῦ Κυρίου δυνήσεται;

Διόπερ ἀποροῦσιν οἱ Ἅγιοι, Τί ἀνταποδώσω τῷ Κυρίῳ (λέγοντες) περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ἀκολουθεῖ τῷ ὑψωθῆναι ἐν κρίματι τὸ δοξασθῆναι τὸν Ἅγιον ἐν δικαιοσύνῃ. Οἱ τεθεωρηκότες αὐτὸν ὑψούμενον ἐν τοῖς κρίμασιν, οὗτοι καταλαμβάνουσι τὴν δόξαν τῆς δικαιοσύνης αὐτοῦ. —Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Ὁ γινόμενος αἰχμάλωτος λαὸς διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον καὶ τῷ περὶ τὸ μέθυσμα ἡμαρτηκέναι, τρόπον βουκολίου βοσκηθήσεται. Οἱ δὲ αὐτοὶ οὗτοί εἰσιν οἱ διηρπασμένοι, κατὰ τὸν τοῦ αἰχμαλωτίζεσθαι αὐτοὺς καιρόν. —Δῆλον δὲ ὅτι, ἐπειδὰν ἡττηθῶμεν ἐν τῷ πολέμῳ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, αἰχμαλωτιζόμενοι ὑπ᾽ αὐτῶν, ὥσπερ λάφυρα μετὰ τὴν νίκην διαρπαζόμεθα. Διαρπασθέντες δὲ, οὐκέτι τὰ τῶν λογικῶν ἴδια εἰς τροφὴν τὴν ἑαυτῶν παραλαμβάνομεν, ἀλλ᾽ ὑπὸ ἀλόγων κινημάτων (ὡς ἔτυχε) φερόμενοι, τρόπον ταύρων ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. —Διὰ τοῦτο δὲ οὐκ εἶπε βοῶν, ἀλλὰ ταύρων· ὅτι αἱ μὲν βόες ἀλλήλαις, συναγελάζονται, οἱ ταῦροι δὲ διὰ τὸ θυμοειδὲς ὀργίλως ἔχοντες πρὸς ἀλλήλους, διεσπασμένοι ἀπ᾽ ἀλλήλων νέμονται.

Ἐπειδὴ δὲ μετὰ τὴν αἰχμαλωσίαν πολλὰ εἰκὸς ἐρημοῦσθαι (τῷ ὑπὸ τῶν πολεμίων ἀπῆχθαι τοὺς οἰκήτορας) διὰ τοῦτό φησι· Καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Οἱονεὶ γὰρ, κατὰ ἱστορίαν, ἐπὶ τῆς Βαβυλωνίας ἀποληφθέντες κατείχοντο οἱ ἀνάστατοι ἀπὸ τῆς Ἰουδαίας κατὰ τὴν τοῦ Ναβουχοδονόσορ ἐπιστρατείαν γενόμενοι. Τὴν οὖν χώραν τὴν διαφέρουσαν τοῖς ἀπειλημμένοις καὶ κατεχομένοις ὑπὸ τῆς τοῦ πολέμου ἀνάγκης μηλόβοτον ὑπὸ πολλῆς ἐρημίας γενομένην, ἄρνες (φησὶν) ἐπινεμήσονται, διὰ τὸ μηδὲν λείψανον παλαιᾶς οἰκήσεως φέρειν, ἀλλὰ βαθεῖαν καὶ ἁπαλὴν ἐκ τῆς τῶν ἀνθρώπων ἐρημίας τὴν πόαν ἐκτρέφειν. —Τάχα δὲ καὶ προφητικῶς ὁ λόγος αἰνίσσεται, ὅτι τῶν παραβεβηκότων τὰ θεῖα προστάγματα ἐκβληθέντων τῆς παλαιᾶς αὐτῶν ἐν τοῖς ἁγίοις διαγωγῆς, ἡμεῖς (οἱ τῷ παραπτώματι αὐτῶν πρὸς τὸ σωθῆναι οἰκονομηθέντες) ἄρνες τινὲς διὰ τὸ εἰς τὴν πίστιν ἀρτιγενὲς ὀνομαζόμενοι τοῖς τῶν ἀπειλημμένων τόποις ἐπινεμόμεθα, τῆς πνευματικῆς καὶ λογικῆς τροφῆς τῶν λογίων τοῦ Θεοῦ, οἷόν τινος πόας ἁπαλῆς ἀπολαύοντες.

Καὶ ὁ Κύριος δὲ τοὺς ἀρτιγενεῖς κατὰ τὴν πίστιν ἄρνας προσηγόρευσεν, ἐν τῷ λέγειν Πέτρῳ. Σίμων Βὰρ Ἰῶνα, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου. Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν.

Οἱ ἁμαρτάνοντες δεσμοὺς ἑαυτοῖς καὶ σχοινία, οἷς δεδέμεθα κατασκευάζομεν, κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους ἢ μεγέθους τῶν ἁμαρτημάτων, ἢ μείζονα ἢ μικρότερα ἑαυτοῖς τῶν ψυχῶν τὰ δεσμὰ πλέκοντες, ὑφ᾽ ὧν κατὰ τὸν Ἱερεμίαν δέσμιοι ἐγενόμεθα. Οἱ οὖν κεκρατημένοι ὑπὸ τοῦ φρονήματος τῆς σαρκὸς, οὗτοι γηΐνοις δεσμοῖς εἰσι κατειλημμένοι, ὑφ᾽ ὧν, μετὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀπόφασιν, δεθέντες χειρῶν καὶ ποδῶν, οἱ καταδικασθέντες ἐκβάλλονται εἰς τὸ σκότος τὸ ἐξώτερον· χειρῶν μὲν, διὰ τὸ πρακτικὸν, ποδῶν δὲ, διὰ τὸ πορευτικόν. Σειραῖς γὰρ, τῷ ὄντι, τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὥστε ἕκαστον τῶν ἐνεργησάντων τὴν ἁμαρτίαν μελῶν ἰδίῳ τινὶ δεσμῷ κολαζόμενον κατασφίγγεσθαι.

Οὐαὶ οὖν (φησὶν) οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τουτέστιν οἱ συνείροντες τῷ προτέρῳ πταίσματι δεύτερα καὶ τρίτα καὶ καθεξῆς ἀσεβήματα καὶ ἀδικήματα καὶ ἀκολαστήματα. Ἔδει γὰρ τοὺς προληφθέντας ἐν ταῖς ἁμαρτίαις, ἀντὶ τοῦ σωρεύειν καὶ ἐπισυνάπτειν τοῖς κακοῖς ἕτερα, εὐθὺς ἀπὸ τῆς πρώτης τῶν κακῶν πλοκῆς καταλύειν ἑαυτῶν τὰ ἁμαρτήματα. Μὴ ἁμαρτεῖν μὲν γὰρ τὴν ἀνθρωπίνην φύσιν ἀμήχανον, διότι οὐκ ἔστι δίκαιος ἐπὶ τῆς γῆς, ὡς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσεται· δυνατὸν δὲ (ἀπὸ τοῦ ἁμαρτεῖν κατὰ προπέτειαν ἢ συναρπαγὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν) εὐθὺς μεταβαλλομένους μετανοεῖν καὶ μὴ ἐπισωρεύειν κακὰ κακοῖς.

