Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν
Ερμηνεία στο 8ο κεφάλαιο: Οι προφητικοί τύποι και ο αληθής Λόγος
Η γέννηση του υιού του προφήτη, ο συμβολισμός του Σιλωάμ, ο Χριστός ως λίθος προσκόμματος και η καταδίκη των μαντειών των εγγαστριμύθων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στο 8ο κεφάλαιο: Οι προφητικοί τύποι και ο αληθής Λόγος
Η γέννηση του υιού του προφήτη, ο συμβολισμός του Σιλωάμ, ο Χριστός ως λίθος προσκόμματος και η καταδίκη των μαντειών των εγγαστριμύθων.
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ, ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης, βόσκημα προβάτου καὶ καταπάτημα βοός.
Ὥς γε ἐν τόποις δυσθεωρήτοις, ἡγούμεθα μὴ πάντη ἀπᾴδουσαν διήγησιν εὑρηκέναι. Ὅρα τοίνυν, εἰ δύνασαι τοιαύτην διάνοιαν περὶ τῶν ῥητῶν ἐκλαβεῖν, ὡς ἄρα μὲν οἱ ἐκ περιτομῆς ἦσαν αἱ χίλιαι ἄμπελοι χιλίων σίκλων. Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε καὶ, ἐκβαλὼν ἔθνη, κατεφύτευσεν αὐτήν· ἥτις, εὐθηνήσασα πρότερον, ὕστερον ἠμελήθη διὰ τὸ στραφῆναι αὐτὴν εἰς πικρίαν· καὶ καθῃρέθη μὲν αὐτῆς ὁ φραγμὸς, ἐγένετο δὲ εἰς διαρπαγὴν τοῖς παραπορευομένοις. Ἐκεῖναι τοίνυν αἱ ἄμπελοι αἱ πολύφοροι ἐγένοντο εἰς χέρσον καὶ ἀνακανθῶνας, ὅτε μετὰ μυρίων βελῶν καὶ τοξευμάτων ὁ πολέμιος αὐτοῖς ἐπῆλθε στρατὸς, τὴν ἐρημίαν ἐπάγων.
Ὄρη δὲ ἀροτριώμενά εἰσιν αἱ εἰς Χριστὸν πεπιστευκυῖαι ψυχαί· πρότερον μὲν ἔρημοι καὶ ἀγεώργητοι, διὰ τοῦτο ἐχέρσευον καὶ ἠκανθοφόρουν πρὸ τῆς Χριστοῦ ἐπιδημίας· ἐπειδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν καὶ ἐκάλεσε τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, διὰ τοῦτο οἱ μὲν ἐν περιτομῇ, ἀπολέσαντες τὸ εὐθαλὲς καὶ τὸ ἔγκαρπον, εἰς χέρσον μετέβαλον.
Τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, ὅπερ ὄρος ὠνόμασται ἀροτριώμενον, ἀροτριᾶται, ἀπαλλαγὲν πάσης δειλίας καὶ τοῦ ἀπὸ τῶν πολεμίων φόβου. —Ὄρος οὖν, ἡ ὑψωθεῖσα ὑπὸ τῆς τοῦ Χριστοῦ διδασκαλίας ψυχή. Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος, ἐξεκλάσθη μὲν ὁ Ἰσραὴλ, κατεφυτεύθη δὲ τὰ ἔθνη, ἵνα τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρόβατα καὶ βόες ἐννεμόμενα, ἄφθονον τὴν παρ᾽ ἑαυτῶν ὠφέλειαν παρέχωνται. —Δηλονότι πρόβατα οἱ χρηστότεροι τὰ ἤθη, βόες δὲ, οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτεροι.
ΚΕΦΑΛΑΙΟΝ ηʹ Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Καὶ μάρτυρας ποίησαι πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν, τὸν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Δόξει ἕτερον προσταχθεὶς ὁ Προφήτης, ἕτερον πεποιηκέναι· τί γὰρ κοινὸν ἔχει τὸ Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, πρὸς τὸ ἐπιφερόμενον, ὅτι Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν; Εἴποι ἂν οὖν τις, ὅτι οὐχὶ ἀπόδοσίς ἐστι τοῦ προάγοντος τὸ ἐπιφερόμενον, ἀλλὰ ἀπὸ ἰδίας ἀρχῆς παραδίδοται, ἐκείνου περιγεγραμμένου. Εἰ γὰρ καὶ μὴ πρόσκειται, ὅτι ἔλαβε τόμον τοῦ καινοῦ καὶ μεγάλου, ἀλλὰ προσυπακούεται, ὅτι ἐποίησε τὸ προστεταγμένον. Ἀπὸ ἑτέρας δὲ ἀρχῆς νοεῖται τὸ Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν.
Εἰ μὲν γὰρ ἀντέλεγε τῷ προστάγματι ὁ Προφήτης, ἐγράφη ἂν ἡ ἀντιλογία, ὡς ἐπὶ τοῦ Ἰεζεκιὴλ, παραιτουμένου τὸ ἐπὶ βολβίτων ἀνθρωπίνων ὀπτηθέντα ἐσθίειν τὸν ἄρτον, Ἐκεῖ γὰρ ἀρνεῖται, λέγων· Μηδαμῶς, Κύριε, Θεὲ τοῦ οὐρανοῦ, εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον. Διὰ τοῦτο συνεχωρήθη αὐτῷ ἐν βολβίτοις βοῶν ποιῆσαι τοὺς ἄρτους.
Ἐνταῦθα μέντοι ἐπειδὴ ἀπαγόρευσις οὐκ ἔστιν, ἡ σιωπὴ δηλονότι τὴν συγκατάθεσιν δείκνυσιν· εἰ δὲ οὐ μεμαρτύρηται ποιήσας τὸ προστεταγμένον. —Ὥσπερ ὁ Ὠσηέ· Βάδιζε γὰρ (φησὶ) λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας· εἶτα μαρτυρῶν αὐτῷ ὁ λόγος, ὡς πεποιηκότι τὸ προστεταγμένον, ἐπιφέρει· Καὶ ἐπορεύθη καὶ ἔλαβε τὴν Γομὲρ, θυγατέρα Δεβηλαίμ. Ἀλλαχοῦ δὲ εὑρήσομεν προστάγματα μὲν ἐκφωνηθέντα, τὸ δὲ ἔργον μὴ μαρτυρούμενον μὲν γεγενῆσθαι, νοούμενον δὲ παρ᾽ ἡμῶν, διὰ τὸ εὐπειθὲς τῶν ἐπιτεταγμένων, ὡς ἐπὶ τοῦ Ἰεζεκιήλ· Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν· καὶ πάλιν· Κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν. Οὐ γὰρ ἐπενήνεκται ὅτι ἐκοιμήθη ἐπὶ τὸ δεξιὸν πλευρὸν, ἢ τὸ ἀριστερὸν, ἀλλὰ παρασεσιώπηται· νοεῖται δὲ παρ᾽ ἡμῶν ἡ ὑπακοὴ τοῦ Προφήτου.
Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν ἀπολογήσασθαι περὶ τοῦ ἐπαπορηθέντος ἡμῖν, ὅτι οὐχὶ ἕτερον προσταχθεὶς, ἄλλο ἐποίησεν· ἀλλ᾽ ἐκεῖνο τελέσας, ἀπὸ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς Προφήτιδος ἡμῖν διαλέγεται. Μήποτε δὲ τύπος ἐστὶν ὁ τοῦ Καινοῦ καὶ μεγάλου τόμος τῆς Καινῆς καὶ μεγάλης Διαθήκης, γραφίδι ἀνθρώπου γεγραμμένης, διὰ τὸ λέξει ἀνθρωπίνῃ καὶ ἀκούεσθαι δυναμένῃ παρὰ τῶν πολλῶν, γεγράφθαι τοῦ Εὐαγγελίου τὰ ῥήματα. Ἐν ᾧ γέγραπται τὸ ὀξέως προνομὴν ποιῆσαι σκύλων, διότι ταχεῖα γέγονε καὶ ἀστραπῆς ὀξυτέρα πάσης, ἡ τοῦ Εὐαγγελίου διδασκαλία, ἐπὶ τὰ πέρατα τῆς οἰκουμένης διικνουμένη, καὶ σκυλεύουσα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀντιμεθιστῶσα τοὺς αἰχμαλωτισθέντας. Προνομὴ δέ ἐστιν ἡ τῶν σκύλων διανομή, ὅπερ τοῖς ἐπιμεληταῖς τοῦ τῶν ἀνθρώπων γένους Ἀγγέλοις διέδωκεν ὁ Θεὸς, εἰς φυλακὴν καὶ σωτηρίαν. Διὰ τοῦτο γέγραπται, ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ τὸ Εὐαγγέλιον· τὸν πάλαι προσδοκώμενον ἐξ οὐρανοῦ, τοῦτον παρόντα ἡμῖν εὐαγγελίζεται.