Ὥσπερ γὰρ οἱ τὰς σχοίνους πλέκοντες, δαπανᾶσθαι λοιπὸν μέλλοντος τοῦ συγκλωθομένου, ἕτερον παρεμβάλλουσι, μηκύνοντες αὐτὸ καὶ παραύξοντες, οὕτω καὶ οἱ τοῖς κακοῖς ἐμβαθύνοντες· πρὶν τὴν προτέραν ἁμαρτίαν συντελεσθῆναι, δευτέρας ἄρχονται, κἀκείνῃ πάλιν ἐπισυνάπτουσιν ἑτέραν.

Καὶ οὕτως ὅλος αὐτοῖς ὁ βίος δι᾽ ἁμαρτιῶν προϊὼν, πλεκομένῳ τινὶ ἔοικε σχοινίῳ μακρῷ, καὶ τὸ προλαβὸν συνδεδεμένον ἔχων, καὶ τὸ ἀεὶ παρὸν εἰς τὴν τοῦ προάγοντος ὁμοιότητα συναπτόμενον. Διὰ τοῦτο, Οὐαὶ (φησὶν) οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ.

Νοήσωμεν καὶ ἀπὸ παραδείγματος τὸ λεγόμενον. Ἔστω τις περὶ τὴν ἁμαρτίαν τῆς ἀκολασίας ἐπτερωμένος· σκόπει διὰ πόσων ἑαυτῷ τῶν ἐν τῷ μέσῳ τὴν ἁμαρτίαν ἐπισπᾶται τῆς ἀσελγείας· πρῶτον μὲν τὸ σῶμα ἑαυτοῦ τοιῶσδε σχηματίζων, περικειρόμενος μὲν τοιῶσδε τὰς τρίχας, περιβαλλόμενος δὲ τὴν ἐσθῆτα τοιῶσδε, καὶ ταύτην οὐ τὴν τυχοῦσαν, ἀλλὰ πρὸς καλλωπισμὸν ἐπιτετηδευμένην, μέχρι ζώνης, μέχρι ὑποδημάτων τὸ περίεργον τῆς περὶ αὐτὸν φιλοκαλίας ἐπιδεικνύμενος.

Εἶτα χρήματα συμπορίζων, ὥστε δι᾽ αὐτῶν ἐξωνήσασθαι τὴν ὥραν τῆς ἐρωμένης· εἶτα προμνηστρίας ἑαυτῷ προαγωγοὺς περινοῶν, ῥήματα ἐπιτηδεύων φθοροποιὰ, συντυχιῶν ἀφορμὰς ἑαυτῷ κατασκευάζων, πότους καὶ συμπόσια, ὁμιλίας μακράς ... Διὰ τοσούτων, ὅσων τῶν ἐν τῷ μέσῳ, τὸ κακὸν τῆς πορνείας προσάγων ἑαυτῷ, οὗτός ἐστιν ὁ ἐπισπώμενος τὴν ἁμαρτίαν ὡς σχοινίῳ μακρῷ· καὶ πᾶσα, ἁπαξαπλῶς εἰπεῖν, ἡ κατὰ τοῦ πλησίον κακία (μὴ ἐκ τοῦ περιτυχόντος ἐπιτελουμένη, ἀλλὰ ἐκ βουλῆς καὶ ἐνέδρας, διὰ μακρῶν κατασκευῶν συντελουμένη) σχοινίον ἐστὶ μακρὸν, δι᾽ οὗ καὶ πόῤῥω κειμένας ἐπισύρονται ἑαυτοῖς τὰς ἁμαρτίας οἱ ἄνθρωποι. Οὕτω δὲ μακρὰ ὄντα τὰ σχοινία ταῦτα, δυσδιάλυτά εἰσι, διὰ τὸ ἐν κακίαις εὔτονον τῶν ἁμαρτανόντων, καὶ σφοδρῶς ἑαυτοῖς καὶ πυκνῶς ἐπιπλεκόντων τὰ ἁμαρτήματα.

Διὰ τοῦτό φησι· Καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως. Οἱ γὰρ ζυγόδεσμοι οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζευγῶν καὶ βιαίως ἐπισπωμένων τὰ βάρη εὐκόλως διαῤῥήγνυνται. Ἐπέτεινε δὲ τὴν ἰσχὺν ὁ λόγος, τὸν ἱμάντα τοῦ ζυγοῦ ἐκ δαμάλεως εἶναι λέγων, τουτέστιν ἀπὸ ἰσχυροτάτου ζώου, οὔτε διὰ πόνων, οὔτε διὰ χρόνων ἠσθενηκότος. Οὐαὶ οὖν οἱ καὶ μακράς τινας κατασκευὰς πρὸς τὸ ἁμαρτάνειν ἐπιτηδεύοντες, καὶ ταύτας εὐτόνως καὶ ἰσχυρῶς. —Δυνατὸν μέντοι γενόμενον δέσμιον ἁμαρτίας ἀκολουθῆσαι Χριστῷ, τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀποκαλυφθῆναι.

Ἐξελθόντες δὲ ἀπὸ φυλακῆς οἱ δέσμιοι καὶ ἀπὸ τοῦ σκότους τῷ ἀληθινῷ φωτὶ διὰ τῆς μετανοίας ἐμβλέψαντες, ἕπονται Χριστῷ ἐξομολογούμενοι, δεδεμένοι ἐν χειροπέδαις, ἕως ἂν ἐκ τῆς τῶν ἀγαθῶν μεταβολῆς ἄξιοι γένωνται τοῦ λυθῆναι ὑπ᾽ αὐτοῦ τῶν ἀφύκτων τέως νομιζομένων εἶναι δεσμῶν. Οὗτοι δὲ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας καὶ καταφρονοῦντες τῆς θείας κρίσεως, ἐπείγουσι πολλάκις τῷ λόγῳ τὰ ἀπειλούμενα, ὡς μηδὲν πεισόμενοι παρ᾽ αὐτῶν, καὶ λέγουσι· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν.

Ἀλλὰ τοῦτο σχοινίον μακρὸν, τὴν πόῤῥω κειμένην ἁμαρτίαν ἐπισυρόμενον. Δῆλον γὰρ, ὅτι ἀπιστοῦντες περὶ τοῦ μέλλοντος αἰῶνος καὶ καταφρονοῦντες τῶν ἀπειλουμένων, τοιαῦτα λέγουσιν. Οὐ γὰρ ὁ φοβούμενος τὸ τοῦ Χριστοῦ δικαστήριον καὶ ἀναλαμβάνων τῇ μνήμῃ τὰ ἐκ νεότητος ἡμαρτημένα, τολμήσει καταφρονητικῶς ἐπισπεύδειν τὴν κρίσιν. Τὸ ἐναντίον μὲν οὖν, καὶ προθεσμίας ἑαυτῷ μακροτέρας ἐπιζητεῖ, πρὸς τὸ ἐν πλείονι χρόνῳ δυνηθῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ῥύπου τῶν ἁμαρτιῶν ἀποσμῆξαι. —Τοῦ δὲ ἀλόγως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα, ἀπόδειξις Ἀχιτόφελ καὶ Ἰούδας, οἳ διὰ τὸ βαρύτερα κρίνειν τὰ παρόντα τῶν μετὰ ταῦτα, καὶ τὸν ἐν ἀνθρώποις ὀνειδισμὸν τῆς ἐν γεέννῃ κολάσεως, τὸν δι᾽ ἀγχόνης θάνατον τοῦ αὐτομάτου προετίμησαν. Οὐκ ἂν γὰρ πιστεύοντες περὶ τοῦ μέλλοντος αἰῶνος ἀπηγχονίσαντο, ἀλλ᾽ εἰ καὶ δυσηρεστοῦντο τῷ βίῳ, προσετίθεσαν ἂν τοῖς ἐνταῦθα, φοβερώτερα κρίνοντες τῶν παρόντων τὰ μέλλοντα. Ὁποῖος ἦν ὁ Ἰὼβ, λέγων· Ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. Ἐκ τῶν τοιούτων γὰρ καὶ τὸ τῆς πληγῆς δύσφορον ἐνεδείκνυτο καὶ τὸ περὶ τὴν ἑαυτοῦ ἐπιβουλὴν εὐλαβὲς διεσώζετο.

Τοῖς γὰρ βιαίως ἑαυτοὺς ὑπεξάγουσι κατάκρισις ἀνδροφονίας ἐπίκειται. Ἐπεὶ δὲ καὶ παρὰ τῷ Παύλῳ εὑρήκαμεν ὡς λεγόμενον ὑπό τινων τὸ Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά, ἡγούμεθα κἀκείνην τὴν ἐπιτήδευσιν σχοινίον εἶναι ἁμαρτίας μεγάλης ἐπακτικόν. Λέγεται γὰρ γεγονέναι ἐκ τῆς πολλῆς διαστροφῆς καὶ τοιαύτη τις γνώμη παρὰ τοῖς Ἰουδαίοις, ὅτι, ἐπειδὴ ἡ φθορὰ προσδοκᾶται (τῷ πλήθει τῆς ἁμαρτίας) γενήσεσθαι, φέρε ποιήσωμεν τὰ κακὰ καὶ τὸ ἔσχατον μέτρον τῆς ἀδικίας πληρώσωμεν, ὥστε ἐπελθεῖν τὴν ἀλλαγὴν τῶν παρόντων, καὶ ἐν τῇ βελτίονι καταστάσει γενέσθαι τὰ σύμπαντα.

Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. Τελείου δέ ἐστι τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν ἀπὸ τοῦ πονηροῦ. Καὶ δοκίμου τραπεζίτου τὸ καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι· διεφθαρμένον δὲ ἔχοντος τῆς ψυχῆς τὸ κριτήριον, ἐνηλλαγμένας τὰς μαρτυρίας περὶ τῆς ἑκάστου ἀξίας ἀποδιδόναι. Καὶ ἔοικε πολλή τις εὐχέρεια εἶναι τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ τὰ ἐναντία δοξάζειν τῇ περὶ ἕκαστον ἀληθείᾳ. —Καὶ εἴθε ἐπὶ μόνους τοὺς ἔξω τῆς κατὰ τὰς Γραφὰς πίστεως ἔφθανεν ἡ διαφωνία αὕτη, οἳ ἰσοπαλεῖς λέγοντες εἶναι τοὺς περὶ ἑκάστου πράγματος λόγους καὶ πᾶσαν ἐνάργειαν, τὸ ὅσον ἐφ᾽ ἑαυτοῖς, εἰς ἀμφιβολίαν ἄγουσι, μέλανα εἶναι τὸν ἄργυρον, ἐκ τοῦ ἰοῦ ὃν ἀφίησι· καὶ μέλανα εἶναι τὸν ἥλιον, ἐκ τοῦ μελαίνειν τὰ σώματα, οἷς ἂν ἐπὶ πλέον προσομιλήσῃ, λέγοντες. Καὶ ἐκ τῶν τοιούτων τὸ τῆς ἐποχῆς κατασκευάζουσι δόγμα, ὡς τῆς αἰσθήσεως παραλογισμοὺς ἐχούσης, καὶ οὐχ οἷά ἐστι τῇ φύσει καταλαμβανούσης τὰ πράγματα, ἀλλ᾽ ὑπὸ μὲν ζωγραφίας ἀπατωμένων τῶν ὀφθαλμῶν· ἐπὶ δὲ τοῦ τραχήλου τῆς περιστερᾶς, ἄλλοτε ἄλλας χρόας μεταλαμβανόντων πρὸς τὰς ἐκκλίσεις τοῦ ζώου, καὶ τὰς πρὸς τὴν ἀκτῖνα σχέσεις, συμμεταβαλλομένης τῆς ὄψεως.

Διὰ τοῦτο ἐπιστήσαντες τῇ διὰ τῶν ὀφθαλμῶν καταλήψει, οὔτε τῇ ἡμέρᾳ συντίθενται, οὔτε τὴν νύκτα ὁμολογοῦσιν· ἐκ δὲ τοῦ ἀκολούθου καὶ εἰς ἀθεότητα ἐκπίπτουσι, μήτε εἰ προνοίᾳ Θεοῦ διοικεῖται τὸ πᾶν, μήτε εἰ αὐτομάτως φέρεται συντιθέμενοι. Ἴδοις δὲ ἂν πολλοὺς καὶ τῶν πεπιστευκότων τοῖς νομικοῖς καὶ προφητικοῖς γράμμασι, τῇ περὶ ἕκαστον ἐνστάσει μετὰ πιθανότητος ἀπομαχομένους πρὸς τὴν ἐνάργειαν, ὥστε σαθροῦσθαι καὶ διασαλεύεσθαι τὸ ἐν τοῖς δόγμασιν ἀληθές. —Ἀλλὰ πιστεύειν μὲν εἰς Χριστὸν Ἰησοῦν ὁμολογοῦσί τινες, εὑρίσκονται δὲ μὴ Κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἀλλ᾽ εἰς τὰς ἐναντιωτάτας διαφωνίας ἀποσχιζόμενοι· οἱ μὲν διὰ ἰδιωτισμὸν, οὐκ ὀλίγοι δὲ καὶ οἱ διὰ φιλαρχίαν καὶ κενοδοξίαν, ἐνεπιδείκνυσθαι θέλοντες τοῖς πολλοῖς ὡς ἄρα εἶεν σοφοὶ, καὶ ὑπὲρ τοὺς ἄλλους τὴν γνῶσιν ἔχουσι.

Διὰ τοῦτο πάντα μαχομένων ἀλλήλοις καὶ ἀντιδογματιζόντων πεπλήρωται, ἑκάστου φιλονείκως τῷ ἰδίῳ δόγματι παρισταμένου, καὶ μετὰ διατάσεως σφοδροτάτης τὰ τοῦ ἑτέρου ἀνατρέπειν καὶ διελέγχειν βιαζομένου. Ὄφελον δ᾽ οἱ αὐχοῦντες τὴν ἀποστολικὴν διδασκαλίαν τετηρηκέναι καὶ κατὰ διαδοχὴν ἀπ᾽ ἐκείνων τὸ κήρυγμα τοῦ Εὐαγγελίου παρειληφέναι, διὰ τῆς περὶ τῶν δογμάτων ὁμοφωνίας ἐδείκνυον, ὅτι μιᾶς εἰσι μέρη τῆς Χριστοῦ Ἐκκλησίας.