Μάρτυρες δὲ τῶν γραφομένων ἐν τῷ Εὐαγγελίῳ ἔστωσαν (φησὶν) Οὐρίας καὶ Ζαχαρίας. Ἔστι δὲ ὁ μὲν Οὐρίας ἱερεὺς, συμβολικῶς χαρακτηρίζων τὸν διὰ Μωϋσέως παραδεδομένον νόμον· ὁ δὲ Ζαχαρίας, Προφήτης. Μαρτυρούμενον δὲ ὑπὸ τοῦ νόμου καὶ τῶν Προφητῶν συνίσταται τὸ Εὐαγγέλιον.
Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας, φωτισμὸς Θεοῦ· ὁ δὲ Ζαχαρίας, μνήμη Θεοῦ· υἱὸς δὲ Βαραχίου, τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίνας οὖν ἔπρεπεν εἶναι πιστοὺς ἀνθρώπους μάρτυρας; Εἴ τίς ἐστι πεφωτισμένος ἀπὸ Θεοῦ, καὶ μνήμην ἔχων διηνεκῆ Θεοῦ.
Τί οὖν ἐστι τὸ Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν; τουτέστιν· ἤγγισα, τῷ πνεύματι καὶ τῇ προγνώσει τῶν ἐσομένων, τῇ Προφήτιδι. Κατέλαβον γὰρ καὶ οἱονεὶ ἐπλησίασα τῇ κατανοήσει τῇ προφητικῇ, καὶ εἶδον αὐτῆς τὴν σύλληψιν πόῤῥωθεν, προενατενίσας τῷ χαρίσματι τῆς προφητείας, ὅτι ἔτεκεν υἱὸν, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Καλέσεις τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Ταχέως ἐσκύλευσε τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα ἑαυτοῦ τὰ κτήματα, τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους καὶ κατεχομένους ἐν τοῖς δεσμοῖς τοῦ θανάτου. Ἐσκύλευσε μὲν ἐκεῖνον, προενόμευσε δὲ ταῖς ἰδίαις δυνάμεσι, διαδοὺς τοὺς πιστοὺς πρὸς φυλακὴν καὶ φρουρὰν τοῖς ἁγίοις Ἀγγέλοις, περὶ ὧν καὶ αὐτὸς λέγει, ὅτι Οἱ Ἄγγελοι ὑμῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς.
Οὗτος γάρ ἐστιν ὁ ὀξέως προνομεύσας, περὶ οὗ γέγραπται· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔλαβε δόματα ἐν ἀνθρώποις. Ὅτι δὲ Προφῆτις ἡ Μαρία, ᾗ προσῆλθε κατὰ τὸν προσεγγισμὸν τὸν διὰ τῆς γνώσεως ὁ Ἡσαΐας, οὐδεὶς ἀντερεῖ, μεμνημένος αὐτῆς τῶν ῥημάτων, ἃ προφητικῶς ἀπεφθέγξατο.
Τί γάρ φησι; Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ, τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ ὅλοις γε, ἐπιστήσας τοῖς ῥήμασιν αὐτῆς, οὐ διστάσεις αὐτὴν εἰπεῖν καὶ Προφῆτιν. Διότι Πνεῦμα Κυρίου ἐπῆλθεν ἐπ᾽ αὐτὴν καὶ δύναμις Ὑψίστου ἐπεσκίασεν.
Ὅπερ οὖν προσετάχθη γράψαι ἐν τῷ τόμῳ τούτῳ, πλησιάσας τῇ Προφήτιδι, γενηθὲν ἐθεώρησεν. Ἐκεῖ γὰρ εἴρηται· Γράψον γραφίδι ἀνθρώπου, ὀξέως προνομὴν ποιῆσαι σκύλων· ἐνταῦθα δὲ, μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, γέγραπται τὸ Καὶ εἶπε Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Ὥστε διαφόροις λέξεσι καὶ ἐπινοίαις τὸ αὐτὸ λέγεται· ἐν τῷ Λάβε σεαυτῷ τόμον, καὶ ἐν τῷ Προσῆλθον πρὸς τὴν Προφῆτιν. Καὶ οὐδὲν ἀκατάλληλον ἔχει ἡ ἐπαγωγὴ πρὸς τὸ προκείμενον. —Οὗτος δὲ καὶ ἔλαβε δύναμιν Δαμασκοῦ, ὁ ἐκ τῆς Προφήτιδος γεγεννημένος, καὶ τὰ σκῦλα τῆς Σαμαρείας.
Δύναμις Δαμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες· σκῦλα δὲ Σαμαρείας, οἱ ἀπὸ περιτομῆς πεπιστευκότες. Διότι Δαμασκὸς μὲν μητρόπολις τῆς Συρίας, Σαμάρεια δὲ τοῦ Ἰσραήλ. Πλὴν τὰ προστάγματα καὶ τὰ ἀνδραγαθήματα τοῦ ἐκ τῆς Προφήτιδος γεννηθέντος, ἀντὶ ὀνομάτων αὐτῷ ἐπιτίθεται παρὰ τοῦ Κυρίου, ὡς καὶ τὸ Ἰησοῦς ὄνομα παρὰ τὴν σωτηρίαν, τὴν ἀπὸ Θεοῦ ἡμῖν δεδομένην ἐφηρμόσθη τῷ Κυρίῳ· Καλέσεις γὰρ (φησὶ) τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥασὶν καὶ τὸν υἱὸν Ῥομελίου, βασιλέα ἐφ᾽ ὑμῶν, διὰ τοῦτο ἀνάγει ἰδοὺ Κύριος ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι.
Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Τίνα ἔχει λόγον, τὸν Θεὸν τῶν ὅλων, ἕνεκεν ὕδατος τοῦ ἐν τῷ Σιλωὰμ, τοιαῦτα ἀπειλεῖν τῷ λαῷ; Πῶς δὲ καὶ οὐ βούλεται ὁ λαὸς τὸ ὕδωρ τοῦ Σιλωὰμ, οὔτε νοσοποιὸν ἱστορούμενον, οὔτε ἄλλην τινὰ βλάβην τοῖς χρωμένοις παρεχόμενον; Εἶτα καὶ τίς ἡ ἀκολουθία, τὸν μὴ βουλόμενον τὸ ὕδωρ τοῦ Σιλωὰμ, βούλεσθαι τὸν Ῥασὶν καὶ τὸν υἱὸν τοῦ Ῥομελίου; Τίς γὰρ κοινωνία ὕδατι ἀψύχῳ, πρὸς βασιλέα, κρατοῦντα καὶ ἄρχοντα τῶν ὑπηκόων;
Ἀλλὰ τροπικῶς ἀκουστέον τοῦ Σιλωὰμ, ἑρμηνευομένου κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἀπεσταλμένου. Οὕτω γὰρ ἑρμηνεύεται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ὕπαγε, νίψαι ἐν τῷ Σιλωὰμ, ὅ ἐστιν ἀπεσταλμένος. Τίς οὖν ὁ ἀπεσταλμένος, καὶ ἀψοφητὶ ῥέων, ἢ περὶ οὗ εἴρηται· Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ; Καὶ πάλιν· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουστὴ γενήσεται ἡ φωνὴ αὐτοῦ ἐν ταῖς πλατείαις. Οἱ τοίνυν μὴ δεχόμενοι τὸν ἐξ οὐρανῶν Ἀπεσταλμένον, ὑπερορῶντες μὲν αὐτοῦ τῆς πραότητος, ἐπισπώμενοι δὲ ἑαυτοῖς τὸν υἱὸν τοῦ Ῥομελίου, τουτέστι λόγον ψευδοδοξίαν περιέχοντα, ἐπαγγελλόμενον δὲ κατὰ τὰς θείας ἀποδείκνυσθαι Γραφάς· καὶ τὸν Ῥασὶν, ὅστις ἑρμηνεύεται μετέωρος, καὶ τὸν ἔξω τῆς κατὰ τὰς θείας Γραφὰς πίστεως μετεωρίζοντα τὸν ἀκροατὴν, καὶ φυσῶντα καὶ ἀπάγοντα τῆς κατὰ τὴν πίστιν θεμελιώσεως. Ἀρὰμ γὰρ ὁ μετέωρος ἑρμηνεύεται. Τοὺς οὖν καταφρονητικῶς μὲν ἔχοντας πρὸς τὸν εὐσταθῆ λόγον, καὶ μὴ καταδεχομένους τὸ σταθερὸν καὶ γαληνὸν καὶ εὔδιον, ἀλλὰ συμπλέκοντας τὰ ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς ἀπὸ τῶν Γραφῶν παρακούσμασι, τούτοις ἀπειλεῖ ὁ λόγος ἐπάξειν τὸ ὕδωρ τὸ πολὺ καὶ ἰσχυρὸν, τὸν βασιλέα Ἀσσυρίων, τουτέστι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου.