Οὐκ ἐπὶ τὴν γνῶσιν δὲ μόνον φθάνει αὕτη ἡ ταραχὴ, ἀλλὰ καὶ ἐπὶ τὰς πράξεις· εἴπερ Εἰσὶν ὁδοὶ ἀνδρὸς δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ δὲ τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Καὶ Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.

Εἰ γάρ τί ἐστι δυσθεώρητον, τούτου τοῦ γένους ἂν εἴη καὶ ἡ ἀληθὴς δικαιοσύνη. Διὸ καὶ ὁ Σολομὼν, ὡς ὁμότιμα ταῦτα ἀλλήλοις συναριθμεῖ, λέγων· Νοῆσαί τε παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· νοῆσαι δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. Πολλοὶ οὖν κατὰ συναρπαγὴν παρηλλαγμένας τὰς κρίσεις ἐκφέρουσι, πρὸ καταλήψεως τῆς ἐξ ἱκανοῦ λόγου καὶ ἐπὶ πλεῖον ἐρευνηθέντος ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις.

Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι· διαιρεῖν εὐκρινῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὁμογενῆ γνωρίζειν καὶ τὰ ἐναντία διακρίνειν. Διόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγε τὸ Ἡδυνθείη σοι ἡ διαλογή μου. —Ἡ γὰρ τῶν ἐριστικῶν καὶ φιλονείκως ἐπιβαινόντων τοῖς πράγμασι διαλεκτικὴ οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστι. Τριῶν δὲ συζυγιῶν οὐσῶν (φωτὸς καὶ σκότους, καλοῦ καὶ πονηροῦ, πικροῦ καὶ γλυκέος) πότερον ἕν ἐστι τῷ ὑποκειμένῳ ταῦτα, ἢ κατὰ γένος ἀλλήλων ἀποδιέστηκεν; Ὡς μὲν οὖν πρὸς τὸ ἁπλούστερον, σαφὲς ὅτι τὸ πονηρὸν ἐπὶ τῆς τῶν ἠθῶν μοχθηρίας τέτακται· καλὸν δὲ ὁρίζονται ἀγαθὸν ἐπαινετόν· πάλιν σκότος μὲν ἀὴρ ἐστερημένος φωτός· φῶς δὲ, οὐσία διαλυτικὴ σκότους.

Πάλιν γλυκὺ μέν ἐστι λειότης χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν· πικρὸν δέ ἐστι γευστὸν ἐκτραχύνον τὴν γεῦσιν. Κατὰ μὲν οὖν τὴν ἁπλουστέραν νόησιν, τοσοῦτον διέστηκε ταῦτα ἀλλήλων. Τίς οὖν οὕτως ἔκφρων, ὡς ἐν νυκτὶ βαθείᾳ ἑστὼς, φῶς ὀνομάζειν τὸ σκότος, καὶ συγκεχυμένων αὐτῷ τῶν ὀφθαλμῶν ἐν τῷ σκότει, ὡς ὑπὸ φωτὸς καταλαμπόμενος διακεῖσθαι; Τίς δὲ τῇ γεύσει τῶν πικρῶν ἀλγυνόμενος, ὡς ἐπὶ γλυκύτητος ἡδονῇ διάκειται; —Τὸ δὲ αἰσθητὸν κάλλος τίνι τῶν ὀφθαλμοὺς ἐχόντων οὐκ εὔγνωστον; Ὅτι ἐν τῇ πρὸς ἄλληλα τῶν μερῶν συμμετρίᾳ μετὰ τῆς ἐπιφαινομένης εὐχροίας αὐτομάτῳ τινὶ καὶ φυσικῇ ὁλκῇ προσοικειοῦται τοὺς ἐντυγχάνοντας· καὶ μέντοι καὶ τὸ αἰσχρὸν αὐτόθεν ποιεῖ τὴν ἀποστροφὴν τοῖς ὁρῶσιν.

Ἀλλ᾽ ἔοικεν οὐ περὶ τῶν κατὰ τὴν αἴσθησιν γνωρίμων ὁ λόγος εἶναι, ἀλλ᾽ εἴπερ Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς καὶ λύχνος τοῖς ποσὶ τοῦ δικαίου, ὁ λόγος ἐστὶ τοῦ Θεοῦ, ὁ μὴ κατὰ ἀρετὴν ζῶν, ἀλλὰ τοῖς ὑλικοῖς πάθεσιν ἐγκυλιόμενος, οὗτος ἂν εἴη ὁ τὸν ἐν κακίᾳ βίον, ὥσπερ τι φῶς, ὑπερασπαζόμενος, τὸν δὲ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου οἷόν τι σκότος ἀποστρεφόμενος. —Καὶ ὁ τὰ γλυκέα τῷ λάρυγγι τοῦ δικαίου λόγια τοῦ Θεοῦ, ὑπὲρ μέλι ὄντα τῇ νοητῇ αὐτοῦ γεύσει, διὰ τὸ ἐπίπονον τῶν προσταγμάτων ἀποστρεφόμενος, συγκατατιθέμενος δὲ τῷ λείῳ τῆς ἡδονῆς, οὗτος ἂν λέγοι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Κατὰ ταῦτα δὴ καὶ περὶ τοῦ καλοῦ ἐστι διανοεῖσθαι, ὅτι τὸ ἀληθινῶς καλὸν τὸ ἐν τῇ ψυχῇ σύμμετρόν ἐστι κατ᾽ ἀρετὴν διακειμένῃ· μεσότης γὰρ καὶ συμμετρία τις ἡ ἀρετή· αἱ δὲ ἐφ᾽ ἑκάτερα τὴν ἀρετὴν ἐκβαίνουσαι ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀμετρία καὶ αἶσχος. Οἷον ἡ μὲν ἀνδρεία μεσότης· ὑπερβολὴ δὲ περὶ ταύτην θρασύτης, καὶ ἔνδεια ταύτης δειλία.

Οὐκοῦν κάλλος μὲν ψυχῆς, τὸ κατ᾽ ἀρετὴν σύμμετρον· αἶσχος δὲ, αἱ ἀπὸ κακίας ἐγγινόμεναι ἀμετρίαι. Τούτους οὖν ταλανίζει ὁ λόγος, τοὺς τὴν μὲν κακίαν ὡς ἀγαθὸν αἱρουμένους, τὴν δὲ ἀρετὴν ὡς πονηρίαν ἀποφεύγοντας.

Ἐξεταστέον δὲ καὶ τὴν αἰτίαν δι᾽ ἣν ἐπὶ μὲν τοῦ καλοῦ τὸ Λέγοντες εἴρηται, ἐπὶ δὲ τοῦ φωτὸς καὶ τοῦ γλυκέος οὐκέτι Λέγοντες, ἀλλὰ Τιθέντες. Οὐαὶ γὰρ οἱ λέγοντες τὸ καλὸν πονηρόν, καὶ οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς· καὶ Οὐαὶ οἱ τιθέντες τὸ γλυκὺ πικρόν. —Μήποτε οὖν ὁ λόγος ἐνδείκνυται, ὅτι παρὰ τὰς πρώτας τοῦ βίου αἱρέσεις διὰ τοῦ λόγου μόνου σφαλλόμεθα, γενόμενοι δὲ ἐν ταῖς πράξεσι καὶ μηδὲ μετὰ τὴν πεῖραν ἀφιστάμενοι τοῦ κακοῦ, οἷον ὅρους ἑαυτοῖς τῶν ἔργων τιθέμεθα, ἀκίνητα τιθέντες τῆς κακίας τὰ ἔργα;

Ὁ γὰρ ἀπὸ ἀκολασίας καὶ φιληδονίας μὴ μετατιθέμενος εἰς σωφροσύνην, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Καὶ ὁ φεύγων μὲν τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν, τὸν δὲ κτηνώδη καὶ ἄλογον βίον αἱρούμενος, τίθησιν ἑαυτῷ τὸ φῶς σκότος. — Ὁ μέντοι συνηγορῶν τούτοις καὶ ἐμπαῤῥησιαζόμενος ταῖς ἀτόποις πράξεσιν, οὗτός ἐστιν ὁ λέγων τὸ καλὸν πονηρόν, κατὰ τὸν Ἀπόστολον, μεμφόμενον τοῖς οὐ μόνον ποιοῦσιν αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Τίθησι δὲ τὸ φῶς σκότος ὁ τὸν λύχνον τιθεὶς ὑπὸ τὸν μόδιον, ἢ καλύπτων τῷ σκεύει καὶ μὴ τιθεὶς αὐτὸν ἐπὶ τὴν λυχνίαν. —Τὸ μὲν οὖν, λέγειν τὸ καλὸν πονηρὸν, ἐπὶ τοῦ δογματίζειν παρείληπται· τὸ δὲ τιθέναι φῶς σκότος, ἐπὶ τοῦ διὰ τῶν πράξεων ἐθισμοῦ.

Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἅπτεται δὲ ταῦτα οὐ μόνον τῶν κατὰ πράξεις σφαλλομένων, ἀλλὰ καὶ τῶν ἐν ἀπιστίᾳ καὶ τῇ ἀγνωσίᾳ, τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατεχομένων. Ὁ γὰρ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ ποιῶν ἑαυτὸν υἱὸν τοῦ διαβόλου, οὗτος λέγει τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ὥσπερ οὖν φῶς ἐστιν ὁ Κύριος, οὕτω καὶ γλυκύτης ἐστὶ τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις, ἡδεῖαν παρέχων καὶ πάσης θυμηδίας γέμουσαν τὴν ἀπόλαυσιν.

Διὰ τοῦτο ὁ γευσάμενος αὐτοῦ καὶ ἐν πείρᾳ γενόμενος τῆς ἡδίστης καὶ προσηνοῦς ἀπολαύσεως, λέγει· Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὁ τοίνυν μὴ πιστεύων εἰς τὸν Κύριον Ἰησοῦν, λέγει τὸ γλυκὺ πικρόν. —Ὁ δὲ μὴ πιστεύων εἰς τὸν Κύριον, οὐδὲ τῇ τοῦ ἀληθινοῦ κάλλους συντίθεται φύσει, οὐδὲ καταδέχεται τὴν θεωρίαν αὐτοῦ. Οὐ γὰρ ἐν τῇ εὐαρμοστίᾳ τῶν μελῶν, οὐδὲ ἐν εὐχροίᾳ τινὶ τῇ ἐπανθούσῃ τῷ σώματι, τὸ τερπνὸν ἔχοντι· ἀλλὰ μόνῃ τῇ διανοίᾳ τῇ καθ᾽ ὑπερβολὴν κεκαθαρμένῃ τὸ κυρίως καλὸν ἐν τῇ θείᾳ φύσει γινώσκεται, κατὰ τὸν Ψαλμὸν, τὸν λέγοντα· Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ὁ οὖν τὰς ἀστραπὰς τοῦ θείου κάλλους τῷ ἑαυτοῦ ὄμματι μὴ παραδεχόμενος, οὗτος λέγει τὸ καλὸν πονηρόν· ἐν δὲ τῇ τούτου ἀρνήσει, συντίθεται δηλονότι τῷ ἐναντίῳ.

Εἰ γὰρ φῶς ὁ Κύριος, σκότος δηλονότι ὁ ἀντικείμενος· εἰ γλυκεῖα ἡ φύσις τῆς ἀληθείας, πικρὸν δηλονότι τὸ ψεῦδος· ἐν οὖν τῇ ἀρνήσει τοῦ Θεοῦ, συγκατάθεσις γίνεται τοῦ ἐναντίου. Ἐπεὶ οὖν οὐκ ἔστι μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ, οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ· χωριστέον ταῦτα ἀλλήλων. —Μεγάλης οὖν καὶ ἀκριβοῦς τῆς προσοχῆς χρεία, πρὸς τὸ μὴ παραλογισθέντας ἡμᾶς τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, ὡς φῶς λογίσασθαι, μηδὲ τῇ πικρότητι τῆς κακίας ἐνευφραινόμενον, γλυκύτητος δόξαν τῷ φιληδόνῳ βίῳ προσμαρτυρῆσαι· μηδὲ σωμάτων κάλλει τὴν ψυχὴν δουλωθέντας, ἐν τούτῳ λογίζεσθαι εἶναι τοῦ ἀληθινοῦ κάλλους τὴν φύσιν.

Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Δύναται ταῦτα λέγεσθαι περὶ τῶν ἑαυτοὺς δεδοκηκότων, ὅτι εἶεν συνετοὶ καὶ ἐπιστήμονες, μὴ ὄντων δὲ τοιούτων· δύναται δὲ καὶ περὶ τῶν ἐχόντων μὲν κατὰ ἀλήθειαν τὸ τῆς συνέσεως καὶ ἐπιστήμης χάρισμα, μὴ κοινωνούντων δὲ καὶ ἑτέροις. Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Οἱ οὖν τοιοῦτοι ἐνώπιον ἑαυτῶν εἰσιν ἐπιστήμονες· οὐχὶ δὲ καὶ ἐνώπιον ἑτέρων, ὡς ὁ τὸ τάλαντον κρύψας παρ᾽ ἑαυτῷ. Ἀλλ᾽ οὐδὲ ἐνώπιον Θεοῦ ἐπιστήμων, ὁ μὴ εἰς δόξαν Θεοῦ τῇ ἐπιστήμῃ κατακεχρημένος.

Καὶ τρίτη δ᾽ ἄν τις τοιαύτη εἶναι δοκεῖ ἐκδοχὴ τῶν συνετῶν καὶ ἐπιστημόνων· οἱ μὲν ἀπὸ Θεοῦ ὄντες τοιοῦτοι, οἱ αἰσθανόμενοι τῆς παρ᾽ αὐτοῦ δωρεᾶς· οἱ δὲ μὴ ἀναφέροντες ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν τῆς συνέσεως, ἑαυτοῖς δὲ τὰ κατορθώματα ἐπιγράφοντες, συνετοί εἰσιν ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Καὶ τὸ Ἐὰν μὴ ὁ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.

Λέγεται τοίνυν σύνεσις οἷον εὐπαρακολουθησία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πραγμάτων ἐννοίας, ἥτις κατὰ τὸν ἀπαρτισμὸν τῶν ἐν ἡμῖν λογικῶν σπερμάτων συνίστασθαι πέφυκεν. Ἤ ἐστι σύνεσις ἐντρέχεια διανοίας εὐπαρακολουθήτως τῷ ἑκάστῳ πράγματι οἰκεῖον καὶ πρέπον ἐξευρίσκουσα.