Ὅτι γὰρ εἰς τὸν Ἀσσύριον λαμβάνει πολλάκις ἡ Γραφὴ τὸν ἀντικείμενον, δηλοῦται ἐν τοῖς ἑξῆς τῷ αὐτῷ τούτῳ Προφήτῃ· Καὶ ἔσται γὰρ (φησὶν) ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.
Τοιοῦτον οὖν καὶ νῦν ἔοικε λέγειν τὸν ἄρχοντα τῶν Ἀσσυρίων ὕδωρ ὄντα πολὺ, χειμάῤῥου τρόπον, βιαίως καὶ ῥαγδαίως παρασύροντος τοὺς προστυγχάνοντας· οὗ οἱ καταξιωθέντες τοὺς πειρασμοὺς ἀβλαβῶς διαβῆναι λέγουσι· Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον.
Καὶ τὸ Εὐαγγέλιον δὲ ἐπὶ τῆς παραβολῆς τοῦ αὐτοῦ ὕδατος μέμνηται, ἐν τῷ παραβαλεῖν τὸν ἀκούσαντα τοὺς λόγους καὶ μὴ ποιοῦντα, ἀνθρώπῳ ἄνευ θεμελίου οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν· πλημμύρας δὲ γενομένης (φησὶν) οὐκ ἀντέσχεν, ἀλλ᾽ ἔπεσεν ἡ οἰκία, καὶ ἐγένετο τὸ πτῶμα τῆς οἰκίας ἐκείνης μέγα. —Τοῦτο δὲ τὸ ὕδωρ τὸ πολὺ ἀναβήσεται (φησὶν) ἐπὶ πᾶσαν φάραγγα ὑμῶν. Αἱ δὲ φάραγγες κοιλότητές εἰσι τῆς γῆς. Πῶς οὖν οὐχὶ καταβαίνειν τὸ ὕδωρ, ἀλλὰ ἀναβαίνειν λέγεται; Ὅτι πᾶσα ἡ ἐν ἀνθρώποις κατὰ τὴν ἁμαρτίαν ταπείνωσις ὑψηλοτέρα ἐστὶ τῶν ἀρχιπηγῶν καὶ τῶν οἱονεὶ ἀρχῶν τῆς πονηρίας. Ἐπειδὰν μέντοι παραδοθῶσι ταῖς ἀντικειμέναις δυνάμεσι, περιπατήσουσιν ἐπὶ πᾶν τεῖχος τῶν ἀποστατούντων, τουτέστιν ἐπὶ πάντα τὰ ὀχυρὰ δόγματα καὶ ἐπὶ πάντα τὰ δοκοῦντα ἀσφαλίσματα αὐτῶν εἶναι.
Διὰ δὲ τὴν ἀπὸ τοῦ Σιλωὰμ ἀποστασίαν καὶ τὴν πρὸς τοὺς ὀλεθρίους τῶν βασιλέων πρόσκλισιν, ἀπειλεῖ ὁ λόγος ἀφαιρεθήσεσθαι ἀπὸ τῆς Ἰουδαίας πάντα ἄνθρωπον, δυνάμενον ἐπαίρειν τὴν κεφαλὴν καὶ τὸν δυνατὸν συντελέσασθαί τι, τουτέστι τόν τε ἐν τῇ κατὰ τὸν νοῦν θεωρίᾳ ὑψηλὸν καὶ τὸν κατὰ τὴν πρακτικὴν ἀρετὴν δυνατῶς ἐπιτελοῦντα τὰ δόξαντα, ἀλλὰ καὶ καταστρατοπεδεῦσαι τοῦ πλάτους τῆς χώρας τῶν μὴ καταδεχομένων τὸν Σιλωάμ. Διὰ γὰρ τὸ ἐπιδεδωκέναι ἑαυτοὺς τῇ πλατείᾳ ὁδῷ καὶ εὐρυχώρῳ, ἄξιοι γίνονται τοῦ στρατόπεδον εἶναι τῆς ἀντικειμένης δυνάμεως, οὐχὶ πρὸς ἀνάγκην καταδικαζόμενοι, ἀλλ᾽ ἑαυτοῖς ἑλόμενοι τὴν μερίδα τὴν χείρονα. Καθ᾽ ὅσον γὰρ οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Μεθ᾽ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἀναφέρεται τοίνυν ἐπὶ τὸν Σωτῆρα τὸ Μεθ᾽ ἡμῶν ὁ Θεός· οὕτω γὰρ ὠνομάζετο ἐν τοῖς κατόπιν ὁ ἐκ τῆς Παρθένου γεννώμενος, τῇ Ἑβραΐδι διαλέκτῳ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐκ περιχαρείας δοκεῖ μοι ἡ φωνὴ ἀναφέρεσθαι τῶν ἐπεγνωκότων μὲν τὴν Χριστοῦ παρουσίαν, κατανενοηκότων δὲ τὴν δύναμιν τοῦ σταυροῦ φοβερὰν οὖσαν τοῖς ἔθνεσι. Διὰ τοῦτο Γνῶτε (φησὶν) ἔθνη, καὶ ἡττᾶσθε, ἵνα ἡττηθέντες τὴν καλὴν ἧτταν καὶ συμφέρουσαν ὑμῖν, αἰχμαλωτισθῆτε εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ, διὰ τῆς εἰς τὸν Χριστὸν δουλείας, ἐλεύθεροι γένησθε τοῦ νόμου τῆς ἁμαρτίας. —Πῶς οὖν ἡττᾶται τὰ ἔθνη; Ἐὰν ἐπιγνῷ τὸν Θεόν. Ἡττᾶται γὰρ σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ. Μόνον οὖν γνῶτε τὴν ἀλήθειαν, τὰ ἔθνη, καὶ εὐθὺς ἡττηθήσεσθε τὴν σωτήριον ὑμῖν ἧτταν.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Τίνων ἐπακούσατε; Τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον· Εἰς πᾶσαν γὰρ (φησὶ) τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἰσχυκότες, ἡττᾶσθε, ἀπόθεσθε τὴν ἰσχὺν τοῦ σώματος, ἀναλάβετε τὴν ἀσθένειαν τῆς σαρκὸς, ἵνα ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειωθῇ. — Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Ἐάν σοί ποτε ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, σπούδασον αὐτὸ δουλαγωγῆσαι καὶ καταπαλαῖσαι καὶ ὑποτάξαι τῷ πνεύματι. —Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον, ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾽ ἡμῶν ὁ Θεός.
Διότι ἀπολεῖ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσει. Βουλὴν οὖν ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Ὧν οὐδὲν ὑμῖν (φησὶν) οὐ μὴ ἐμμείνῃ· διότι μεθ᾽ ἡμῶν ὁ Θεός. —Χρήσιμον δὲ ἐν καιρῷ διωγμοῦ θαῤῥοῦντας λέγειν τοῖς ἔθνεσι τὸ Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
Πολλάκις γὰρ ἐπαναστάντες τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, πολλάκις κατέπεσον. Ὥσπερ γὰρ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως ἀεὶ οἱ καθελεῖν τὴν Ἐκκλησίαν σπουδάσαντες, διὰ τῶν διωγμῶν αὐτὴν εἰς μείζονα δόξης προήγαγον καὶ δυνάμεως.
Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες· μήποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. —Τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε. Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος· κἂν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα· καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι.
Μετὰ τὸ εὐαγγελισθῆναι τὸν λόγον περὶ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας καὶ οἱονεὶ ἐπὶ τῇ νίκῃ, τῇ κατὰ τῶν ἐθνῶν ἐκείνην τὴν φωνὴν ἀφεθῆναι (τὸ Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· μεθ᾽ ἡμῶν ὁ Θεός) τοῦτο ἐπάγει ὁ λόγος, κατακρίνων τὰ ἔθνη, ὅτι Ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρί. Χεὶρ δὲ ἰσχυρὰ, ἡ δύναμις ἡ τῶν ὄντων δημιουργικὴ, ἀφ᾽ ἧς συνέστη πᾶσα ἡ κτίσις τῶν ὁρωμένων καὶ τῶν ὑπὲρ τὰ ὁρώμενα.
Δύο γάρ εἰσι τρόποι, δι᾽ ὧν εἰς ἐπίγνωσιν Θεοῦ καὶ ἐπιμέλειαν ἑαυτῶν ἐναχθῆναι δυνάμεθα· ἢ ἐκ τῶν φυσικῶν ἐννοιῶν, διὰ τῶν ὁρωμένων πρὸς τὸν ποιητὴν ἀναβαίνοντες, ἢ ἐκ τῆς διὰ τοῦ νόμου ἡμῖν δεδομένης διδασκαλίας. Οὗτοι δὲ φαίνονται καὶ τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦντες, τουτέστιν ἐκ τῶν κτισμάτων μὴ ἐναγόμενοι πρὸς τὴν τοῦ ποιήσαντος κατανόησιν, καὶ τῇ πορείᾳ, τουτέστι τῇ ὁδῷ. Ὁδὸς δὲ ἤτοι ὁ Κύριος, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. Ὁ αὐτὸς δὲ καὶ χεὶρ Θεοῦ καὶ δεξιά. Ἡ δεξιὰ γὰρ σοῦ (φησὶ) Κύριε, δεδόξασται ἐν ἰσχύϊ· καὶ Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Οὐκοῦν κατηγοροῦνται οἱ μὴ πιστεύοντες εἰς τὸν Κύριον. —Ἢ πορείαν λέγει νῦν τὴν ὁδὸν τοῦ βίου τούτου, τὴν κατὰ τὸν νόμον ἡμῖν διατεταγμένην. Ὅτι γὰρ ὁδὸς ἡ διδασκαλία λέγεται, πολλαχόθεν ἐστὶ γνώριμον, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Καὶ Ἐν τῇ ὁδῷ τῶν μαρτυριῶν σου ἐτέρφθην. Καὶ Ἐν τῇ ὁδῷ σου ζήσομαι. Καὶ Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Καὶ ἁπαξαπλῶς πλήρης ἐστὶν ἡ Γραφὴ, ὁδοιπορίαν τινὰ τὴν διὰ τοῦ νόμου προκοπὴν ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς ὀνομάζουσα. —Καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀπειθείας· οὐ δέχονται (φησὶ) τὰ προστάγματα τῆς ὁδοῦ, οἷς κέχρηται ὁ λόγος· ἀλλ᾽ ἀπειθοῦσιν αὐτοῖς, τὸ σκληρὸν τῶν διατεταγμένων μὴ φέροντες.
Ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ οἱ Ἰουδαῖοι, μὴ ἀνασχόμενοι τῶν τοῦ Κυρίου διδαγμάτων, ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Σκληρὸν τῷ πόρνῳ τὸ σωφρονεῖν, σκληρὸν τῷ μεθύσῳ τὸ ἐγκρατεύεσθαι· σκληρὸν τῷ λοιδόρῳ τὸ εὐλογεῖν· καὶ ὅλως παντὶ τραχήλῳ ἐλευθεριάζειν ἐπιθυμοῦντι σκληρὸς ὁ ζυγὸς τοῦ νόμου φαίνεται, διὰ τοῦτο πολλοὶ (οἱ ἐπὶ τὴν ἀπώλειαν φερόμενοι, διὰ τὸ λεῖον καὶ πλατὺ τῆς ὁδοῦ) ὀλίγοι δὲ, οἱ ἐπὶ τὴν βασιλείαν, τὸ τραχὺ καὶ ἐπίπονον τοῦ κατ᾽ ἀρετὴν βίου μὴ φέροντες. Ἡ μὲν γὰρ κακία δελεάζει τῷ λείῳ τῆς ἡδονῆς· ἡ δὲ ἀρετὴ σκληραγωγίαις καὶ πόνοις ἐκτραχύνει τὸν βίον τῶν ἀσκουμένων· Διὰ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Σκληρὰς ὁδοὺς λέγει τὰς ἐπὶ τὸν καταρτισμὸν τῶν ψυχῶν ἡμῶν δεδομένας ἡμῖν Ἐντολάς.
Τί σκληρότερον τοῦ, λαβόντα πληγὴν κατὰ σιαγόνος, στρέψαι αὐτῷ καὶ τὴν ἄλλην; τοῦ ἀποστερούμενον, μὴ ἀπαιτεῖν; τοῦ ἑλκόμενον εἰς δικαστήριον ... ἐπαποδύεσθαι καὶ τὸν χιτῶνα; λοιδορούμενον εὐλογεῖν; βλασφημούμενον παρακαλεῖν; μηδένα μισεῖν; ὑπὲρ τῶν διωκόντων προσεύχεσθαι; Ἀλλὰ ταῦτα τὰ σκληρὰ τὸν ἁπαλὸν ἡμῖν κόλπον τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ εἰς ἀνάπαυσιν εὐτρεπίζει. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Καὶ σχεδὸν πᾶσα ἡ ἐνταῦθα κακοπάθεια πρόξενός ἐστι τῶν αἰωνίων ἀγαθῶν. Διὰ τοῦτο Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ ἔσται τῶν μελλόντων ἀγαθῶν αἱ νῦν, διὰ τὸν τοῦ Θεοῦ νόμον ἐγγινόμεναι, θλίψεις. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. —Ἀπειθοῦσιν οὖν τὰ ἔθνη τῇ πορείᾳ τοῦ λαοῦ, λέγοντες· Μήποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν. Ἐξέτασον οὖν τοὺς τοῖς εἰδώλοις προσκαθεζομένους, τίνος ἕνεκεν οὐ προσέρχονται τῇ διδασκαλίᾳ τοῦ κηρύγματος. Ὁμολογοῦσι γὰρ αὐτῶν οἱ εὐγνωμονέστεροι, ὅτι τὸ αὐστηρὸν οὐχ ὑποφέρουσιν.
Εἶτα ἐπάγει· Τὸν δὲ φόβον αὐτοῦ μὴ φοβηθῆτε. Τοῦτο δὲ διχῶς νοεῖται· καὶ γὰρ τοῖς ἔθνεσι λέγει, μὴ φοβεῖσθε τὸν φόβον, ὃν νῦν ἀπαιδεύτως φοβοῦνται, μὴ ἐπιδιδόντες ἑαυτοὺς τῇ ἀσκήσει τῶν βελτιόνων· ὡσανεὶ ἔλεγε· μὴ φοβοῦ τὴν σωφροσύνην, μὴ φοβοῦ τὴν ἀνδρίαν· μὴ φοβοῦ τὴν εὐσέβειαν, μηδεμίαν τῶν ἀρετῶν φοβηθῇς. Ἥμεροί εἰσιν, εὐπρόσιτοι, ἀγαθῶν παρεκτικαὶ, ζωῆς πρόξενοι. —Ἢ, μεταστρέψας τὸν λόγον, πρὸς τὸν λαὸν ἀποτείνεται· ὅτι ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ὑπειλήφασι, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῆς τοῦ νόμου πορείας μὴ καταδεχόμενοι. Ὑμεῖς δὲ μὴ φοβηθῆτε τὰς καθ᾽ ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν, ἀλλὰ, νοήσαντες τὸν Κύριον, ἁγιάσατε αὐτόν. —Καὶ αὐτὸς ἔσται σου φόβος. Μέγιστον εἰς τελείωσιν, πεπαιδευμένως φοβεῖσθαι καὶ μὴ πάντα καταπτήσσειν, μηδὲ ψοφοδεεῖς εἶναι, τὰ ἀδεᾶ δεδοικότας. Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ ψαλμὸς, λέγων· Ἐκεῖ φοβηθήσονται φόβῳ, οὗ οὐκ ἦν φόβος.