Ἐπιστήμη δὲ ἕξις ἐν ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ τοῦ λόγου. Ἐπιστήμων δὲ ὁ κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα τῶν εἰς μακαριότητα θεωρημάτων, καθ᾽ ὃ ἤδη ἑκτικῶς καὶ βεβαίως συνέχει ἐν ἑαυτῷ. — Σοφίαν δέ φησιν εἶναι ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστός ἐστι, σοφὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθ᾽ ὃ σοφία ἐστὶ, τετελειωμένον.

Ὁ δὲ συνετὸς νοεῖται κατὰ ἀπαρτισμὸν τῶν ἐν ἡμῖν τῆς συνέσεως σπερμάτων. Ὁ δὲ ἐπιστήμων, κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα εἰς μακαριότητα θεωρήματα, μετὰ τοῦ ἤδη ἑκτικῶς καὶ παγίως συνέχειν ἐν ἑαυτῷ. — Ηὕρομεν δὲ ἐν τῇ Ἐξόδῳ τὸν χρηματισμὸν, λέγοντα περὶ τῶν ἀρχιτεκτόνων· Ἐμπλήσω αὐτοὺς Πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης. Διὰ τοῦτο οὐαὶ τῷ μὴ ἀνατιθέντι τὴν αἰτίαν τῆς συνέσεως καὶ τῆς ἐπιστήμης Θεῷ. Μηδεὶς οὖν ἑαυτῷ λαμβανέτω τὰ τηλικαῦτα, μήτε ἐπιστήμονα ἑαυτὸν, μήτε συνετὸν λέγων, μήτε σοφόν. Ἐπειδήπερ ἡ σοφία ἐπιστήμη ἐστὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, τῷ ἁγίῳ Πνεύματι τὴν τούτων αἰτίαν ἀνατιθέτω· Ἐξελεύσεται γὰρ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.

Καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸ Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν καὶ οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κιρνῶντες τὸ σίκερα. Καὶ τοῖς ἱερεῦσιν ἀπαγορεύει ὁ νόμος, εἰσερχομένοις εἰς τὰ ἅγια, οἴνῳ καὶ σίκερα κεχρῆσθαι, καὶ τοῖς καλουμένοις Ναζιραίοις, ὡς εἴρηται ἐν τοῖς Ἀριθμοῖς, τοῦτον τὸν τρόπον· Ἐλάλησε γὰρ Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται. Καὶ ἐν ταῖς Παροιμίαις ὁ Σολομών φησιν· Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας. —Πρέπει γὰρ τοῖς θεραπευταῖς τοῦ θείου λόγου καὶ τοῖς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν ἐγκεχειρισμένοις, πάντη ἀπέχεσθαι τῶν ἐμποιούντων θόλωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀναδραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος, ἀλλ᾽ αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ καταράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν.

Διὰ τοῦτο μὴ πινέτωσαν οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι καὶ δημοσίων πραγμάτων οἰκονομίαν, εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι, φύσει τυγχάνοντες πρὸς τὰς ὀργὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαμμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης ἐπὶ τὸ μέγα ἐξαίρουσιν. Ἐπεὶ δέ· Ὁ μὲν ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Διὰ τοῦτο οὐαὶ τοῖς ἰσχύουσιν ἀπὸ τῆς τοῦ οἴνου βλάβης καὶ τοῦ σίκερα. ᾯ γὰρ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν.

Εἰ οὖν ἐγκεχείρισταί σοι οἰκονομία μυστηρίων, λόγος σοφίας, δύναμις γνώσεως, σὺ δὲ οἴνῳ βεβαπτισμένην τὴν ψυχὴν περιφέρεις; Πῶς οὐχὶ δικαίως ὀδύρεταί σε ὁ Προφήτης; Ὅτι ἔχων ἰσχὺν πνευματικὴν, ἀσθενῆ αὐτὴν ποιεῖς τῇ ἀμετρίᾳ τοῦ οἴνου. —Καὶ ὁ ὁποίῳ δήποτε πάθει τῆς ψυχῆς κεκρατημένος, οἱονεὶ εἰς μέθην ἐναχθεὶς κατὰ τὴν ἐγγενομένην αὐτῷ ὑπὸ τοῦ πάθους ἔκστασιν, πίνειν οἶνον λέγεται καὶ κιρνᾷν ἑαυτῷ σίκερα, ὅπερ ἑρμηνευόμενον ἔγνωμεν μέθυσμα· τὸ γὰρ ἀπαρακολούθητον ὁμοίως καὶ ἀπὸ λύπης καὶ ἀπὸ φόβου, καὶ ἡδονῆς, καὶ ἐπιθυμίας, ἐγγίνεται τῇ ψυχῇ, τοῦ λογισμοῦ κεκρατημένου ὑπὸ τοῦ πάθους.

Ὥστε ἡμεῖς οἱ δυνάσται, οἱ τὴν προστασίαν τοῦ λαοῦ ἐγκεχειρισμένοι, κἂν ἐπὶ ποσὸν ὑπὸ τοῦ πάθους κρατώμεθα καὶ δοκῶμεν αὐτὸ κατακιρνῶντες τῷ λογισμῷ, χαλινοῦν τῷ λόγῳ καὶ ἐπέχειν, οὐκ ἔξω ἐσμὲν τοῦ ταλανίζεσθαι ἐπὶ τοῖς τοιούτοις. Μέθη γὰρ δεινὴ, φιλοδοξία καὶ φιλαρχία· δεινὸν μέθυσμα φθόνος, δεινὸν ἡ ὑπόκρισις, καὶ ἡ τοῦ πλησίον καταλαλιά· οἷς μεθυσθεῖσα ἡ ψυχὴ ἐπιλανθάνεται τῆς σοφίας.

Οὐδὲν γὰρ οὕτω συγχεῖ τὰ ἀπὸ σοφίας θεωρήματα, ὡς τοῦτο τὸ πάθος καὶ πᾶσα ἁμαρτία. Πῶς δὲ ὁ ἔχων σοφίαν θυμώδης ἐστίν; (Ὅτι οὔπω τὸν ἀπαθῆ λέγει, ἀλλὰ τέως περὶ τοῦ μετριοπαθοῦς διαλέγεται). Καθ᾽ ἃ καὶ ἐν ἑτέροις λέγει· Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. Τεταμιευμένως οὖν τὴν ὀργὴν προφέρειν λέγει τὸν λογισμῷ ἡνιοχοῦντα τὸ πάθος, καθ᾽ ὃ εἴρηται· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ὁ δὲ Κύριος τὰ τελειότερα διατάσσων, φησὶν ἐκτεμεῖν καθόλου τὸ πάθος, οὐχὶ κολάζειν κελεύει.

Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Σαφὲς τὸ ῥητὸν, κατακρίνον τοὺς ἐν τοῖς δικαστηρίοις, διὰ τὴν πρὸς τὸν μαμωνὰν φιλίαν, ἀφανίζοντας μὲν τὸ εὐθὺ τῆς κρίσεως, προστιθεμένους δὲ τῇ δωροδοκίᾳ, καὶ τὸν μὲν ἀσεβῆ δίκαιον ὀνομάζοντας, τὸν δὲ δίκαιον ἐπ᾽ ἀδικίᾳ καταδικάζοντας.