Κύριον οὖν ἁγίασον. Καὶ αὐτὸς ἔσται σου φόβος. —Ἐκείνου τὴν παρουσίαν ἐκδέχου, ἐκείνου φοβοῦ τὸ κριτήριον. Φοβερὸς ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φοβερὸς ὁ ἐν φωνῇ σάλπιγγος μετὰ ἁγίων Ἀγγέλων ἐπιδημεῖν μέλλων ἐξ οὐρανῶν· φοβερὸς, οὗ ἡ ἀπόφασις κόλασις αἰωνία. Ἐὰν οὖν ᾖς πεποιθὼς ἐπὶ Κύριον, οὐ συναντήσεις αὐτῷ, ὡς λίθου προσκόμματι, οὐδὲ ὡς πέτρας πτώματι.
Σαφῶς ὁ λόγος εἰς τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν προσκαλεῖται πίστιν. Περὶ τούτου γὰρ εἴρηται, ὅτι Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου. Οἱ τυφλοὶ καὶ μὴ δυνάμενοι τὰ ἐν ποσὶ καθορᾷν, προσπταίουσι τοῖς λίθοις· καὶ οἱ μὴ ἠσφαλισμένοι τὰς βάσεις, περιολισθαίνουσι ταῖς πέτραις. Ὁ τοίνυν μηδεμίαν ἐπιμέλειαν τοῦ διορατικοῦ τῆς ψυχῆς ποιησάμενος, μηδὲ διὰ τῆς διδασκαλίας τῶν Γραφῶν γνωρίσας τὴν τοῦ Κυρίου παρουσίαν, περιπταίει τῷ κηρύγματι τοῦ Εὐαγγελίου· καὶ ὁ κατὰ τὴν πίστιν εὐπερίτρεπτος, σκανδαλίζεται ἐν τῇ πέτρα, ἥτις ἐστὶν ὁ Χριστός. —Σὺ δὲ (φησὶν) ὁ λαὸς, ἐὰν ᾖς πεποιθὼς καὶ τελείᾳ τῇ πίστει ἐρηρεισμένος ἐπὶ τὸν Κύριον, οὐχ ὡς λίθου προσκόμματι τῷ περὶ αὐτοῦ λόγῳ συναντήσῃ, οὐδὲ περισφαλήσῃ αὐτῷ, ὡς πέτρας πτώματι. —Τάχα δὲ πρόσκομμά ἐστιν Ἕλλησι, τοῖς τὴν σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· καὶ πέτρα ἐστὶ σκανδάλου τοῖς Ἰουδαίοις, τοῖς τὰ σημεῖα αἰτοῦσι. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, τὸ κήρυγμα εἶναι Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.
Τοῖς δὲ πεποιθόσιν ἐπὶ τὸν Κύριον καὶ μὴ ἀποδείξεσι λογικαῖς ὑποβάλλουσι τοῦ κηρύγματος τὴν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζουσι τὴν ἀλήθειαν, Χριστός ἐστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ.
Ἐπὶ τῆς ἀκολουθίας τῶν προαγόντων ὁ λόγος ἤρτηται. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός. Καὶ πάλιν ὑποβὰς λέγει· Μεθ᾽ ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Εἶτα πρὸς τοὺς μὴ καταδεχομένους τὸ καταγγελλόμενον παρὰ τοῦ Ἐμμανουὴλ, ἀλλὰ τὸ ἐπίπονον τῶν παρ᾽ αὐτοῦ διατεταγμένων ἐκκλίνοντας ἀποτείνει τὸν λόγον. Τότε (φησὶ) φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν.
Τοῦ γὰρ λόγου τῆς διδασκαλίας κατασπειρομένου εἰς πάντας, οἱ μὲν ἀνορθοῦσιν ἑαυτῶν τὰς καρδίας εἰς ὑποδοχὴν τῶν διδαγμάτων· καί εἰσιν ὥσπερ γῆ εὔκαρπος, οἱ δεχόμενοι τὸν λόγον καὶ εἰς βάθος ῥιζοῦντες καὶ μὴ καταπνίγοντες ὑπὸ ἀκανθῶν, μήτε ἀφύλακτον ἔχοντες, ὡς εὐδιάρπαστον εἶναι ὑπὸ τοῦ διαβόλου, ἀλλὰ καρποφοροῦντες ἐν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Εἰσὶ δὲ καὶ οἱ πάντη ἀποκλείοντες ἑαυτῶν τὴν ψυχὴν πρὸς τὸ μὴ παραδέξασθαι τὸν λόγον, ἀλλ᾽ οἱονεὶ ἀποδεσμοῦντες ἑαυτοὺς καὶ σφραγιζόμενοι, ὑπὲρ τοῦ μὴ ἐπεισελθεῖν τὸν λόγον τῆς ἀληθείας. Σφραγίζεσθαι δὲ λέγονται οἱ τῇ μορφῇ τοῦ ἀντικειμένου ἑαυτοὺς ὁμοιώσαντες καὶ μὴ καταδεχόμενοι ἐν αὐτοῖς μορφωθῆναι Χριστὸν, οἱ παραχαράξαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ μόνῃ χαίροντες τῇ εἰκόνι τοῦ χοϊκοῦ.
Ἐσφράγισται δὲ ὁ νόμος ἀσαφείᾳ καὶ τῷ μὴ εὔληπτος εἶναι τοῖς τυχοῦσι, διὰ τὴν ἀναγκαίως ἐπιζητουμένην τοῦ νόμου γυμνασίαν. Ὁ τοίνυν μὴ ἐπιδιδοὺς ἑαυτὸν τῇ μελέτῃ, μηδὲ λύειν τὸν τῆς ἀγνοίας δεσμὸν ἐπιθυμῶν, σφραγίζειν τὸν νόμον λέγεται, ὃς φανερωθήσεται ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως.
Φανεροὶ γὰρ ἔσονται οἱ σφραγίζοντες τὸν νόμον, τοῦ μὴ μαθεῖν. Πῶς οὖν σφραγίζουσι τὸν νόμον οἱ Ἰουδαῖοι, περὶ ὧν εἴρηται, ὅτι ἤρατε τὰς κλεῖς, καὶ οὔτε αὐτοὶ εἰσέρχεσθε, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύετε; —Σφραγίζει, τοῦ μὴ μαθεῖν, ὁ, ἐπὶ προφάσει δὴ τῆς κατὰ τὸ γράμμα τηρήσεως, μὴ ἀποκαλύπτων τὰ ἐν τῷ βάθει μυστήρια, καὶ τί λέγει, σκόπει, εἰ μὴ ἄντικρυς Ἰουδαϊκαὶ αἱ φωναί. —Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ. Ταῦτα λέγουσιν Ἰουδαῖοι· οὐ πιστεύω εἰς τὸν Θεόν· οὐ δέχομαι τὸν Ἐμμανουήλ· εἰ καὶ νῦν ἐγκαταλέλειμμαι, ἀλλὰ μενῶ ποτε τὴν ἐπισκοπὴν τοῦ Θεοῦ, τοῦ ἀποστρέψαντος τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ.
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακὼβ, παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Μετὰ τὸ ἐλεγχθῆναι τοὺς ἀπειθοῦντας, τότε λοιπὸν αὐτὸς ὁ Κύριος ἀπὸ τοῦ ἰδίου προσώπου διαλέγεται. Ἐκεῖνοι μὲν οὖν (φησὶν) ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ, καὶ τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, καὶ προσποιοῦνται ἀναμένειν τὸν Κύριον, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ.