Λογισμὸς γὰρ φιλαργυρίᾳ προειλημμένος τρυτάνη ἐστὶν ἐπὶ τὸ βαρὺ τοῦ κανόνος τὴν ῥοπὴν καταφέρουσα. —Ἐπιμελέστερον δὲ ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἢ ἄνθρωπον ἢ λόγον δικαιώσωμεν, κατὰ τὴν πρὸς ἡμᾶς χάριν προσαχθέντες αὐτῶν τῇ συγκαταθέσει, μήποτε ὑποπέσωμεν τῷ ἐγκειμένῳ ταλανισμῷ.

Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Ἀπειλεῖ ὁ λόγος συγκαυθήσεσθαι τὰς ῥίζας τῶν ἁμαρτωλῶν καὶ εἰς χνοῦν λεπτοποιηθήσεσθαι, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸν ἀναβήσεσθαι.

Ἀκολούθως τοῖς προαποδεδομένοις νοήσωμεν τὰ ἐπαγόμενα. Περὶ γὰρ τῶν οἴνῳ κεχρημένων ἀμέτρως ἐν τοῖς κατόπιν διαλεχθεὶς καὶ τοὺς τὰ δῶρα λαμβάνοντας ἐν ταῖς κρίσεσι διαβάλλων, νῦν συγκαυθήσεσθαι τὰς ῥίζας αὐτῶν λέγει, ὡς καλάμην ὑπὸ ἄνθρακος πυρός.

Ἔστι δὲ κάλαμος φυτὸν, ἐπὶ ἀσθενοῦς τῆς ῥίζης βεβηκὸς, λεῖον μὲν τὴν ἔξωθεν ἐπιφάνειαν, διάκενον δὲ τὰ ἔνδον, ἀνώμαλον δὲ τὴν αὔξησιν, γόνασι πυκνοῖς διειλημμένον, διὰ τὸ ἀσθενῆ οὖσαν τὴν δύναμιν, ὑφ᾽ ἧς αὔξεται, μὴ δύνασθαι ὁμαλῶς αὐξῆσαι τὸ φυτὸν, ἀλλὰ δεῖσθαί τινος ἀναπαύσεως ἐν τῷ μεταξύ. Διὸ καὶ τὸ γόνυ ἀποτελεῖται τῇ ἐνηρεμήσει τῆς δυνάμεως· ὅταν γὰρ μικρὸν προκύψῃ, εἶτα ἵσταται, καὶ οὕτω τῇ ἐπιπλεῖον ἐπιμονῇ τὸ γόνυ ἀποτελεῖ. Εἶτα πάλιν οἷον βάθρῳ τινὶ καὶ θεμελίῳ τῷ γόνατι κεχρημένη, ἡ δύναμις πάλιν προκύπτει, καὶ οὕτως ἀεὶ ἀναπαυομένη ἀποτελεῖ τὸ φυτόν. — Τοιοῦτοι δὲ οἱ ἀπὸ τῶν τοῦ κόσμου τούτου πραγμάτων γνώριμοι, ἐπὶ σαθρᾶς βεβηκότες τῆς βάσεως, διάκενοι τὸν ἔσω ἄνθρωπον, τῇ ἀνωμαλίᾳ τῶν τοῦ κόσμου τούτου πραγμάτων συζῶντες. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, οὕτω φησὶ καταφλεγήσεσθαι τὰς ῥίζας αὐτῶν ὑπὸ φλογὸς ἀνημμένης.

Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες, μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖναν. Ἐπεὶ οὖν οἱ ἐμπαθῶς ζῶντες οἰκεῖον ἔχουσι τὸ τῶν παθῶν πῦρ (ὡς ὁ πλούσιος ἔνδον εἶχε τὴν αἰτίαν τὴν καταφρύσσουσαν αὐτὸν τῷ δίψει) διὰ τοῦτο τοῖς πίνουσι τὸν οἶνον ἀπειλεῖ ὡς οἰνόφλυξι τὸν ἐκ τῆς καύσεως ἀφανισμόν. Ἐπειδὴ δὲ καὶ ἕνεκεν δώρων τὸ δίκαιον διαστρέφουσι, καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαί φησιν ὑπὸ φλογὸς ἀνημμένης (ῥίζαν λέγων τὴν φιλαργυρίαν δηλονότι, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἀπεφήνατο, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία). Ἀπὸ δὲ τοιαύτης ῥίζης ὁποῖον τὸ ἄνθος εἰκὸς ἀναβαίνειν, ἢ κονιορτῷ παραπλήσιον, ἀστάτῳ φύσει καὶ σκεδαννυμένῃ εἰς ἀέρα; —Ἢ μήποτε, ὥσπερ ὁ κονιορτὸς ἐμποδίζων ταῖς ἀναπνοαῖς, ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ, οὕτω καὶ τὰ τῆς φιλαργυρίας ἄνθη, αἱ πλεονεξίαι, αἱ ἀδικίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὰ ἄλλα ὅσα τῆς πονηρᾶς ῥίζης ἐστὶ βλαστήματα, ἀναιρετικὰ τῆς ζωῆς ἡμῶν ἐστι, τῇ καθαρότητι τοῦ πνεύματος ἐμποδίζοντα.

Σφόδρα δὲ παρατετηρημένως οὐκ εἶπε καὶ ὁ καρπὸς αὐτῶν, ἀλλὰ Τὸ ἄνθος αὐτῶν. Ἀτελῆ γὰρ τὰ τῆς κακίας βλαστήματα, ἐν αὐτῇ τῇ βλαστήσει καὶ τῷ πρώτῳ ἄνθει ἀφανιζόμενα· Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ὁ μὲν οὖν δίκαιος, ὡς τὸ ξύλον ἐστὶ τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, διηνεκεῖ τῇ ἐπιῤῥοῇ τῆς ζωῆς καταρδόμενος· τοῦ δὲ ἁμαρτωλοῦ ἡ ῥίζα συγκαυθήσεται· Καὶ τὸ ἄνθος ὡς κονιορτὸς ἀναβήσεται. Διότι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Νόμον καὶ λόγιον διαφόρους λέγει προσηγορίας Κυρίου· διὰ τοῦτο ὡς περὶ ἐμψύχου τοῦ λογίου ὁ Προφήτης φησί· Τὸ λόγιον Κυρίου παρώξυναν. Νόμος γὰρ ζῶν καὶ Λόγος Θεοῦ ὁ Μονογενὴς Υἱὸς, δι᾽ οὗ τὰ πάντα.

Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή.

Ἡ τῶν ἰσχυόντων καὶ τῶν δυναστῶν ἁμαρτία ὁδὸν ἐποίησε τῇ ὀργῇ τῇ κατὰ τοῦ λαοῦ κινουμένῃ παρὰ Κυρίου. Διὰ τοῦτο πρότερον τὸ Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν καὶ οἱ δυνάσται· ἔπειτα· Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, δηλονότι καὶ αὐτοῦ, κατὰ μίμησιν τῶν προεστώτων, ἐν ἁμαρτίαις γενομένου καὶ ἀξίου ὄντος παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ Κυρίου. —Ἔστι δὲ θυμὸς ζέσις τοῦ περὶ καρδίαν αἵματος, παρὰ τὸ οἱονεὶ ἐξ ἀναθυμιάσεως τῶν χυμῶν, συνιστάμενον οἴδημα περὶ τὴν καρδίαν ὠνομασμένος· ὀργὴ δέ ἐστιν ὄρεξις ἀντιλυπήσεως. Ὥστε τὸ μὲν ὀξεῖαν ἔχει τοῦ πάθους τὴν κίνησιν, τὸ δὲ μονιμωτέραν καὶ παρατεταμένην ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν.