Ἐγὼ δὲ τοὺς εἰς ἐμὲ πεπιστευκότας, ἄρτι ἀναγεννηθέντας, ἐν τῷ ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον καὶ ἀναλαβεῖν τὸν νέον, οἱονεὶ παῖδας ἀρτιγενεῖς, ἁπαλοὺς τὸν τρόπον καὶ ἀπειροκάκους, καὶ ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τελειοτέραν τροφὴν τῶν μυστηρίων χωροῦντας, τούτους προσλαβόμενος καὶ θάλπων τῷ κόλπῳ τῆς εὐσπλαγχνίας, προσάγω τῷ Πατρί. Δι᾽ ἐμοῦ γὰρ ἡ ὁδὸς τῆς πρὸς αὐτὸν ἐπιγνώσεως. —Ὅτι δὲ ἐκ προσώπου τοῦ Χριστοῦ εἰσιν οἱ λόγοι, οὐδεὶς ἀντερεῖ τῶν μεμνημένων τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς. Ἔπρεπε γὰρ (φησὶ) δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας διὰ παθημάτων τελειῶσαι.
Ὅ τε γὰρ ἁγιάζων (φησὶ) καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς καλεῖν ἀδελφοὺς, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.
Καὶ ἔσται (φησὶ) σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακώβ. Παρὰ τούτων τῶν παιδίων τῶν ἀναγεννηθέντων ὑπὸ Χριστοῦ, δυνατὰ σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακὼβ ἐπιτελεσθήσεται. Παιδία ἦσαν οἱ Ἀπόστολοι, τῇ κακίᾳ νηπιάζοντες· οἱ πρῶτον μὲν γλώσσαις λαλοῦντες, ἰδιῶται ἄνθρωποι καὶ Γαλιλαῖοι, πᾶσι φανερὰν ἐποίησαν τὴν ἐπιδημίαν τοῦ Πνεύματος, καὶ τὴν γενομένην ἐπ᾽ αὐτοὺς τῶν χαρισμάτων διαίρεσιν, καὶ τὸν μερισμὸν τῶν γλωσσῶν.
Ἔπειτα γνωστὸν σημεῖον, ὁ ἐπὶ τῇ ὡραίᾳ πύλῃ καθεζόμενος χωλὸς, παρὰ Πέτρου καὶ Ἰωάννου, διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἀρτίπους γενόμενος, στερεωθεισῶν αὐτῷ τῶν βάσεων. Ἐφ᾽ ᾧ καὶ ἐπληρώθη ἡ παλαιὰ προφητεία, ὅτι Τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλός.
Σημεῖον ἦν ἡ Δορκὰς, ἐκ νεκρῶν ἐγειρομένη. Σημεῖον ἦν αἱ σιδηραῖ πύλαι τῆς φυλακῆς, αὐτομάτως ὑπανοιγόμεναι τῇ ἐξόδῳ τοῦ Πέτρου, τὰ δεσμὰ λυόμενα, καὶ ὅσα ἄλλα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς φανέρωσιν τῆς θεότητος τοῦ Μονογενοῦς. Ταῦτα δὲ πάντα τὰ σημεῖα καὶ τέρατα παρὰ Θεοῦ ἐστι Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Θεὸν Σαβαὼθ τὸν Θεὸν τῶν στρατιῶν νοεῖν προσῆκε.
Τίς δὲ ἄλλος τῶν στρατιῶν Κύριος, ἢ ὁ λεγόμενος ἀρχιστράτηγος τῆς δυνάμεως τοῦ Θεοῦ, παρ᾽ οὗ δέδοται τὰ σημεῖα τοῖς παιδίοις; Ὅτι δὲ παιδία οἱ εἰς Χριστὸν πεπιστευκότες, δῆλον μὲν καὶ ἐκ τοῦ εἰρηκέναι τὸν Κύριον (περὶ τῶν αἰνούντων αὐτὸν καὶ λεγόντων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, πρὸς τοὺς Ἰουδαίους, τοὺς εἰπόντας αὐτῷ· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;) Ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Νηπίους γὰρ ἐκεῖ εἶπε τοὺς τέμνοντας τὰ βάϊα τῶν φοινίκων καὶ τὰ ἱμάτια στρωννύντας ἐν τῇ ὁδῷ, καὶ τοὺς κράζοντας καὶ δοξολογοῦντας αὐτόν. Ἀλλὰ καὶ ἑτέρωθι· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, νηπίους λέγων τοὺς μαθητευθέντας τῷ λόγῳ καὶ διὰ τοῦ Πνεύματος τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἀξιωθέντας.
Ἰδοὺ οὖν ἐγὼ καὶ τὰ παιδία, δείκνυσι τοὺς ἐκλεκτοὺς ἑαυτοῦ, διότι Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Πᾶς οὖν ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος, παιδίον ἐστὶ κατὰ τὸ μυστικὸν τοῦ Χριστοῦ.
Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ᾽ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται, ὡς ἂν πεινάσητε· λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται. Καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέπειν.
Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν, ἕως καιροῦ. Οἱ μὴ καταδεχόμενοι τὸν λόγον τοῦ Εὐαγγελίου, οἱ ἐξουθενοῦντες τὸ κήρυγμα ὡς μωρίαν, καὶ ἐπὶ τῷ σταυρῷ σκανδαλιζόμενοι, ὅταν αὐτοῖς συμβουλεύωμεν ἐπανελθεῖν πρὸς τὴν ἐπίγνωσιν, ἀντιπροτείνονται ἡμῖν τὰς ἐκ τῆς ἰδίας πλάνης παραινέσεις, λέγοντες· ζητήσατε μὴ τὸν Κύριον, ἀλλὰ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς φωνοῦντας, τοὺς κενολογοῦντας.
Καὶ τούτου μάρτυς ἡ πεῖρα. Οἱ γὰρ προστετηκότες τοῖς εἰδώλοις, ὀνείροις καὶ κληδόσι καὶ μαντείαις δαιμόνων προσέχοντες, καὶ αὐτοὶ τὴν ἀλήθειαν ἐξουδενοῦσι καὶ ἡμῖν συμβουλεύουσι τὰ τοιαῦτα ἐξαιτεῖν. Διότι ἐνέργειαι πλάνης ἐπὶ καταστροφῇ τῶν πεπειραμένων αὐτοῖς ἐνεργοῦνται παρὰ τῶν δαιμόνων· νῦν μὲν ἐν τοῖς ὕπνοις φαντασίας τινὰς περιιστώντων, ἢ συμβουλὴν ἐχούσας πάθους σωματικοῦ, ἢ προαγορευούσας τὸ μέλλον. Δύνανται δὲ τὰ τοιαῦτα συνορᾷν οἱ δαίμονες· περὶ μὲν τὰ τοῦ σώματος πάθη, διὰ τὸ διορατικώτεροι εἶναι τῶν ὑλικῶν ἰδιωμάτων, καὶ ἐπισκέφθαι ποιότητας βοτανῶν, καὶ τὸ ἀπ᾽ αὐτῶν πρὸς τὰ πάθη κατάλληλον.
Περὶ δὲ τῶν μελλόντων πολλάκις προλέγουσι τὰ ἤδη γενόμενα, ἡμῖν δὲ μήπω ἐγνωσμένα, ὡς ἐσόμενα ἡμῖν ἀναγγέλλουσιν. Οἷον εἴ τις καὶ παρ᾽ ἡμῶν ἀκούσας παρουσίαν τινὸς, ταύτην τῷ προσδοκῶντι ὡς μέλλουσαν ἀναγγέλλοι, τὴν ἐκ τοῦ δοκεῖν προφήτης εἶναι δόξαν δι᾽ ἀπάτης θηρώμενος. Οὕτω καὶ οἱ δαίμονες τὰ διατετυπωμένα, τὰ ἀποφάσει Θεοῦ δημοσιευθέντα, ἀνήγγειλαν πολλάκις τοῖς πρὸς ἀπάτην εὐκόλως ἔχουσιν. Ὡς καὶ ἡ ἐγγαστρίμυθος τῷ Σαοὺλ διὰ τῶν δαιμόνων ἀνήγγειλε τὴν μέλλουσαν ἧτταν. Δαίμονες γὰρ ἦσαν οἱ κατασχηματίζοντες ἑαυτοὺς εἰς τὸ τοῦ Σαμουὴλ πρόσωπον, οἳ διὰ τὸ ἀκηκοέναι τῆς ἐπὶ τῷ Σαοὺλ κατακρίσεως, ὡς ἰδίαν ἀπόφασιν τὴν ἐξενεχθεῖσαν παρὰ Θεοῦ διηγοῦνται.
Ἐπὶ οὖν τὰς ἐκ τῶν δαιμόνων ἀπάτας προτρέπονται ἡμᾶς πολλάκις τὰ ἔθνη, λέγοντες· ἐκζητήσατε τοὺς ἐγγαστριμύθους, τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας. Οὐδὲ γὰρ τολμῶσιν εἰπεῖν ἐξ οὐρανῶν αὐτῶν εἶναι τὰ ῥήματα. Ὡς καὶ ἡ ἐν ταῖς Βασιλείαις ἐκείνη διαλεγομένη τῷ Σαοὺλ ἔλεγεν, ὅτι Ὁρῶ ἐγὼ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς. —Τοιαύτη γὰρ ἡ τῶν ἐγγαστριμύθων ἐπίνοια· ψυχὰς ἐπαγγέλλονται τετελευτηκότων ἀνάγειν εἰς φανέρωσιν τῶν ἐπιζητουμένων· εἶτα τὴν ἑαυτοῦ γνώμην ἐπιφέρει, ἣν ἔχει περὶ τῶν τοιούτων ἐπινοιῶν, καὶ ἀποφαίνεται αὐτοὺς ματαιολόγους, εἰπών· Τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, ἤτοι ἀπὸ τοῦ θελήματος ἑαυτῶν φθεγγόμενοι. Οὐ γὰρ ἑτέρωθεν διδαχθεὶς λέγει, ἀλλὰ ἀναπλάσας ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ψεῦδος, τοῦ θελήματος τῶν ὁρώντων παραστοχαζόμενος, λέγει τὰ πρὸς ἀπάτην τῶν ἀνοήτων αὐτῷ χρησιμεύοντα.
Ἢ τάχα ἐκ τῆς κοιλίας φωνοῦσιν, Ὧν ὁ θεὸς ἡ κοιλία, οἱ πάντα πραγματευόμενοι, τῆς ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕνεκεν ἡδονῆς. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, εἰπὼν ἐγγαστριμύθους καὶ ἐκ τῆς κοιλίας φωνοῦντας τοὺς ὑπὲρ τοῦ τὴν γαστέρα πληρῶσαι διδασκαλίαν σχηματιζομένους, καὶ εὐλαβείας ἑαυτοῖς περιτιθέντας μορφήν· οἳ διὰ τὸ μὴ ἀπὸ διαθέσεως τοὺς λόγους προφέρεσθαι, κενολογοῦσιν. Εἰκότως· ὁ γὰρ μὴ ποιῶν, καὶ διδάσκων, ἀναξιόπιστός ἐστιν εἰς ὠφέλειαν. —Τὸ δὲ Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι, τοιοῦτόν ἐστιν, ὅτι ἕκαστον ἔθνος τῷ ἑαυτοῦ θεῷ προσάγει τὴν, περὶ οὗ βούλεται, μαθεῖν ζήτησιν. —Καὶ ἐρωτηματικῶς χρὴ τυποῦσθαι τὴν ἀνάγνωσιν πρὸς τὴν σαφήνειαν τοῦ ῥητοῦ· Οὐχὶ ἔθνος πρὸς θεὸν αὐτοῦ ἐκζητήσουσιν;
Ὥστε τοὺς ἔξω τῆς καθ᾽ ἡμᾶς θεραπείας, ἀκολούθως τοῖς θεοῖς, οὓς ὑπέθεντο εἶναι θεοὺς, καὶ τὰς ἐπερωτήσεις προσάγειν. Νεκροὺς γὰρ θεοὺς ὑποθέμενοι, αὐτοὺς ἐπερωτῶσι περὶ τῶν ζώντων. Νεκροὺς δὲ λέγει, ἤτοι τὰ ἄψυχα εἴδωλα, λίθους καὶ ξύλα, καὶ χαλκὸν καὶ χρυσόν· ἢ νεκροὺς λέγει τοὺς τὴν ζωὴν τὴν ἀληθινὴν διὰ τῆς ἀποστασίας ἀποβεβληκότας. —Ἢ τάχα καὶ πᾶσα τῶν ἐγγαστριμύθων λεγομένων ἡ πραγματεία, περὶ τὰ μνήματα στρέφεται, κἀκεῖθεν ἔχει τῆς μαγγανείας τὴν δύναμιν. Εἶτα δυσανασχετῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν εἰδωλολατρούντων ὁ λόγος φησί· Τί ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Τί προσκυνεῖς τὸν λίθον, ὁ ἔμψυχος; τί ἐρωτᾶς τὸν κωφὸν, ὁ λογικός; Ὑπὲρ τοῦ παιδὸς ἱκετεύεις τοῦ ζῶντος τὸν ζωὴν οὐκ ἔχοντα, τὸν ζωῆς ἐστερημένον, τὸν ἄπνουν; Κἂν εἰς μαντεῖον ἀπέλθῃς, κἂν καθαρμοὺς περινοῇς, πρὸς νεκροὺς ἀπῆλθες, καὶ αὐτοὺς τὴν ζωὴν ἀπολωλεκότας καὶ σοὶ μέλλοντας διὰ τῆς παρακοῆς τὴν νέκρωσιν ἐμποιεῖν.
Νόμον δέδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Μὴ πολυπραγμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν σε τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί σοι τὸ κέρδος προδαπανᾶσθαι τῇ λύπῃ; —Νόμον ἔλαβες εἰς βοήθειαν. Μεγάλη μὲν ἦν σοι καὶ ἡ ἐκ φύσεως ἐνυπάρχουσα πρὸς τὸ καλὸν ἐπιτηδειότης, ἀλλὰ τοῦτο τελειῶν ὁ Θεὸς καὶ τὴν ἐκ τοῦ νόμου σοι χειραγωγίαν προσέθηκε. Βούλει περὶ τῶν μελλόντων πεπεῖσθαι;
Ποίει τὰ διατεταγμένα κατὰ τὸν νόμον, καὶ ἀνάμενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. —Ἐπιθυμεῖς τῶν ἀγαθῶν; Ποίει τὰ διατεταγμένα. Μὴ ἐρώτα τὸν μάντιν περὶ τῆς ὑγείας, ἀλλ᾽ ἀνάσχου τοῦ ἰατροῦ, ὑποτιθεμένου τὰ πρὸς ὑγείαν, ὧν αὐτὸς εἶ κύριος. Τί παρ᾽ ἑτέρου διδάσκῃ;
Οὐδεὶς μάντις ἀθανασίαν χαρίζεται, οὐδεὶς ἀνάγει πρὸς οὐρανόν· οὐδείς σε τῷ κριτῇ ἐν παῤῥησίᾳ παρίστησιν, ἀλλ᾽ ὁ νόμος καὶ ἡ τούτου ἀκριβὴς τήρησις· ὃν τηρῶν, μὴ πολυπραγμόνει τὸ μέλλον, ἀλλ᾽ ἀνάμενε τὴν ἀντίδοσιν.
Νόμον οὖν ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου. οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλὰ ἀληθείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ᾽ ἀργυρίῳ μαντεύονται· τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι, μισθὸν τοῦ ψεύδους, οἱ ἀπατώμενοι. —Τοῦτο δὲ τὸ ῥῆμα, τουτέστι τοῦ νόμου, οὔκ ἐστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ. Οὐδεὶς γὰρ τὴν χάριν τοῦ Θεοῦ ἀποδίδοται· Δωρεὰν (φησὶν) ἐλάβετε, δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ τῷ Σίμωνι, ἀργύριον ὑπὲρ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ γὰρ ἀργύριόν σου (φησὶ) σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. —Οὔκ ἐστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ῥήματα παρὰ τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δοίη ἄξιον αὐτῶν ἀντάλλαγμα;
Ἄκουε τοῦ Δαβὶδ ἀποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ᾽ αὐτοῦ χάριτος. Ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος.