Ἐπὶ μέντοι Θεοῦ οὐδέτερον αὐτῶν κυρίως λέγεσθαι εὐσεβές ἐστι παραδέξασθαι, ἀλλὰ τροπικαὶ αἱ φωναί. Οὐ γὰρ πάθος Θεοῦ, οὐδὲ αὐτῇ τῇ οὐσίᾳ αὐτοῦ συμβεβηκός· ἀλλ᾽ ἡ περὶ ἡμᾶς τοιάδε ἐνέργεια θυμὸς προσηγόρευται. Καὶ τάχα, ἡ μὲν ἐπίπονος παίδευσις, ὀργή· ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θυμὸς προσηγόρευται. Ταράσσει μὲν γὰρ τῷ θυμῷ, μηδέπω λόγου ἀξιῶν τοὺς οἷς θυμοῦται ὁ Θεὸς, κατὰ τὸ εἰρημένον, ὅτι Ἐν θυμῷ αὐτοῦ ταράξει αὐτούς· διδασκαλίας δὲ ἐν ὀργῇ οἱ παιδευόμενοι ἀξιοῦνται, κατὰ τὸ εἰρημένον, ὅτι Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ.

Ὁ μὲν γὰρ ἐλεγχόμενος ἐπὶ τοῖς ἡμαρτημένοις, οὔπω πεπαίδευται· ὁ δὲ παιδευόμενος, ἤδη ἐγγύτητά τινα πρὸς ἐπιστήμην ἐμφαίνει. —Εἰ οὖν παιδεύει μὲν ὀργὴ, ἐλέγχει δὲ θυμὸς ἀνυσιμώτερον ἡ ὀργὴ τοῦ θυμοῦ. Διὰ τοῦτο καὶ ὁ Ἱερεμίας· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ. Οὐ γὰρ εἶπε καὶ μὴ ἐν ὀργῇ, πλὴν χρηστοτέρα ἡ παίδευσις, ἡ ἀπὸ κρίσεως, τῆς ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς.

Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, φωτιζόμενος ὑπὸ τοῦ λόγου, ὠφεληθήσεται ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων πρὸς τὸ μηδὲν ἀκρίτως πράσσειν, ἀλλὰ πάντα κρίσει ὑγιεῖ ἐπιτελεῖν, ὥστε καὶ αὐτοὺς ἔχειν τοὺς λογισμοὺς κεκριμένους, κατὰ τὸ εἰρημένον· Λογισμοὶ δικαίων, κρίματα.

Κατὰ μέντοι τὸν καιρὸν τῆς κρίσεως, ὅταν ἐπιβάλῃ τῷ λαῷ τὴν χεῖρα αὐτοῦ, καὶ τὰ ὄρη παροξυνθήσεσθαι λέγεται, δεικνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις συνεπιτίθεται τῇ ἐκδικήσει τῶν ἁμαρτωλῶν. Ὡς γὰρ, ἐπὶ τῶν πληγῶν τῶν Αἰγυπτιακῶν, πανταχόθεν αὐτοῖς ὁ πόλεμος (ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος) οὕτω καὶ νῦν, ὅταν ἐπιβάλλῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν λαὸν ὁ Κύριος, τοῦ πατάξαι αὐτόν· καὶ τὰ ὄρη παροξυνθήσεται, τὰ δὲ θνησιμαῖα τοῦ λαοῦ, ὡς κοπρία διὰ τὴν ἀτιμίαν ἐν μέσῳ τῆς ὁδοῦ κείμενα, καταπατηθήσεται. — Νόησόν μοι τοὺς ἐν ἁμαρτίαις γενομένους, ἐναπομείναντας τοῖς πράγμασι τοῦ βίου τούτου καὶ ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένους, ὧν διὰ τὴν ἀμετανόητον καρδίαν ὁ λόγος τοῦ Κυρίου φησὶν, οὐκ ἀποστραφήσεσθαι τὸν θυμὸν, ἀλλὰ ἔτι μένειν τὴν χεῖρα ὑψηλήν, τουτέστιν ἐπηρμένην εἰς ἐκδίκησιν (χεῖρα λέγων τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν Ἰώβ· Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι)· καὶ ἐν τούτῳ τοῦ διαβόλου χεῖρα λέγοντος ἐν τῷ καιρῷ τῆς κολάσεως· Οὐ μὴν δὲ, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ.

Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, καὶ συριεῖ αὐτοὺς ἀπ᾽ ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Κατὰ μὲν τὸ ῥητὸν, δόξει τὴν Ῥωμαϊκὴν δύναμιν τὴν ἐπὶ τῇ ἐσχάτῃ πολιορκίᾳ ἐπελθοῦσαν τῇ Ἱερουσαλὴμ ὁ λόγος προφητεύειν. Ἐν ἐκείνῳ γὰρ οἱ στρατιωτικοὶ κατάλογοι συνεπληροῦντο, ἔν τε τῶν μακρὰν ἐθνῶν καὶ ἐκ τῶν σύνεγγυς, τῶν περὶ τὴν Συρίαν καὶ Ἀραβίαν, καὶ ἄλλα ἔθνη, ὅσα παρακείμενα τῇ Ἰουδαίᾳ, ἐστρατολογεῖτο παρὰ τῶν Ῥωμαίων. — Τὸ μὲν οὖν σύσσημον ἐν τοῖς ἔθνεσιν ἤρθη, τουτέστι τὸ σημεῖον τοῦ σταυροῦ τοῦ ἀναδειχθέντος. Καὶ τὰ μὲν ἔθνη ἐπὶ τὴν πίστιν ἐκλήθη, ἡ δὲ Ἱερουσαλὴμ τῇ καταστροφῇ παρεδόθη.

Οὕτω δὲ ταχὺ καὶ κούφως ἤρχοντο, τοσαύτην ἔχοντες προθυμίαν εἰς τὸ πολεμεῖν, ὥστε καὶ τῶν τροφῶν ἐπιλανθάνεσθαι καὶ μηδὲ τὰ σιτηρέσια ἀναμένειν, μηδὲ ἀναπαύσεως δεῖσθαι, μηδὲ ἀποτίθεσθαι τὸ τῶν πολεμούντων σχῆμα. Οὗτοι ὥσπερ στερεὰ πέτρα ἐλογίσθησαν καὶ τὰ ἅρματα αὐτῶν ὡς καταιγίδες· ὅμοιοι λέουσι τὴν ἰσχὺν, καὶ σκύμνοις λεόντων τὴν ὁρμήν· ὧν ἡ βοὴ ὡς θαλάσσης κυμαινούσης, ὅτε καὶ οὐδὲν ἄλλο ὁ πολεμούμενος λαὸς ἑώρα, ἀλλ᾽ ἢ σκότος σκληρὸν ἐπὶ τῆς γῆς ...