Ὁ δούς σοι τὸν θησαυρὸν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου. Καὶ ἥξει ἐφ᾽ ὑμᾶς σκληρὰ λιμὸς (φησί) καὶ ἔσται, ὡς ἂν πεινάσητε· λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια.
Ὁ πάντα πρὸς σωτηρίαν οἰκονομῶν, Κύριος, ἐπάγει ποτὲ καὶ λιμὸν ἐπὶ συμφέροντι τῶν παιδαγωγουμένων. Ἐκάκωσα γάρ σε (φησὶ) καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω. Σκληρὰν τοίνυν λιμὸν λέγει τὴν ἀπαραμύθητον, τὴν ἀνεπινόητον. —Εἰσὶ γὰρ λιμῶν διαφοραί. Αἱ μέν εἰσι κατὰ ἐπίλειψιν σίτου μόνον γινόμεναι· αἱ δὲ καὶ κατὰ τὴν τῶν λοιπῶν ἀπορίαν, τῶν ἐσθίεσθαι δυναμένων. Αὕτη γάρ ἐστιν ἡ σκληρὰ λιμὸς, ἣν ἐπάγειν ὁ λόγος ἐπαγγέλλεται, ὥστε διὰ τῆς ἐνδείας λύπην ἐμποιῆσαι, σωτηρίαν ἀμεταμέλητον ἐνεργάσασθαι δυναμένην. Ὅταν δὲ λυπηθῶσι κατὰ Θεὸν, τότε κακῶς ἐροῦσι τὸν ἄρχοντα καὶ τὰ πάτρια.
Τίς ἐστιν ὁ ἄρχων, ὁ παρὰ τῶν καλῶς λυπουμένων κακηγορούμενος; Ἦ δηλονότι ὁ ἄρχων τοῦ κόσμου τούτου, ὃν κακῶς ἐροῦσιν ἐκ μετανοίας, ὅταν εἰς συναίσθησιν τῆς ἀπ᾽ αὐτοῦ βλάβης ἔλθωσι. —Κακηγοροῦσι δὲ καὶ τὰ πάτρια.
Πάτρια δὲ τῶν ἐν ἁμαρτίαις ζώντων αἱ τοῦ βίου πραγματεῖαι, αἷς οἱ φιλόδοξοι πάντες ἐμπλέκονται. Πάτριά ἐστι τῷ ἁμαρτωλῷ τὰ ἔργα τῆς σαρκὸς (μοιχεία, πορνεία, ἀκαθαρσία· ἀσέλγεια, εἰδωλολατρεία, πάθος· ἐπιθυμία κακή). Πάτριά ἐστι δόλος καὶ ψεῦδος, ἐπιβουλαὶ καὶ ῥᾳδιουργίαι καὶ ὑποκρίσεις.
Ὁ τοίνυν ἀνανήψας, οἷον ἀπό τινος μέθης, τῶν τοῦ κόσμου πραγμάτων, κακῶς μὲν ἐρεῖ τὸν ἄρχοντα αὐτοῦ, τὸν καθηγησάμενον αὐτῷ πρὸς τὰ τῆς ἀπωλείας ἔργα. Κακῶς δὲ ἐρεῖ καὶ τὰ πάτρια, οἷς συζῶν, τὸν δεδομένον ἡμῖν παρὰ τοῦ Θεοῦ νόμον εἰς βοήθειαν οὐκ ἐδέχετο. Οὐ δύνασαι ὑπὸ τὸν ἀληθινὸν γενέσθαι βασιλέα, ἐὰν μὴ κακῶς εἴπῃς τὸν ἄρχοντα.
Διὰ τοῦτο ἐδίδαξέ σε ἡ Ἐκκλησία λέγειν· ἀποτάσσομαί σοι, Σατανᾶ. Αὕτη τοῦ ἄρχοντος ἡ κακηγορία. Τίς δὲ ἡ τῶν πατρίων; Ἀποτάσσομαι καὶ τοῖς ἔργοις σου. Ταῦτα τὰ πάτρια, ἔργα τοῦ διαβόλου. —Μακάριος ὁ γνησίως κακηγορήσας τὸν ἄρχοντα. Προσέρχεται γὰρ λοιπὸν πρὸς τὸν ἀληθινὸν καὶ φωτίζεται. Μακάριος ὁ μεμψάμενος τοῖς πάλαι πατρίοις· εὑρήσει γὰρ πατρίδα τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ τῶν ὁμοίων τῷ μακαρίῳ Παύλῳ. —Πάτριά ἐστι καὶ τὰ ἐκ πατέρων ἡμῖν πονηρὰ ἔθη παραδιδόμενα.
Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα; Ἀπόδος τῷ ἠδικημένῳ· μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρτίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον; Δὸς αὐτῷ σὺ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. —Εἶτα τί φησι;
Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται. Καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Περὶ τούτων φησὶ, τῶν διὰ τὴν στενοχωρίαν εἰς μετάνοιαν ἐναχθέντων, ὅτι ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω.
Οἱ πρότερον συγκύπτοντες καὶ οὐ δυνάμενοι τὰ ὑψηλὰ κατανοεῖν τῶν θείων θεωρημάτων, οὗτοι, ὥσπερ ἀπὸ δεσμοῦ τινος, τῆς πρὸς τὰ γήϊνα συμπαθείας λυθέντες, ἐλεύθερον ἑαυτῶν τὸ ὄμμα πρὸς οὐρανὸν περιάξουσι, θεωροῦντες τὴν τῶν ἀοράτων καὶ νοητῶν φύσιν, καὶ κατανοοῦντες τὸν τόπον, ὅπου δεήσει τὸν θησαυρὸν ἀποτίθεσθαι. —Εἶτα Ἐμβλέψονται εἰς τὴν γῆν κάτω. Τὸ εὐτελὲς τῆς αὐτῶν φύσεως ἐννοήσουσιν ἐκ τῆς πρὸς τὴν ζῆν συγγενείας οἱ τέως ἐπηρμένοι καὶ μέγα φρονοῦντες ἐφ᾽ ἑαυτοῖς.
Θαύμασον δὲ πῶς παρατετηρημένως ταῖς λέξεσιν ἐχρήσατο ἡ Γραφὴ, ἁρμόζουσαν ἑκατέρῳ πράγματι, ἐπινοήσασα τὴν ἐκφώνησιν. Οὐρανὸς γὰρ πρόκειται εἰς θεωρίαν, καὶ γῆ. Περὶ μὲν οὖν τοῦ οὐρανοῦ λέγει· Ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω· περὶ δὲ τῆς γῆς, Ἐμβλέψονται τὴν γῆν κάτω. Εἶτα ἐπὶ τῷ θαύματι τῆς τῶν τηλικούτων κατανοήσεως ἀποροῦνται, καὶ στενοχωρηθήσονται καὶ σκοτωθήσονται τὴν διάνοιαν, τῆς ἐπὶ τοῖς καταληφθεῖσιν ἐκπλήξεως τὴν μεγάλην αὐτοῖς ταύτην ταραχὴν ἐμποιούσης. Ὅταν γὰρ συντελέσῃ (φησὶν) ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται. Οὐδεὶς οἶδεν πόσα οὐκ οἶδεν, ἐὰν μὴ γεῦμα λάβῃ τῆς γνώσεως. Πλὴν ὁ ἀγαθὸς Δεσπότης ἐπαγγέλλεται αὐτοῖς τὰ χρηστότερα. Οὐκ ἀπορηθήσεται γὰρ (φησὶν) ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Οὐκ εἰς τὸ παντελὲς αὕτη ἡ ἄγνοια καθέξει τὸ γένος τῶν ἀνθρώπων· ἀλλ᾽ ὁ νῦν αὐτῆς ἐκζητῶν τὴν ἀλήθειαν, καὶ ὠδίνων αὐτῆς τὴν εὕρεσιν, ὄψεταί ποτε πρόσωπον πρὸς πρόσωπον καὶ ἀπολήψεται τὸ τῆς γνώσεως τέλειον, ἐπειδὰν ἐνστῇ ὁ καιρὸς τῆς τῶν ὅλων ἀποκαταστάσεως. Τοῦτο γάρ ἐστι τὸ Ἕως καιροῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.